§1.630ΚΛ. τί μήν;
ΚΛ. もちろんです。
ΑΘ. ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμείνους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους ἀρίστους διαφανῶς·
ΑΘ. しかし私たちは、これらの人々が優れているとしても、最大の戦争において顕著に最優秀である人々は、さらに、そしてはるかに優れていると主張します。
ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρʼ ἔχομεν, Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησιν—
"
πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι
ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ.
そして私たちもまた、シケリアのメガラ市民である詩人テオグニスを証人として擁しています。 彼はこう言っています。 "キルノスよ、困難な党派争いにおいて、信頼できる男は金や銀と釣り合うほどの価値がある。
"
τοῦτον δή φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνου πάμπολυ γίγνεσθαι, σχεδὸν ὅσον ἀμείνων δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν ἐλθοῦσαι μετʼ ἀνδρείας, αὐτῆς μόνης ἀνδρείας.
"私たちは、この者がより困難な戦争において、あの者よりもはるかに優れていると主張します。 それはちょうど、正義と節制と知恵が、勇気と一つになったときに、勇気そのものだけよりもどれほど優れているか、とほぼ等しいほどです。
πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν ποτε γένοιτο ἄνευ συμπάσης ἀρετῆς·
というのも、内乱において信頼でき健全である者は、徳の全体を欠いては決して現れないからです。
διαβάντες δʼ εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνῄσκειν ἐν ᾧ πολέμῳ φράζει Τύρταιος τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων εὖ μάλα ὀλίγων.
これに対して、ティルタイオスの語る戦争において、隊列をしっかりと維持し、進んで戦って死のうとする者たちの中には、数多くの傭兵がおり、その大部分は、ごく少数の例外を除けば、大胆で、不正で、傲慢で、ほぼすべての人の中で最も愚か者になるからです。
ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος ὁ λόγος, καὶ τί φανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα;
では、私たちのこの議論は今どこに行き着くのでしょうか。 また、それは一体何を明らかにしようとして、これらのことを語っているのでしょうか。
δῆλον ὅτι τόδε, ὡς παντὸς μᾶλλον καὶ ὁ τῇδε παρὰ Διὸς νομοθέτης, πᾶς τε οὗ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγίστην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους·
明らかなのは次のことです。 すなわち、他の何よりもまず、ここのゼウスからの立法者も、少しでも役に立つすべての者も、最大の美徳以外の何ものにも目を向けず、常に法律を制定するだろうということです。
ἔστι δέ, ὥς φησιν Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν τις δικαιοσύνην ἂν τελέαν ὀνομάσειεν.
そして、テオグニスが言うように、この美徳こそが危難における信頼性であり、人はこれを「完全な正義」と呼ぶことができるでしょう。
ἣν δʼ αὖ Τύρταιος ἐπῄνεσεν μάλιστα, καλὴ μὲν καὶ κατὰ καιρὸν κεκοσμημένη τῷ ποιητῇ, τετάρτη μέντοι ὅμως ἀριθμῷ τε καὶ δυνάμει τοῦ τιμία εἶναι λέγοιτʼ ἂν ὀρθότατα.
一方で、ティルタイオスが最も称賛したあの美徳は、美しく、詩人によって時宜を得て飾られてはいるものの、尊ばれるべき順序と力において、やはり「第四番目」であると言うのが最も正しいでしょう。
ΚΛ. ὦ ξένε, τὸν νομοθέτην ἡμῶν ἀποβάλλομεν εἰς τοὺς πόρρω νομοθέτας.
ΚΛ. 異邦人よ、私たちは自分たちの立法者を、遠く離れた遥かなる立法者たちの中に投げ捨ててしまっているのでしょうか。
ΑΘ. οὐχ ἡμεῖς γε, ὦ ἄριστε, ἀλλʼ ἡμᾶς αὐτούς, ὅταν οἰώμεθα πάντα τά τʼ ἐν Λακεδαίμονι καὶ τὰ τῇδε πρὸς τὸν πόλεμον μάλιστα βλέποντας Λυκοῦργόν τε καὶ Μίνω τίθεσθαι τὰ νόμιμα.
ΑΘ. いや、優れた友よ、そうしているのは私たちではなく、むしろ私たち自身が、リュクルゴスやミノスがラケダイモンやここのすべての制度を、何よりもまず戦争を見据えて制定したのだ、と思い込むときに、自分たち自身を遠ざけているのです。
ΚΛ. τὸ δὲ πῶς χρῆν ἡμᾶς λέγειν;
ΚΛ. では、私たちはどのように言うべきだったのでしょうか。
ΑΘ. ὥσπερ τό τε ἀληθὲς οἶμαι καὶ τὸ δίκαιον ὑπέρ γε θείας διαλεγομένους λέγειν, οὐχ ὡς πρὸς ἀρετῆς τι μόριον, καὶ ταῦτα τὸ φαυλότατον, ἐτίθει βλέπων, ἀλλὰ πρὸς πᾶσαν ἀρετήν, καὶ κατʼ εἴδη ζητεῖν αὐτῶν τοὺς νόμους οὐδʼ ἅπερ οἱ τῶν νῦν εἴδη προτιθέμενοι ζητοῦσιν.
