§1.628ΑΘ. τρίτον δέ που δικαστὴν πρὸς ἀρετὴν εἴπωμεν, εἴ τις εἴη τοιοῦτος ὅστις παραλαβὼν συγγένειαν μίαν διαφερομένην, μήτε ἀπολέσειεν μηδένα, διαλλάξας δὲ εἰς τὸν ἐπίλοιπον χρόνον, νόμους αὐτοῖς θείς, πρὸς ἀλλήλους παραφυλάττειν δύναιτο ὥστε εἶναι φίλους.
雅典人:那么,让我们提出关于美德的第三种裁判官,如果存在这样的人,他在接管了一个产生纷争的单一亲族后,既不消灭任何人,又使他们在未来的时间里达成和解,并为他们制定法律,从而能够使他们互相维持,以至于成为朋友。
ΚΛ. μακρῷ ἀμείνων γίγνοιτʼ ἂν ὁ τοιοῦτος δικαστής τε καὶ νομοθέτης.
克里尼亚德:这样的裁判官和立法者显然要好得多。
ΑΘ. καὶ μὴν τοὐναντίον γε ἢ πρὸς πόλεμον ἂν βλέπων αὐτοῖς τοὺς νόμους διανομοθετοῖ.
雅典人:而且,他为他们制定法律时,所着眼的显然正是与战争相反的方向。
ΚΛ. τοῦτο μὲν ἀληθές.
克里尼亚德:这确实是真的。
ΑΘ. τί δʼ ὁ τὴν πόλιν συναρμόττων;
雅典人:那么,调整城邦的人又如何呢?
πρὸς πόλεμον αὐτῆς ἂν τὸν ἔξωθεν βλέπων τὸν βίον κοσμοῖ μᾶλλον, ἢ πρὸς πόλεμον τὸν ἐν αὐτῇ γιγνόμενον ἑκάστοτε, ἣ δὴ καλεῖται στάσις;
他是更着眼于城邦的外部战争来整顿其生活,还是更着眼于随时在城邦内部发生的战争——也就是所谓的“内乱”呢?
ὃν μάλιστα μὲν ἅπας ἂν βούλοιτο μήτε γενέσθαι ποτὲ ἐν ἑαυτοῦ πόλει γενόμενόν τε ὡς τάχιστα ἀπαλλάττεσθαι.
这内乱可是每个人最希望在自己的城邦中永远不要发生,而一旦发生,就希望能尽快消除的。
ΚΛ. δῆλον ὅτι πρὸς τοῦτον.
克里尼亚德:显然是着眼于后者。
ΑΘ. πότερα δὲ ἀπολομένων αὖ τῶν ἑτέρων εἰρήνην τῆς στάσεως γενέσθαι, νικησάντων δὲ ποτέρων, δέξαιτʼ ἄν τις, μᾶλλον ἢ φιλίας τε καὶ εἰρήνης ὑπὸ διαλλαγῶν γενομένης, οὕτω τοῖς ἔξωθεν πολεμίοις προσέχειν ἀνάγκην εἶναι τὸν νοῦν;
雅典人:那么,有人会更愿意接受因其中一方毁灭、另一方获胜而使内乱归于和平,还是更愿意接受通过和解而产生友谊与和平,从而不得不将注意力转向外部的敌人?
ΚΛ. οὕτω πᾶς ἂν ἐθέλοι πρότερον ἢ ʼκείνως περὶ τὴν αὑτοῦ γίγνεσθαι πόλιν.
克里尼亚德:每个人都会希望自己的城邦以这种方式发展,而不是那一种。
ΑΘ. οὐκοῦν καὶ νομοθέτης ὡσαύτως;
雅典人:那么,立法者不也是同样如此吗?
ΚΛ. τί μήν;
克里尼亚德:当然如此。
ΑΘ. ἆρα οὖν οὐ τοῦ ἀρίστου ἕνεκα πάντα ἂν τὰ νόμιμα τιθείη πᾶς;
雅典人:那么,难道不是每个人都会为了最善的目的而制定所有的规章吗?
ΚΛ. πῶς δʼ οὔ;
克里尼亚德:怎么会不呢?
