§1.632ΑΘ.
ἐν πάσαις ταῖς τούτων ὁμιλίαις τάς τε λύπας αὐτῶν καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας συμπάντων τε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλαχότα, ψέγειν τε ὀρθῶς καὶ ἐπαινεῖν διʼ αὐτῶν τῶν νόμων·
ΑΘ. これらすべての交わりにおいて、彼らの苦痛と快楽、欲望、そしてあらゆる愛(情熱)への熱中を観察し、警戒した上で、法律それらを通じて、正しく非難したり賞賛したりしなければなりません。
ἐν ὀργαῖς τε αὖ καὶ ἐν φόβοις, ὅσαι τε διὰ δυστυχίαν ταραχαὶ ταῖς ψυχαῖς γίγνονται καὶ ὅσαι ἐν εὐτυχίαις τῶν τοιούτων ἀποφυγαί, ὅσα τε κατὰ νόσους ἢ κατὰ πολέμους ἢ πενίας ἢ τὰ τούτοις ἐναντία γιγνόμενα προσπίπτει τοῖς ἀνθρώποις παθήματα, ἐν πᾶσιν τοῖς τοιούτοις τῆς ἑκάστων διαθέσεως διδακτέον καὶ ὁριστέον τό τε καλὸν καὶ μή.
さらに怒りや恐怖において、不運によって魂に生じるあらゆる攪乱、また好運においてそれらから免れること、あるいは、病気、戦争、貧困、またはそれらと反対の状況において、人々に襲いかかるあらゆる受難において、これらすべての状況において、それぞれの状態について、何が美しく、何がそうでないかを教え、規定しなければなりません。
μετὰ δὲ ταῦτα ἀνάγκη τὸν νομοθέτην τὰς κτήσεις τῶν πολιτῶν καὶ τὰ ἀναλώματα φυλάττειν ὅντινʼ ἂν γίγνηται τρόπον, καὶ τὰς πρὸς ἀλλήλους πᾶσιν τούτοις κοινωνίας καὶ διαλύσεις ἑκοῦσίν τε καὶ ἄκουσιν καθʼ ὁποῖον ἂν ἕκαστον πράττωσιν τῶν τοιούτων πρὸς ἀλλήλους ἐπισκοπεῖν, τό τε δίκαιον καὶ μὴ ἐν οἷς ἔστιν τε καὶ ἐν οἷς ἐλλείπει, καὶ τοῖς μὲν εὐπειθέσιν τῶν νόμων τιμὰς ἀπονέμειν, τοῖς δὲ δυσπειθέσι δίκας τακτὰς ἐπιτιθέναι, μέχριπερ ἂν πρὸς τέλος ἁπάσης πολιτείας ἐπεξελθών, ἴδῃ τῶν τελευτησάντων τίνα δεῖ τρόπον ἑκάστοις γίγνεσθαι τὰς ταφὰς καὶ τιμὰς ἅστινας αὐτοῖς ἀπονέμειν δεῖ·
この後に、立法者は市民たちの財産の取得や支出がどのような方法で行われようとも監視すること、また、これらすべてにおける彼ら相互の交際や契約解消、自発的なものも非自発的なものも、それら相互の事柄を彼らがどのような方法で行うにせよ観察すること、それらのうちで正義が存在する箇所と欠けている箇所、そして、法律に従順な者たちには栄誉を分け与え、従順でない者たちには定められた罰を課すことが必要です。 それは国制全体の終わりにまで至り、死者たちの各々に対してどのような方法で葬儀が行われるべきか、どのような栄誉を彼らに分け与えるべきかを見届けるまで続きます。
κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους ἅπασιν τούτοις φύλακας ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ διʼ ἀληθοῦς δόξης ἰόντας, ὅπως πάντα ταῦτα συνδήσας ὁ νοῦς ἑπόμενα σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ μηδὲ φιλοτιμίᾳ.
そして、法律を制定した者は、これらすべてを見届けた上で、これらすべてに対して守護者たちを任命するでしょう。 ある守護者たちは知恵によって、またある守護者たちは真なる思い込みによって歩む者たちであり、それは、理性がこれらすべてを結びつけ、それらを節制と正義に従うものとして指し示し、富や名誉欲に従うものとはしないようにするためです。
οὕτως, ὦ ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς καὶ ἔτι νῦν βούλομαι διεξελθεῖν πῶς ἐν τοῖς τοῦ Διὸς λεγομένοις νόμοις τοῖς τε τοῦ Πυθίου Ἀπόλλωνος, οὓς Μίνως τε καὶ Λυκοῦργος ἐθέτην, ἔνεστίν τε πάντα ταῦτα, καὶ ὅπῃ τάξιν τινὰ εἰληφότα διάδηλά ἐστιν τῷ περὶ νόμων ἐμπείρῳ τέχνῃ εἴτε καί τισιν ἔθεσιν, τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι καταφανῆ.
このように、異邦人たちよ、私はかつてもあなた方に詳しく説明してほしかったのであり、また今でも望んでいるのです。 すなわち、ゼウスのものと言われる法律やピューティオスのアポロンのものと言われる法律、ミノスとリュクルゴスが制定した法律の中に、どのようにこれらすべてが含まれており、また、技術によってであれ何らかの習慣によってであれ法律の経験を持つ者にとって、それらがどのように秩序を得て明らかになっているか、しかしそれ以外の人々にとっては、決して明らかではないということを説明してほしいのです。
ΚΛ. πῶς οὖν, ὦ ξένε, λέγειν χρὴ τὰ μετὰ ταῦτα;
ΚΛ. では、異邦人よ、この後はどのように語るべきでしょうか。
ΑΘ. ἐξ ἀρχῆς πάλιν ἔμοιγε δοκεῖ χρῆναι διεξελθεῖν, καθάπερ ἠρξάμεθα, τὰ τῆς ἀνδρείας πρῶτον ἐπιτηδεύματα, ἔπειτα ἕτερον καὶ αὖθις ἕτερον εἶδος τῆς ἀρετῆς διέξιμεν, ἐὰν βούλησθε·
ΑΘ. 私としては、私たちが始めたように、再び最初から詳しく説明すべきであるように思われます。 まずは勇気の修練から、その次に、もしあなた方が望むなら、美徳の別の一つの、そしてさらに別の一つの種類を順に詳しく論じていきましょう。
ὅπως δʼ ἂν τὸ πρῶτον διεξέλθωμεν, πειρασώμεθα αὐτὸ παράδειγμα θέμενοι καὶ τἆλλʼ οὕτω διαμυθολογοῦντες παραμύθια ποιήσασθαι τῆς ὁδοῦ, ὕστερον δὲ ἀρετῆς πάσης ἅ γε νυνδὴ διήλθομεν ἐκεῖσε βλέποντα ἀποφανοῦμεν, ἂν θεὸς ἐθέλῃ.
私たちがその最初のものをどのように論じるにせよ、それを手本として設定し、残りのものについても同様に物語風に語り合いながら、旅の慰め(退屈しのぎ)とするように試みましょう。 そして後で、神が望まれるなら、私たちがたった今説明した事柄がすべて、美徳の全体のあそこを見据えていることを指し示しましょう。