ΑΘ. 神的な立法者について議論する者にとって、真実かつ正義にかなった言い方としては、彼が美徳の何らかの一部分、それも最も取るに足りない部分だけを見据えて法律を制定したのではなく、美徳の全体を見据えて制定したのだと言うべきであり、また法律をいくつかの種類に即して探究すべきであって、現代の人々が探究の対象として提示しているような種類を探究すべきではない、ということです。
§1.631ΑΘ. οὗ γὰρ ἂν ἕκαστος ἐν χρείᾳ γίγνηται, τοῦτο ζητεῖ νῦν παραθέμενος, ὁ μὲν τὰ περὶ τῶν κλήρων καὶ ἐπικλήρων, ὁ δὲ τῆς αἰκίας πέρι, ἄλλοι δὲ ἄλλʼ ἄττα μυρία τοιαῦτα·
ΑΘ. というのも、各自が必要に迫られたものを、今や手元に置いて探し求めているからです。 ある者は相続地や相続娘に関する事柄を、別の者は暴行に関する事柄を、また他の者たちは他にも無数にあるそのような雑多な事柄を探しています。
ἡμεῖς δέ φαμεν εἶναι τὸ περὶ νόμους ζήτημα τῶν εὖ ζητούντων ὥσπερ νῦν ἡμεῖς ἠρξάμεθα.
しかし私たちは、正しく探究する人々による法律についての探究は、まさに私たちが今始めたようなものであるべきだと主張するのです。
καὶ σοῦ τὴν μὲν ἐπιχείρησιν τῆς ἐξηγήσεως περὶ τοὺς νόμους παντάπασιν ἄγαμαι·
そして、法律に関するあなたの説明の試みには、私は全面的に感嘆しています。
τὸ γὰρ ἀπʼ ἀρετῆς ἄρχεσθαι, λέγοντα ὡς ἐτίθει ταύτης ἕνεκα τοὺς νόμους, ὀρθόν·
なぜなら、美徳から始めて、彼がこのために法律を制定したのだと語ることは、正しいからです。
ὅτι δὲ πάντα εἰς μόριον ἀρετῆς, καὶ ταῦτα τὸ σμικρότατον, ἐπαναφέροντα ἔφησθʼ αὐτὸν νομοθετεῖν, οὔτε ὀρθῶς ἔτι μοι κατεφάνης λέγων τόν τε ὕστερον νῦν λόγον τοῦτον πάντα εἴρηκα διὰ ταῦτα.
しかし、彼がすべてを美徳の一つの部分、それも最も小さな部分に還元して法を制定したのだ、とあなたが言ったことについては、もはやあなたは正しく語っていないように私には思われました。 そして、まさにそのために私は、今これまでの議論をすべて行ってきたのです。
πῇ δὴ οὖν σε ἔτʼ ἂν ἐβουλόμην διελόμενον λέγειν αὐτός τε ἀκούειν;
では、私はあなたにこれ以上どのような区分をして語ってほしかったのか、そして私自身も聞きたかったのか。
βούλει σοι φράζω;
それをあなたに説明しましょうか。
ΚΛ. πάνυ μὲν οὖν.
ΚΛ. ぜひお願いします。
ΑΘ.
ὦ ξένε,
ἐχρῆν εἰπεῖν,
οἱ Κρητῶν νόμοι οὐκ εἰσὶν μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν·
ΑΘ. 「異邦人よ」と言うべきでした。 「クレーテー人の法律が、すべてのギリシア人の間で例外的に高い評判を得ているのは、無駄なことではない。
ἔχουσιν γὰρ ὀρθῶς, τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀποτελοῦντες.
なぜならそれらは正しく、それらを用いる人々を幸福にするものだからである。
πάντα γὰρ τἀγαθὰ πορίζουσιν.
実にあらゆる良きものをそれらは提供しているのである。
διπλᾶ δὲ ἀγαθά ἐστιν, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα·
ところで、良きものには二つの種類があり、一つは人間的なものであり、他方は神的なものである。
ἤρτηται δʼ ἐκ τῶν θείων θάτερα, καὶ ἐὰν μὲν δέχηταί τις τὰ μείζονα πόλις, κτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν.
そして、前者は神的なものに依存しており、もし城邦がより大いなるものを受け入れるなら、より小さきものをも獲得するが、そうでなければ、その両方を失うことになる。
ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται μὲν ὑγίεια, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ δὴ πλοῦτος οὐ τυφλὸς ἀλλʼ ὀξὺ βλέπων, ἄνπερ ἅμʼ ἕπηται φρονήσει·
より小さきもののうち、第一の指導的な位置にあるのは健康であり、第二には美であり、第三には疾走やその他すべての身体の運動における強さであり、第四には、盲目ではなく鋭い目を持った富であり、これは知恵を伴う場合にのみそうである。
ὃ δὴ πρῶτον αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύτερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετʼ ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ ἀνδρεία.
そしてこの知恵こそが、今度は神的な良きものの第一の指導的なものであり、第二には知性を伴った魂の節制ある状態、そしてこれらが勇気と混じり合わされたものから生じる第三が正義であり、第四が勇気である。
ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτως.
これらすべては、本性上、あのものたちよりも前に配置されており、実に立法者もそのように配置しなければならない。
μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα βλέπειν· περί τε γάμους ἀλλήλοις ἐπικοινουμένους, μετά τε ταῦτα ἐν ταῖς τῶν παίδων γεννήσεσιν καὶ τροφαῖς ὅσοι τε ἄρρενες καὶ ὅσαι θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρεσβύτερον ἰόντων μέχρι γήρως, τιμῶντα ὀρθῶς ἐπιμελεῖσθαι δεῖ καὶ ἀτιμάζοντα,
そしてこの後に、市民に対する他の指示も、これら自体を見据えたものであるよう命じるべきであり、これらのうち人間的なものは神的なものを、神的なものは全体として指導的な知性を見据えるようにしなければならない。 すなわち、互いに交わる結婚について、そしてこの後に、男子であれ女子であれ子供の出産と養育について、彼らが若者であるときも、また老年に至るまでより高齢になっていくときも、正しく名誉を与えたり不名誉を与えたりすることによって配慮しなければならない……」