§118ΚΡΙ. τὸ μὲν οὖν ἄστυ καὶ τὸ περὶ τὴν ἀρχαίαν οἴκησιν σχεδὸν ὡς τότʼ ἐλέχθη νῦν διεμνημόνευται·
クリティアス:さて、都城および古代の居所の周辺については、当時語られた通りに、ほぼ今や語り尽くされました。
τῆς δʼ ἄλλης χώρας ὡς ἡ φύσις εἶχεν καὶ τὸ τῆς διακοσμήσεως εἶδος, ἀπομνημονεῦσαι πειρατέον.
しかし、その他の国土について、その自然がどのようであったか、またその配置のあり様がどのようなものであったかを、思い出すよう努めねばなりません。
πρῶτον μὲν οὖν ὁ τόπος ἅπας ἐλέγετο σφόδρα τε ὑψηλὸς καὶ ἀπότομος ἐκ θαλάττης, τὸ δὲ περὶ τὴν πόλιν πᾶν πεδίον, ἐκείνην μὲν περιέχον, αὐτὸ δὲ κύκλῳ περιεχόμενον ὄρεσιν μέχρι πρὸς τὴν θάλατταν καθειμένοις, λεῖον καὶ ὁμαλές, πρόμηκες δὲ πᾶν, ἐπὶ μὲν θάτερα τρισχιλίων σταδίων, κατὰ δὲ μέσον ἀπὸ θαλάττης ἄνω δισχιλίων.
まず第一に、その土地全体は海から極めて高く、また険しく切り立っていると言われていましたが、都の周囲の平野はすべて、都を取り囲み、それ自体は海まで落ち込んでいる山々に周囲を囲まれており、滑らかで平坦で、全体として細長く、一方の側では三千スタディオン、海から上る中央部では二千スタディオンありました。
ὁ δὲ τόπος οὗτος ὅλης τῆς νήσου πρὸς νότον ἐτέτραπτο, ἀπὸ τῶν ἄρκτων κατάβορρος.
そしてこの地域は島全体の中で南に向いており、北風から遮られていました。
τὰ δὲ περὶ αὐτὸν ὄρη τότε ὑμνεῖτο πλῆθος καὶ μέγεθος καὶ κάλλος παρὰ πάντα τὰ νῦν ὄντα γεγονέναι, πολλὰς μὲν κώμας καὶ πλουσίας περιοίκων ἐν ἑαυτοῖς ἔχοντα, ποταμοὺς δὲ καὶ λίμνας καὶ λειμῶνας τροφὴν τοῖς πᾶσιν ἡμέροις καὶ ἀγρίοις ἱκανὴν θρέμμασιν, ὕλην δὲ καὶ πλήθει καὶ γένεσι ποικίλην σύμπασίν τε τοῖς ἔργοις καὶ πρὸς ἕκαστα ἄφθονον.
その周囲の山々は、数、大きさ、美しさにおいて、現在あるすべての山々を凌駕していたと当時称えられており、その中には周辺住民の豊かで数多くの村々があり、また川や湖、牧草地があって、あらゆる家畜や野生の動物に十分な食物を与え、さらに、あらゆる仕事に対して、また個々の用途に対して、量においても種類においても多様で豊富な木材がありました。
ὧδε οὖν τὸ πεδίον φύσει καὶ ὑπὸ βασιλέων πολλῶν ἐν πολλῷ χρόνῳ διεπεπόνητο.
このように、その平野は自然によって、また多くの王たちによって長い時間をかけて耕作され、整えられていました。
τετράγωνον μὲν αὔθʼ ὑπῆρχεν τὰ πλεῖστʼ ὀρθὸν καὶ πρόμηκες, ὅτι δὲ ἐνέλειπε, κατηύθυντο τάφρου κύκλῳ περιορυχθείσης·
平野自体は大部分が直線的な四角形で長方形でしたが、直線から外れている部分は、周囲に濠を巡らせて掘ることによって真っ直ぐに直されました。
τὸ δὲ βάθος καὶ πλάτος τό τε μῆκος αὐτῆς ἄπιστον μὲν λεχθέν, ὡς χειροποίητον ἔργον, πρὸς τοῖς ἄλλοις διαπονήμασι τοσοῦτον εἶναι, ῥητέον δὲ ὅ γε ἠκούσαμεν·
この濠の深さと幅、そして長さは、人手による仕事としては、他の様々な大工事に加えてこれほどのものであるというのは、話に聞いても信じがたいほどですが、それでも私たちが耳にしたことを語らねばなりません。
πλέθρου μὲν γὰρ βάθος ὀρώρυκτο, τὸ δὲ πλάτος ἁπάντῃ σταδίου, περὶ δὲ πᾶν τὸ πεδίον ὀρυχθεῖσα συνέβαινεν εἶναι τὸ μῆκος σταδίων μυρίων.
