§1.628ΑΘ. τρίτον δέ που δικαστὴν πρὸς ἀρετὴν εἴπωμεν, εἴ τις εἴη τοιοῦτος ὅστις παραλαβὼν συγγένειαν μίαν διαφερομένην, μήτε ἀπολέσειεν μηδένα, διαλλάξας δὲ εἰς τὸν ἐπίλοιπον χρόνον, νόμους αὐτοῖς θείς, πρὸς ἀλλήλους παραφυλάττειν δύναιτο ὥστε εἶναι φίλους.
ΑΘ. では、美徳に関して第三の裁判官を挙げましょう。 もし、争っている一つの親族を引き受けて、誰も滅ぼさず、将来に向けて和解させ、彼らに法律を定めて、彼らが互いに友人であり続けられるように維持できる、そのような者がいるとすれば。
ΚΛ. μακρῷ ἀμείνων γίγνοιτʼ ἂν ὁ τοιοῦτος δικαστής τε καὶ νομοθέτης.
ΚΛ. そのような裁判官であり立法者こそ、はるかに優れていることになるでしょう。
ΑΘ. καὶ μὴν τοὐναντίον γε ἢ πρὸς πόλεμον ἂν βλέπων αὐτοῖς τοὺς νόμους διανομοθετοῖ.
ΑΘ. しかも確かに、戦争を見据えて彼らに法律を制定するのとは、まさに反対のことをすることになりますね。
ΚΛ. τοῦτο μὲν ἀληθές.
ΚΛ. それは真実です。
ΑΘ. τί δʼ ὁ τὴν πόλιν συναρμόττων;
ΑΘ. では、都市を調整する者はどうでしょうか。
πρὸς πόλεμον αὐτῆς ἂν τὸν ἔξωθεν βλέπων τὸν βίον κοσμοῖ μᾶλλον, ἢ πρὸς πόλεμον τὸν ἐν αὐτῇ γιγνόμενον ἑκάστοτε, ἣ δὴ καλεῖται στάσις;
都市の対外的な戦争を見据えてその生活を整えるでしょうか、それとも、各時代に都市の内部で生じる戦争、すなわち『内乱』と呼ばれるものを見据えて整えるでしょうか。
ὃν μάλιστα μὲν ἅπας ἂν βούλοιτο μήτε γενέσθαι ποτὲ ἐν ἑαυτοῦ πόλει γενόμενόν τε ὡς τάχιστα ἀπαλλάττεσθαι.
内乱こそは、誰もが自分の都市で決して生じないことを最も望み、生じた場合にもできるだけ早く解消されることを望むものですが。
ΚΛ. δῆλον ὅτι πρὸς τοῦτον.
ΚΛ. 明らかに後者を見据えてでしょう。
ΑΘ. πότερα δὲ ἀπολομένων αὖ τῶν ἑτέρων εἰρήνην τῆς στάσεως γενέσθαι, νικησάντων δὲ ποτέρων, δέξαιτʼ ἄν τις, μᾶλλον ἢ φιλίας τε καὶ εἰρήνης ὑπὸ διαλλαγῶν γενομένης, οὕτω τοῖς ἔξωθεν πολεμίοις προσέχειν ἀνάγκην εἶναι τὸν νοῦν;
ΑΘ. では、一方の側が滅びて内乱の平和がもたらされ、どちらか一方が勝利することを受け入れるのと、和解によって友情と平和がもたらされ、その上で対外的な敵に注意を向ける必要があるという状況の方を受け入れるのとでは、どちらが望ましいでしょうか。
ΚΛ. οὕτω πᾶς ἂν ἐθέλοι πρότερον ἢ ʼκείνως περὶ τὴν αὑτοῦ γίγνεσθαι πόλιν.
ΚΛ. 誰もが、前者のようにではなく、後者のように自分の都市がなることを望むでしょう。
ΑΘ. οὐκοῦν καὶ νομοθέτης ὡσαύτως;
ΑΘ. ならば、立法者も同様ではありませんか。
ΚΛ. τί μήν;
ΚΛ. もちろんです。
ΑΘ. ἆρα οὖν οὐ τοῦ ἀρίστου ἕνεκα πάντα ἂν τὰ νόμιμα τιθείη πᾶς;
ΑΘ. では、誰もがすべての習慣を最善のもののために定めるのではないですか。
ΚΛ. πῶς δʼ οὔ;
ΚΛ. どうしてそうではないことがありましょう。
ΑΘ. τό γε μὴν ἄριστον οὔτε ὁ πόλεμος οὔτε ἡ στάσις, ἀπευκτὸν δὲ τὸ δεηθῆναι τούτων, εἰρήνη δὲ πρὸς ἀλλήλους ἅμα καὶ φιλοφροσύνη, καὶ δὴ καὶ τὸ νικᾶν, ὡς ἔοικεν, αὐτὴν αὑτὴν πόλιν οὐκ ἦν τῶν ἀρίστων ἀλλὰ τῶν ἀναγκαίων·
ΑΘ. しかしながら、最善のものは戦争でも内乱でもなく(これらが必要となることは避けられるべきです)、互いの間の平和と親愛の情です。 また、どうやら、都市が自分自身に打ち勝つことも、最善のものに属するのではなく、必要不可欠なものにすぎなかったようです。
ὅμοιον ὡς εἰ κάμνον σῶμα ἰατρικῆς καθάρσεως τυχὸν ἡγοῖτό τις ἄριστα πράττειν τότε, τῷ δὲ μηδὲ τὸ παράπαν δεηθέντι σώματι μηδὲ προσέχοι τὸν νοῦν, ὡσαύτως δὲ καὶ πρὸς πόλεως εὐδαιμονίαν ἢ καὶ ἰδιώτου διανοούμενος οὕτω τις οὔτʼ ἄν ποτε πολιτικὸς γένοιτο ὀρθῶς, πρὸς τὰ ἔξωθεν πολεμικὰ ἀποβλέπων μόνον καὶ πρῶτον, οὔτʼ ἂν νομοθέτης ἀκριβής, εἰ μὴ χάριν εἰρήνης τὰ πολέμου νομοθετοῖ μᾶλλον ἢ τῶν πολεμικῶν ἕνεκα τὰ τῆς εἰρήνης.
