Humanitext Reader

柏拉图 · 法律篇 §1.630-1.631

美德的整体与神人善物的秩序

第 4 段,共 186 段 · 希腊语

内容简介

雅典外邦人引用西奥格尼斯的诗作论证,在内乱这种最艰难的战争中表现忠诚的人拥有完整的德性,远胜于普通的勇敢战士,而勇气在美德中仅排第四位。他进而阐明,优秀的立法者必须着眼于美德的整体来制定法律,将人类的善(健康、美、力量、财富)置于神圣的善(智慧、节制、正义、勇气)之下,并以理智为导向。

§1.630ΚΛ. τί μήν;
克里尼亚德:当然如此。
ΑΘ. ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμείνους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους ἀρίστους διαφανῶς·
雅典人:然而我们主张,尽管这些人是优秀的,但在最大战争中表现得最杰出的那些人,还要优秀得多。
ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρʼ ἔχομεν, Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησιν— " πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ.
我们也有一位诗人作为见证,那就是西西里的麦加拉公民西奥格尼斯,他说: “库尔诺斯啊,在艰难的内讧中,一个忠实的人值得用金银来衡量其价值。
" τοῦτον δή φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνου πάμπολυ γίγνεσθαι, σχεδὸν ὅσον ἀμείνων δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν ἐλθοῦσαι μετʼ ἀνδρείας, αὐτῆς μόνης ἀνδρείας.
“我们确实主张,在更为艰难的战争中,这个人要比那个人优秀得多,这几乎就像正义、节制与智慧同勇气结合在一起,比单纯的勇气本身要优秀得多一样。
πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν ποτε γένοιτο ἄνευ συμπάσης ἀρετῆς· διαβάντες δʼ εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνῄσκειν ἐν ᾧ πολέμῳ φράζει Τύρταιος τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων εὖ μάλα ὀλίγων.
因为在内乱中,一个忠诚而健全的人,若没有完整的德性是绝不会产生的;相反,在泰尔泰乌斯所描述的战争中,坚守阵地并愿意在战斗中牺牲的人里有极多的雇佣兵,他们中绝大多数人(除了极少数的人之外)都变得胆大包天、不义、傲慢,几乎是所有人中最愚蠢的。
ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος ὁ λόγος, καὶ τί φανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα;
那么,我们的这个论证现在究竟导向何方? 它又是为了说明什么道理,才说出这些话的呢?
δῆλον ὅτι τόδε, ὡς παντὸς μᾶλλον καὶ ὁ τῇδε παρὰ Διὸς νομοθέτης, πᾶς τε οὗ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγίστην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους· ἔστι δέ, ὥς φησιν Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν τις δικαιοσύνην ἂν τελέαν ὀνομάσειεν.
显然是这一点:在一切事物之上,这里的来自宙斯的立法者,以及哪怕只有一点点用处的每个人,在制定法律时都会首先且始终着眼于那最伟大的德性;而如西奥格尼斯所说,这种德性就是在危难中的忠诚,人可以称之为“完满的正义”。
ἣν δʼ αὖ Τύρταιος ἐπῄνεσεν μάλιστα, καλὴ μὲν καὶ κατὰ καιρὸν κεκοσμημένη τῷ ποιητῇ, τετάρτη μέντοι ὅμως ἀριθμῷ τε καὶ δυνάμει τοῦ τιμία εἶναι λέγοιτʼ ἂν ὀρθότατα.