ΑΘ. τό γε μὴν ἄριστον οὔτε ὁ πόλεμος οὔτε ἡ στάσις, ἀπευκτὸν δὲ τὸ δεηθῆναι τούτων, εἰρήνη δὲ πρὸς ἀλλήλους ἅμα καὶ φιλοφροσύνη, καὶ δὴ καὶ τὸ νικᾶν, ὡς ἔοικεν, αὐτὴν αὑτὴν πόλιν οὐκ ἦν τῶν ἀρίστων ἀλλὰ τῶν ἀναγκαίων·
雅典人:然而,最善的既不是战争也不是内乱——而不得不需要这些则是应当祈求避免的——而是彼此之间的和平与和睦。 而且,看来城邦战胜自身并不属于最善之列,而属于必需之列。
ὅμοιον ὡς εἰ κάμνον σῶμα ἰατρικῆς καθάρσεως τυχὸν ἡγοῖτό τις ἄριστα πράττειν τότε, τῷ δὲ μηδὲ τὸ παράπαν δεηθέντι σώματι μηδὲ προσέχοι τὸν νοῦν, ὡσαύτως δὲ καὶ πρὸς πόλεως εὐδαιμονίαν ἢ καὶ ἰδιώτου διανοούμενος οὕτω τις οὔτʼ ἄν ποτε πολιτικὸς γένοιτο ὀρθῶς, πρὸς τὰ ἔξωθεν πολεμικὰ ἀποβλέπων μόνον καὶ πρῶτον, οὔτʼ ἂν νομοθέτης ἀκριβής, εἰ μὴ χάριν εἰρήνης τὰ πολέμου νομοθετοῖ μᾶλλον ἢ τῶν πολεμικῶν ἕνεκα τὰ τῆς εἰρήνης.
这就像一个人,如果认为一个生病的身体在接受药物净化时处于最好的状态,却完全不关注根本不需要净化的健康身体一样。 同样地,任何人在思考城邦或个人的幸福时若也抱持这种想法,他就绝不会成为一个正确的政治家——如果他仅仅且首要地着眼于外部的战争事务;他也绝不会成为一个精确的立法者——除非他主要是为了和平而制定战争的法律,而不是为了战争的目的而制定和平的法律。
ΚΛ. φαίνεται μέν πως ὁ λόγος οὗτος, ὦ ξένε, ὀρθῶς εἰρῆσθαι, θαυμάζω γε μὴν εἰ τά τε παρʼ ἡμῖν νόμιμα καὶ ἔτι τὰ περὶ Λακεδαίμονα μὴ πᾶσαν τὴν σπουδὴν τούτων ἕνεκα πεποίηται.
克里尼亚德:外邦人啊,这个论证在某种程度上似乎说得对。 然而,我感到奇怪的是,我们那里的规章以及拉刻代蒙的规章,难道不正是为了这些事情而付出了全部的热忱吗?
§1.629ΑΘ. τάχʼ ἂν ἴσως·
雅典人:也许确实如此。
δεῖ δὲ οὐδὲν σκληρῶς ἡμᾶς αὐτοῖς διαμάχεσθαι τὰ νῦν ἀλλʼ ἠρέμα ἀνερωτᾶν, ὡς μάλιστα περὶ ταῦτα ἡμῶν τε καὶ ἐκείνων σπουδαζόντων.
但我们现在完全没必要激烈地争辩,而应当温和地提问,因为我们和他们对这些事都最为热切。
καί μοι τῷ λόγῳ συνακολουθήσατε.
请在论证中紧跟我的思路。
προστησώμεθα γοῦν Τύρταιον, τὸν φύσει μὲν Ἀθηναῖον, τῶνδε δὲ πολίτην γενόμενον, ὃς δὴ μάλιστα ἀνθρώπων περὶ ταῦτα ἐσπούδακεν εἰπὼν ὅτι—
"
οὔτʼ ἂν μνησαίμην οὔτʼ ἐν λόγῳ ἄνδρα τιθείμην
"
"οὔτʼ εἴ τις πλουσιώτατος ἀνθρώπων εἴη, φησίν, οὔτʼ εἰ πολλὰ ἀγαθὰ κεκτημένος, εἰπὼν σχεδὸν ἅπαντα, ὃς μὴ περὶ τὸν πόλεμον ἄριστος γίγνοιτʼ ἀεί.
我们至少可以抬出泰尔泰乌斯,他天性是雅典人,后来成了这里的公民,他在人类中确实对这些事最为热心,他说:“我既不愿提及,也不愿在言辞中看重一个男人……” “……即使他是人类中最富有的人,”他说,“或者拥有许多美好的东西,”他在列举了几乎所有美好的东西后说,“只要他不在战争中始终表现得最优秀。
"
ταῦτα γὰρ ἀκήκοάς που καὶ σὺ τὰ ποιήματα· ὅδε μὲν γὰρ οἶμαι διακορὴς αὐτῶν ἐστι.
”因为我想你也听过这些诗,而这一位,我认为,已经听得耳朵起茧了。
ΜΕ. πάνυ μὲν οὖν.