それはちょうど、病気の体が医学的な浄化を受けたときに、その状態を最善であると見なす一方で、そもそもまったく治療を必要としない健康な体には注意を向けないようなものです。 同様に、都市の幸福や個人の幸福についてそのように考える人は、単に、そして第一に対外的な戦争のことばかりを見据えている限り、決して正しい政治家にはなれないでしょうし、平和のために戦争に関わる事柄を規定するのではなく、むしろ戦争のために平和に関わる事柄を規定するようでは、精密な立法者にはなれないでしょう。
ΚΛ. φαίνεται μέν πως ὁ λόγος οὗτος, ὦ ξένε, ὀρθῶς εἰρῆσθαι, θαυμάζω γε μὴν εἰ τά τε παρʼ ἡμῖν νόμιμα καὶ ἔτι τὰ περὶ Λακεδαίμονα μὴ πᾶσαν τὴν σπουδὴν τούτων ἕνεκα πεποίηται.
ΚΛ. 異邦人よ、この議論はある意味で正しく語られているように見えます。 しかしながら、私たちの制度や、さらにラケダイモンに関する制度が、まさにこれらのことのためにすべての情熱を注いで作られたのではないか、と私は不思議に思います。
§1.629ΑΘ. τάχʼ ἂν ἴσως·
ΑΘ. おそらく、そうかもしれません。
δεῖ δὲ οὐδὲν σκληρῶς ἡμᾶς αὐτοῖς διαμάχεσθαι τὰ νῦν ἀλλʼ ἠρέμα ἀνερωτᾶν, ὡς μάλιστα περὶ ταῦτα ἡμῶν τε καὶ ἐκείνων σπουδαζόντων.
しかし、私たちは今は激しく争う必要はなく、私たちも彼らもこれらのことについて最も真剣に考えているのだという前提で、穏やかに尋ねるべきです。
καί μοι τῷ λόγῳ συνακολουθήσατε.
そして、私の議論に付いてきてください。
προστησώμεθα γοῦν Τύρταιον, τὸν φύσει μὲν Ἀθηναῖον, τῶνδε δὲ πολίτην γενόμενον, ὃς δὴ μάλιστα ἀνθρώπων περὶ ταῦτα ἐσπούδακεν εἰπὼν ὅτι—
"
οὔτʼ ἂν μνησαίμην οὔτʼ ἐν λόγῳ ἄνδρα τιθείμην
"
"οὔτʼ εἴ τις πλουσιώτατος ἀνθρώπων εἴη, φησίν, οὔτʼ εἰ πολλὰ ἀγαθὰ κεκτημένος, εἰπὼν σχεδὸν ἅπαντα, ὃς μὴ περὶ τὸν πόλεμον ἄριστος γίγνοιτʼ ἀεί.
ともかく、生まれはアテナイ人でありながら、ここの市民となったティルタイオスを引き合いに出しましょう。 彼は人々のうちで、まさにこれらのことについて最も熱心であり、次のように言いました。 「私はその男を記憶に留めることも、議論に挙げることもしないだろう……」「……たとえ人が人類の中で最も富める者であろうとも、また、多くの良きものを所有していようとも」と彼は言い、ほぼすべての良きものを挙げた上で、「戦争において常に最優秀の者とならない限りは」と言っています。
"
ταῦτα γὰρ ἀκήκοάς που καὶ σὺ τὰ ποιήματα·
あなたもこれらの詩をどこかで聞いたことがあるでしょう。
ὅδε μὲν γὰρ οἶμαι διακορὴς αὐτῶν ἐστι.
こちらの方は、それらを十分に聞いていると思いますが。
ΜΕ. πάνυ μὲν οὖν.