すなわち、深さは一プレトロン掘り下げられ、幅はどこでも一スタディオンあり、平野全体を囲んで掘られたため、その長さは一万スタディオンに達することになりました。
τὰ δʼ ἐκ τῶν ὀρῶν καταβαίνοντα ὑποδεχομένη ῥεύματα καὶ περὶ τὸ πεδίον κυκλωθεῖσα, πρὸς τὴν πόλιν ἔνθεν τε καὶ ἔνθεν ἀφικομένη, ταύτῃ πρὸς θάλατταν μεθεῖτο ἐκρεῖν.
濠は山々から下りてくる流れを受け止め、平野の周囲を巡り、都の両側に達すると、そこで海へと流れ出るように放たれていました。
ἄνωθεν δὲ ἀπʼ αὐτῆς τὸ πλάτος μάλιστα ἑκατὸν ποδῶν διώρυχες εὐθεῖαι τετμημέναι κατὰ τὸ πεδίον πάλιν εἰς τὴν τάφρον τὴν πρὸς θαλάττης ἀφεῖντο, ἑτέρα δὲ ἀφʼ ἑτέρας αὐτῶν σταδίους ἑκατὸν ἀπεῖχεν·
また、上流部では濠から、幅およそ百フィートの真っ直ぐな運河が平野を横切って切り開かれ、再び海側の濠へと放たれており、運河同士の間隔はそれぞれ百スタディオン離れていました。
ᾗ δὴ τήν τε ἐκ τῶν ὀρῶν ὕλην κατῆγον εἰς τὸ ἄστυ καὶ τἆλλα δὲ ὡραῖα πλοίοις κατεκομίζοντο, διάπλους ἐκ τῶν διωρύχων εἰς ἀλλήλας τε πλαγίας καὶ πρὸς τὴν πόλιν τεμόντες.
これらによって、彼らは山からの木材を都へと運び下ろし、またその他の季節の産物を船で運んできました。 そのために、運河から互いの間、および都へと通じる斜めの横断水路を切り開いていたのです。
καὶ δὶς δὴ τοῦ ἐνιαυτοῦ τὴν γῆν ἐκαρποῦντο, χειμῶνος μὲν τοῖς ἐκ Διὸς ὕδασι χρώμενοι, θέρους δὲ ὅσα γῆ φέρει τὰ ἐκ τῶν διωρύχων ἐπάγοντες νάματα.
そして、一年に二度、大地の恵みを得ていました。 冬にはゼウスからの雨を利用し、夏には大地が育てるものに運河からの水を引いて湿らせていたからです。
§119ΚΡΙ. πλῆθος δέ, τῶν μὲν ἐν τῷ πεδίῳ χρησίμων πρὸς πόλεμον ἀνδρῶν ἐτέτακτο τὸν κλῆρον ἕκαστον παρέχειν ἄνδρα ἡγεμόνα, τὸ δὲ τοῦ κλήρου μέγεθος εἰς δέκα δεκάκις ἦν στάδια, μυριάδες δὲ συμπάντων τῶν κλήρων ἦσαν ἕξ·
クリティアス:兵員数に関しては、平野に住む戦争に有用な男たちのうち、各区画が一人の指導者を出すように定められていました。 一区画の大きさは十スタディオン四方であり、すべての区画の総数は六万ありました。
τῶν δʼ ἐκ τῶν ὀρῶν καὶ τῆς ἄλλης χώρας ἀπέραντος μὲν ἀριθμὸς ἀνθρώπων ἐλέγετο, κατὰ δὲ τόπους καὶ κώμας εἰς τούτους τοὺς κλήρους πρὸς τοὺς ἡγεμόνας ἅπαντες διενενέμηντο.
山々やその他の地方から集まる人々の数は無限であると言われていましたが、彼らは全員、地域や村ごとに、これらの区画の指導者のもとに配属されていました。
τὸν οὖν ἡγεμόνα ἦν τεταγμένον εἰς τὸν πόλεμον παρέχειν ἕκτον μὲν ἅρματος πολεμιστηρίου μόριον εἰς μύρια ἅρματα, ἵππους δὲ δύο καὶ ἀναβάτας, ἔτι δὲ συνωρίδα χωρὶς δίφρου καταβάτην τε μικράσπιδα καὶ τὸν ἀμφοῖν μετʼ ἐπιβάτην τοῖν ἵπποιν ἡνίοχον ἔχουσαν, ὁπλίτας δὲ δύο καὶ τοξότας σφενδονήτας τε ἑκατέρους δύο, γυμνῆτας δὲ λιθοβόλους καὶ ἀκοντιστὰς τρεῖς ἑκατέρους, ναύτας δὲ τέτταρας εἰς πλήρωμα διακοσίων καὶ χιλίων νεῶν.