梅吉洛斯:完全如此。
ΚΛ. καὶ μὴν καὶ παρʼ ἡμᾶς ἐλήλυθε κομισθέντα ἐκ Λακεδαίμονος.
克里尼亚德:而且确实,它们也已经从乐刻代蒙传到了我们这里。
ΑΘ. ἴθι νυν ἀνερώμεθα κοινῇ τουτονὶ τὸν ποιητὴν οὑτωσί πως· ὦ Τύρταιε, ποιητὰ θειότατε—δοκεῖς γὰρ δὴ σοφὸς ἡμῖν εἶναι καὶ ἀγαθός, ὅτι τοὺς μὲν ἐν τῷ πολέμῳ διαφέροντας διαφερόντως ἐγκεκωμίακας—ἤδη οὖν τυγχάνομεν ἐγώ τε καὶ ὅδε καὶ Κλεινίας ὁ Κνώσιος οὑτοσὶ συμφερόμενοί σοι περὶ τούτου σφόδρα, ὡς δοκοῦμεν· εἰ δὲ περὶ τῶν αὐτῶν λέγομεν ἀνδρῶν ἢ μή, βουλόμεθα σαφῶς εἰδέναι.
雅典人:来吧,现在让我们一起用类似这样的方式来询问这位诗人:“噢,最神圣的诗人泰尔泰乌斯啊——在我们看来,你确实既智慧又优秀,因为你对战争中杰出的人给予了格外的赞美——现在,我和这一位以及这位克诺索斯的克里尼亚德,碰巧在这一点上与你高度一致,至少我们自己是这样认为的;但我们谈论的是否是同一类人,我们想明确知道。
λέγε οὖν ἡμῖν·
那么请告诉我们:你是否也像我们一样,清楚地认为有两种战争?
ἆρα εἴδη δύο πολέμου καθάπερ ἡμεῖς ἡγῇ καὶ σὺ σαφῶς; ἢ πῶς;
或者你的看法如何?
πρὸς ταῦτʼ οἶμαι κἂν πολὺ φαυλότερος εἴποι Τυρταίου τις τἀληθές, ὅτι δύο, τὸ μὲν ὃ καλοῦμεν ἅπαντες στάσιν, ὃς δὴ πάντων πολέμων χαλεπώτατος, ὡς ἔφαμεν ἡμεῖς νυνδή· τὸ δὲ ἄλλο πολέμου θήσομεν οἶμαι γένος ἅπαντες ᾧ πρὸς τοὺς ἐκτός τε καὶ ἀλλοφύλους χρώμεθα διαφερόμενοι, πολὺ πρᾳότερον ἐκείνου.
”对此,我想,即使是比泰尔泰乌斯差得多的人,也会说出真相,即有两种战争:一种是我们大家都称之为内乱的,这确实是所有战争中最残酷的一种,正如我们刚才所说;而另一种战争的类型,我想我们大家都会同意,是我们在与外部和异族人发生争执时所采用的,它要比前者温和得多。
ΚΛ. πῶς γὰρ οὔ;
克里尼亚德:怎么会不呢?
ΑΘ. φέρε δή, ποτέρους, καὶ πρὸς πότερον ἐπαινῶν τὸν πόλεμον, οὕτως ὑπερεπῄνεσας, τοὺς δὲ ἔψεξας τῶν ἀνδρῶν;
雅典人:那么,你是在赞美这两者中的哪一方、着眼于哪一种战争,才如此过度地赞扬那些人、并指责其他人的呢?
ἔοικας μὲν γὰρ πρὸς τοὺς ἐκτός· εἴρηκας γοῦν ὧδε ἐν τοῖς ποιήμασιν, ὡς οὐδαμῶς τοὺς τοιούτους ἀνεχόμενος, οἳ μὴ τολμήσωσιν μὲν
"ὁρᾶν φόνον αἱματόεντα,"
"
καὶ δηίων ὀρέγοιντʼ ἐγγύθεν ἱστάμενοι.
因为你似乎是指对外的战争;至少你在诗中是这样说的,表示绝不能容忍那些不敢“目睹血腥屠杀,”“并在近处站立、向敌人发起攻击”的人。
"
οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἂν ἡμεῖς ὅτι
σὺ μὲν ἐπαινεῖς, ὡς ἔοικας, ὦ Τύρταιε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόν τε καὶ ἔξωθεν πόλεμον γιγνομένους ἐπιφανεῖς.
因此,在这之后我们难道不会说:“泰尔泰乌斯啊,看来你最赞赏的,是在对外国和外部的战争中表现卓越的人。
φαίη ταῦτʼ ἄν που καὶ ὁμολογοῖ;
”我想他大概会承认并同意这些吧?