ΜΕ. 全くその通りです。
ΚΛ. καὶ μὴν καὶ παρʼ ἡμᾶς ἐλήλυθε κομισθέντα ἐκ Λακεδαίμονος.
ΚΛ. そして実際、ラケダイモンから持ち込まれて、私たちのところにも届いています。
ΑΘ. ἴθι νυν ἀνερώμεθα κοινῇ τουτονὶ τὸν ποιητὴν οὑτωσί πως·
ΑΘ. では、この詩人に共同で次のように尋ねてみましょう。
ὦ Τύρταιε, ποιητὰ θειότατε—δοκεῖς γὰρ δὴ σοφὸς ἡμῖν εἶναι καὶ ἀγαθός, ὅτι τοὺς μὲν ἐν τῷ πολέμῳ διαφέροντας διαφερόντως ἐγκεκωμίακας—ἤδη οὖν τυγχάνομεν ἐγώ τε καὶ ὅδε καὶ Κλεινίας ὁ Κνώσιος οὑτοσὶ συμφερόμενοί σοι περὶ τούτου σφόδρα, ὡς δοκοῦμεν·
「おお、最も神聖なる詩人ティルタイオスよ。 あなたは戦争において卓越した人々を格別に称賛したため、私たちにとって賢明で優れた人物であると思われます。 さて、私と、こちらの方と、こちらのクノッソスのクレイニアスは、あなたにこの点について非常に強く同意しているように思われます。
εἰ δὲ περὶ τῶν αὐτῶν λέγομεν ἀνδρῶν ἢ μή, βουλόμεθα σαφῶς εἰδέναι.
しかし、私たちが同じような男たちについて語っているのかどうか、私たちははっきりと知りたいのです。
λέγε οὖν ἡμῖν·
そこで私たちに語ってください。
ἆρα εἴδη δύο πολέμου καθάπερ ἡμεῖς ἡγῇ καὶ σὺ σαφῶς; ἢ πῶς;
あなたも私たちと同様に、戦争には二つの種類があるとはっきりと考えているのでしょうか、それともどうなのでしょうか。
πρὸς ταῦτʼ οἶμαι κἂν πολὺ φαυλότερος εἴποι Τυρταίου τις τἀληθές, ὅτι δύο, τὸ μὲν ὃ καλοῦμεν ἅπαντες στάσιν, ὃς δὴ πάντων πολέμων χαλεπώτατος, ὡς ἔφαμεν ἡμεῖς νυνδή·
」これに対して、私はティルタイオスよりはるかに劣る者であっても、真実をこう言うだろうと思います。 「二つあります。 一つは私たちがみな『内乱』と呼ぶもので、それは先ほど私たちが言ったように、あらゆる戦争の中で最も過酷なものです。
τὸ δὲ ἄλλο πολέμου θήσομεν οἶμαι γένος ἅπαντες ᾧ πρὸς τοὺς ἐκτός τε καὶ ἀλλοφύλους χρώμεθα διαφερόμενοι, πολὺ πρᾳότερον ἐκείνου.
もう一つは、私たちが国外の異民族に対して争うときに用いる、あの内乱よりはるかに穏やかな種類の戦争であると、私たちはみな見なすでしょう。
ΚΛ. πῶς γὰρ οὔ;
」 ΚΛ. 当然そうでしょう。
ΑΘ. φέρε δή, ποτέρους, καὶ πρὸς πότερον ἐπαινῶν τὸν πόλεμον, οὕτως ὑπερεπῄνεσας, τοὺς δὲ ἔψεξας τῶν ἀνδρῶν;
ΑΘ. では、あなたはどちらの戦争において、どちらの人々を称賛することでこれほど過剰に褒め称え、また他の男たちを非難したのでしょうか。
ἔοικας μὲν γὰρ πρὸς τοὺς ἐκτός·
あなたは対外的な戦争について語っているようです。
εἴρηκας γοῦν ὧδε ἐν τοῖς ποιήμασιν, ὡς οὐδαμῶς τοὺς τοιούτους ἀνεχόμενος, οἳ μὴ τολμήσωσιν μὲν
"ὁρᾶν φόνον αἱματόεντα,"
"
καὶ δηίων ὀρέγοιντʼ ἐγγύθεν ἱστάμενοι.
実際、あなたは詩の中でこのように語っており、次のような男たちを到底容認できないとしています。 すなわち、「血塗られた殺戮を見ることに耐えず、」「敵に間近に立ち向かって襲いかかろうとしない者たちを」です。
"
οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἂν ἡμεῖς ὅτι
σὺ μὲν ἐπαινεῖς, ὡς ἔοικας, ὦ Τύρταιε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόν τε καὶ ἔξωθεν πόλεμον γιγνομένους ἐπιφανεῖς.
したがって、その後に私たちはこう言うでしょう。 「ティルタイオスよ、あなたはどうやら、異邦の対外的な戦争において際立った活躍をする人々を最も称賛しているようですね」と。
φαίη ταῦτʼ ἄν που καὶ ὁμολογοῖ;
彼はおそらくこれに同意し、認めるでしょうか。