したがって、各指導者は、一万台の戦車を揃えるために戦車の六分の一、および馬二頭とその乗り手二名、さらには、座席のない二頭立ての馬と、それに乗る小盾を持った下馬戦闘兵、およびその二頭の馬を操る御者(この御者は下馬戦闘兵とともに乗り込む)を一人、重装歩兵二人、弓兵二人、投石兵二人、また軽装の石投げ兵三人、槍投げ兵三人、そして千二百隻の船の乗組員として船員四人を供出することが定められていました。
τὰ μὲν οὖν πολεμιστήρια οὕτω διετέτακτο τῆς βασιλικῆς πόλεως, τῶν δὲ ἐννέα ἄλλα ἄλλως, ἃ μακρὸς ἂν χρόνος εἴη λέγειν.
王都の軍備はこのように配備されていましたが、他の九つの領国についてはそれぞれ異なっており、それを語るには長い時間がかかるでしょう。
τὰ δὲ τῶν ἀρχῶν καὶ τιμῶν ὧδʼ εἶχεν ἐξ ἀρχῆς διακοσμηθέντα.
一方、官職と特権に関する事柄は、最初から以下のように整えられていました。
τῶν δέκα βασιλέων εἷς ἕκαστος ἐν μὲν τῷ καθʼ αὑτὸν μέρει κατὰ τὴν αὑτοῦ πόλιν τῶν ἀνδρῶν καὶ τῶν πλείστων νόμων ἦρχεν, κολάζων καὶ ἀποκτεινὺς ὅντινʼ ἐθελήσειεν·
十人の王たちは、それぞれが自分に割り当てられた領地において、自分の都市の人民と大半の法律を支配し、望む者を誰でも処罰し死刑に処することができました。
ἡ δὲ ἐν ἀλλήλοις ἀρχὴ καὶ κοινωνία κατὰ ἐπιστολὰς ἦν τὰς τοῦ Ποσειδῶνος, ὡς ὁ νόμος αὐτοῖς παρέδωκεν καὶ γράμματα ὑπὸ τῶν πρώτων ἐν στήλῃ γεγραμμένα ὀρειχαλκίνῃ, ἣ κατὰ μέσην τὴν νῆσον ἔκειτʼ ἐν ἱερῷ Ποσειδῶνος, οἷ δὴ διʼ ἐνιαυτοῦ πέμπτου, τοτὲ δὲ ἐναλλὰξ ἕκτου, συνελέγοντο, τῷ τε ἀρτίῳ καὶ τῷ περιττῷ μέρος ἴσον ἀπονέμοντες, συλλεγόμενοι δὲ περί τε τῶν κοινῶν ἐβουλεύοντο καὶ ἐξήταζον εἴ τίς τι παραβαίνοι, καὶ ἐδίκαζον.
しかし、王たちの相互の間における支配と交際は、ポセイドンの定めに、すなわち法律が彼らに伝え、最初の王たちがオリハルコンの碑柱に刻んだ文字に従っていました。 この碑柱は島の中央、ポセイドンの神殿に置かれていました。 彼らはそこに五年ごと、あるいは交互に六年ごとに集まり、偶数と奇数の双方に等しい敬意を払い、集まると共同の事柄について協議し、誰かが何らかの違反をしていないかを審査し、裁判を行いました。
ὅτε δὲ δικάζειν μέλλοιεν, πίστεις ἀλλήλοις τοιάσδε ἐδίδοσαν πρότερον.
そして、裁判を行おうとするときには、あらかじめ互いに次のような誓約を交わしました。
ἀφέτων ὄντων ταύρων ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ, μόνοι γιγνόμενοι δέκα ὄντες, ἐπευξάμενοι τῷ θεῷ τὸ κεχαρισμένον αὐτῷ θῦμα ἑλεῖν, ἄνευ σιδήρου ξύλοις καὶ βρόχοις ἐθήρευον, ὃν δὲ ἕλοιεν τῶν ταύρων, πρὸς τὴν στήλην προσαγαγόντες κατὰ κορυφὴν αὐτῆς ἔσφαττον κατὰ τῶν γραμμάτων.
ポセイドンの神殿には牡牛たちが放たれており、十人の王たちだけが他に伴う者なく神殿に残り、神に喜ばれる生贄を捕らえることができるよう祈願したうえで、鉄器を用いることなく、木棒と投げ縄だけで狩りを行いました。 そして、捕らえた牡牛を碑柱へと引いていき、その上端のところで、碑文の上に血がかかるようにして屠りました。
ἐν δὲ τῇ στήλῃ πρὸς τοῖς νόμοις ὅρκος ἦν μεγάλας ἀρὰς ἐπευχόμενος τοῖς ἀπειθοῦσιν.
碑柱には、法律のほかに、従わない者たちに恐ろしい呪いをもたらす誓約が記されていました。