另一方面,泰尔泰乌斯最赞美的那种德性,虽然优美且被诗人恰当地装饰,但在配受尊崇的数量和力量上,仍然最正确地应当被说成是排在“第四位”。
ΚΛ. ὦ ξένε, τὸν νομοθέτην ἡμῶν ἀποβάλλομεν εἰς τοὺς πόρρω νομοθέτας.
克里尼亚德:外邦人啊,我们把我们的立法者贬低到那些遥远的立法者之列了吗?
ΑΘ. οὐχ ἡμεῖς γε, ὦ ἄριστε, ἀλλʼ ἡμᾶς αὐτούς, ὅταν οἰώμεθα πάντα τά τʼ ἐν Λακεδαίμονι καὶ τὰ τῇδε πρὸς τὸν πόλεμον μάλιστα βλέποντας Λυκοῦργόν τε καὶ Μίνω τίθεσθαι τὰ νόμιμα.
雅典人:优秀的学者啊,不是我们在抛弃他,而是当我们认为吕库古和米诺斯在拉刻代蒙和这里制定规章时,最主要的只是着眼于战争,这时我们才是在抛弃我们自己。
ΚΛ. τὸ δὲ πῶς χρῆν ἡμᾶς λέγειν;
克里尼亚德:那么,我们应该怎么说才对呢?
ΑΘ. ὥσπερ τό τε ἀληθὲς οἶμαι καὶ τὸ δίκαιον ὑπέρ γε θείας διαλεγομένους λέγειν, οὐχ ὡς πρὸς ἀρετῆς τι μόριον, καὶ ταῦτα τὸ φαυλότατον, ἐτίθει βλέπων, ἀλλὰ πρὸς πᾶσαν ἀρετήν, καὶ κατʼ εἴδη ζητεῖν αὐτῶν τοὺς νόμους οὐδʼ ἅπερ οἱ τῶν νῦν εἴδη προτιθέμενοι ζητοῦσιν.
雅典人:我想,正如关于神圣的立法者讨论时,真理与正义要求我们去说的那样:他并不是仅仅着眼于美德的某一部分(而且还是最微不足道的一部分)来制定法律,而是着眼于全部美德;我们应当按照德性的门类来探寻他们的法律,而不是像现在那些提出门类的人所探寻的那样。
§1.631ΑΘ. οὗ γὰρ ἂν ἕκαστος ἐν χρείᾳ γίγνηται, τοῦτο ζητεῖ νῦν παραθέμενος, ὁ μὲν τὰ περὶ τῶν κλήρων καὶ ἐπικλήρων, ὁ δὲ τῆς αἰκίας πέρι, ἄλλοι δὲ ἄλλʼ ἄττα μυρία τοιαῦτα·
雅典人:因为,每个人现在都在寻找自己所需要的东西并摆在面前:有人寻找关于份地和女继承人的规定,有人寻找关于人身侵犯的规定,其他人则寻找另外无数类似的事情。
ἡμεῖς δέ φαμεν εἶναι τὸ περὶ νόμους ζήτημα τῶν εὖ ζητούντων ὥσπερ νῦν ἡμεῖς ἠρξάμεθα.
但我们认为,那些善于探寻的人,关于法律的探寻应当就像我们现在开始的这样。
καὶ σοῦ τὴν μὲν ἐπιχείρησιν τῆς ἐξηγήσεως περὶ τοὺς νόμους παντάπασιν ἄγαμαι·
我完全赞赏你对法律进行解释的这一尝试。
τὸ γὰρ ἀπʼ ἀρετῆς ἄρχεσθαι, λέγοντα ὡς ἐτίθει ταύτης ἕνεκα τοὺς νόμους, ὀρθόν·
因为从美德开始,并说明他是为了美德而制定法律,这是正确的。
ὅτι δὲ πάντα εἰς μόριον ἀρετῆς, καὶ ταῦτα τὸ σμικρότατον, ἐπαναφέροντα ἔφησθʼ αὐτὸν νομοθετεῖν, οὔτε ὀρθῶς ἔτι μοι κατεφάνης λέγων τόν τε ὕστερον νῦν λόγον τοῦτον πάντα εἴρηκα διὰ ταῦτα.
但是,由于你曾说,他是把一切都归结于美德的一个部分(而且还是最小的一部分)来制定法律的,所以我认为你这样说就不再正确了,也正是因为这些,我现在才说了这后面的全部论证。
πῇ δὴ οὖν σε ἔτʼ ἂν ἐβουλόμην διελόμενον λέγειν αὐτός τε ἀκούειν;
那么,我还希望你以何种方式进行区分并阐述,而我自己也希望听到呢?
βούλει σοι φράζω;
你想让我告诉你吗?
ΚΛ. πάνυ μὲν οὖν.
克里尼亚德:非常愿意。
ΑΘ. ὦ ξένε, ἐχρῆν εἰπεῖν, οἱ Κρητῶν νόμοι οὐκ εἰσὶν μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν·
雅典人:“外邦人啊,”你本应当这样说,“克里特人的法律在所有希腊人中异常享有盛誉,这绝非虚妄。
ἔχουσιν γὰρ ὀρθῶς, τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀποτελοῦντες.
因为它们是正确的,能使使用它们的人获得幸福。
πάντα γὰρ τἀγαθὰ πορίζουσιν.
因为它们提供了所有的好东西。
διπλᾶ δὲ ἀγαθά ἐστιν, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα·
而好东西有两种:一种是人类的,另一种是神圣的。
ἤρτηται δʼ ἐκ τῶν θείων θάτερα, καὶ ἐὰν μὲν δέχηταί τις τὰ μείζονα πόλις, κτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν.
前者依赖于神圣者,如果一个城邦接受了那更大的,也就同时获得了那较小的;否则,它就会两者皆失。
ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται μὲν ὑγίεια, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ δὴ πλοῦτος οὐ τυφλὸς ἀλλʼ ὀξὺ βλέπων, ἄνπερ ἅμʼ ἕπηται φρονήσει·
较小的好东西中,居首位的是健康,第二是美,第三是身体在奔跑和所有其他运动中的力量,第四则是并非盲目而是眼光锐利的财富,只要它与智慧同行。
ὃ δὴ πρῶτον αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύτερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετʼ ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ ἀνδρεία.
而这智慧反过来在神圣的好东西中居于首要的领导地位,第二是伴随理智的、灵魂的节制状态;从这些状态与勇气相调和中产生的第三个便是正义,第四个则是勇气。
ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτως.
而所有这些在自然上都被排在那些人类事物之前,因此立法者也必须这样安排。
μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα βλέπειν· περί τε γάμους ἀλλήλοις ἐπικοινουμένους, μετά τε ταῦτα ἐν ταῖς τῶν παίδων γεννήσεσιν καὶ τροφαῖς ὅσοι τε ἄρρενες καὶ ὅσαι θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρεσβύτερον ἰόντων μέχρι γήρως, τιμῶντα ὀρθῶς ἐπιμελεῖσθαι δεῖ καὶ ἀτιμάζοντα,
在这之后,应当命令公民们的其他规则都要着眼于这些德性,在这些德性中,人类的事物要着眼于神圣的事物,而神圣的事物则要整体着眼于起主导作用的理智。 即关于彼此结合的婚姻,以及在此之后关于孩子的生育与抚养(无论是男孩还是女孩),在他们年轻时以及走向年老直至暮年的过程中,都必须通过正确地给予尊荣或剥夺尊荣来进行监管……”

词汇与语法注释

  1. 630aἀγαθῶν ὄντων τούτων — 属格独立结构,在此处表示让步(“尽管这些人是优秀的”)。
  2. 630bὅσον — 与比较级形容词 ἀμείνων 连用,表示比较的程度(“几乎就像……那样”)。
  3. 630cοὗ — 关系代词。在省略系动词 ἐστί 的关系从句中,作名词 ὄφελος 的属格(“哪怕只有一点点用处的每个人”)。
  4. 630eτὸ δὲ πῶς χρῆν ἡμᾶς λέγειν; — 冠词 τό 使直接疑问句名词化,作为表示关涉的宾格或省略问句的直接宾语(“那么,我们应该怎么说才对呢?”)。

引用这一段

柏拉图, 法律篇 §1.630-1.631. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:1.630-1.631

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。