Humanitext Reader

柏拉图 · 克里底亚篇 §118-119

亚特兰蒂斯的国土形貌、军制与诸王仪式

第 8 段,共 9 段 · 希腊语

内容简介

克里底亚描述了亚特兰蒂斯平原与群山的自然风貌、庞大的人工壕沟和运河网络,以及实现一年两熟的灌溉系统。随后,他概述了该国的军事编制,以及十位国王根据波塞冬的法律共同统治和进行审判时的仪式。

§118ΚΡΙ. τὸ μὲν οὖν ἄστυ καὶ τὸ περὶ τὴν ἀρχαίαν οἴκησιν σχεδὸν ὡς τότʼ ἐλέχθη νῦν διεμνημόνευται· τῆς δʼ ἄλλης χώρας ὡς ἡ φύσις εἶχεν καὶ τὸ τῆς διακοσμήσεως εἶδος, ἀπομνημονεῦσαι πειρατέον.
克里底亚:因此,关于都城以及古老住所的周边,当时所说的,如今大体上都已述说完毕;但对于其他国土,其自然状况如何以及其规划的形式,我们必须设法回忆起来。
πρῶτον μὲν οὖν ὁ τόπος ἅπας ἐλέγετο σφόδρα τε ὑψηλὸς καὶ ἀπότομος ἐκ θαλάττης, τὸ δὲ περὶ τὴν πόλιν πᾶν πεδίον, ἐκείνην μὲν περιέχον, αὐτὸ δὲ κύκλῳ περιεχόμενον ὄρεσιν μέχρι πρὸς τὴν θάλατταν καθειμένοις, λεῖον καὶ ὁμαλές, πρόμηκες δὲ πᾶν, ἐπὶ μὲν θάτερα τρισχιλίων σταδίων, κατὰ δὲ μέσον ἀπὸ θαλάττης ἄνω δισχιλίων.
首先,整个地区据称从海面看去非常高峻且陡峭,而城市周围的整个平原包围着城市,其自身则被延伸至海边的群山环抱,平坦而均匀,整体呈长方形,一侧长三千斯塔迪翁,从海边向上的中部则宽二千斯塔迪翁。
ὁ δὲ τόπος οὗτος ὅλης τῆς νήσου πρὸς νότον ἐτέτραπτο, ἀπὸ τῶν ἄρκτων κατάβορρος.
整个岛屿中,这一地区朝向南方,免受北风侵袭。
τὰ δὲ περὶ αὐτὸν ὄρη τότε ὑμνεῖτο πλῆθος καὶ μέγεθος καὶ κάλλος παρὰ πάντα τὰ νῦν ὄντα γεγονέναι, πολλὰς μὲν κώμας καὶ πλουσίας περιοίκων ἐν ἑαυτοῖς ἔχοντα, ποταμοὺς δὲ καὶ λίμνας καὶ λειμῶνας τροφὴν τοῖς πᾶσιν ἡμέροις καὶ ἀγρίοις ἱκανὴν θρέμμασιν, ὕλην δὲ καὶ πλήθει καὶ γένεσι ποικίλην σύμπασίν τε τοῖς ἔργοις καὶ πρὸς ἕκαστα ἄφθονον.
当时,其周围的群山因其数量、规模和美丽而被歌颂为超越了如今存在的一切群山,其内部拥有许多富庶的周边居民村落,以及河流、湖泊和牧草地,为所有驯养的和野生的牲畜提供充足的食物,还有在数量和种类上都多种多样、对所有工程及各项用途都十分充足的木材。
ὧδε οὖν τὸ πεδίον φύσει καὶ ὑπὸ βασιλέων πολλῶν ἐν πολλῷ χρόνῳ διεπεπόνητο.
因此,这一平原在自然的力量下,并经过许多国王在漫长时间里的开垦整治,被建设得如此完善。
τετράγωνον μὲν αὔθʼ ὑπῆρχεν τὰ πλεῖστʼ ὀρθὸν καὶ πρόμηκες, ὅτι δὲ ἐνέλειπε, κατηύθυντο τάφρου κύκλῳ περιορυχθείσης·
它本身大部分是笔直的长方形,而不足的地方,则通过在周围挖掘一圈壕沟来使之变直。
τὸ δὲ βάθος καὶ πλάτος τό τε μῆκος αὐτῆς ἄπιστον μὲν λεχθέν, ὡς χειροποίητον ἔργον, πρὸς τοῖς ἄλλοις διαπονήμασι τοσοῦτον εἶναι, ῥητέον δὲ ὅ γε ἠκούσαμεν· πλέθρου μὲν γὰρ βάθος ὀρώρυκτο, τὸ δὲ πλάτος ἁπάντῃ σταδίου, περὶ δὲ πᾶν τὸ πεδίον ὀρυχθεῖσα συνέβαινεν εἶναι τὸ μῆκος σταδίων μυρίων.
这条壕沟的深度、宽度和长度,作为一项人工工程,在外加其他庞大工程的情况下,听起来令人难以置信,但我们必须陈述我们所听到的内容:其深度被挖掘至一普勒特隆,宽度处处为一斯塔迪翁,绕着整个平原挖掘,其总长度达到了一万斯塔迪翁。
τὰ δʼ ἐκ τῶν ὀρῶν καταβαίνοντα ὑποδεχομένη ῥεύματα καὶ περὶ τὸ πεδίον κυκλωθεῖσα, πρὸς τὴν πόλιν ἔνθεν τε καὶ ἔνθεν ἀφικομένη, ταύτῃ πρὸς θάλατταν μεθεῖτο ἐκρεῖν.
它承接了从山上流下的溪流,环绕平原一圈,流经城市的两边,并在那里的河口排入大海。
ἄνωθεν δὲ ἀπʼ αὐτῆς τὸ πλάτος μάλιστα ἑκατὸν ποδῶν διώρυχες εὐθεῖαι τετμημέναι κατὰ τὸ πεδίον πάλιν εἰς τὴν τάφρον τὴν πρὸς θαλάττης ἀφεῖντο, ἑτέρα δὲ ἀφʼ ἑτέρας αὐτῶν σταδίους ἑκατὸν ἀπεῖχεν·
在平原上方,从壕沟引出一条条宽度约一百英尺的笔直运河,横穿平原,再次排入靠近海边的壕沟,而运河彼此之间相距一百斯塔迪翁。
ᾗ δὴ τήν τε ἐκ τῶν ὀρῶν ὕλην κατῆγον εἰς τὸ ἄστυ καὶ τἆλλα δὲ ὡραῖα πλοίοις κατεκομίζοντο, διάπλους ἐκ τῶν διωρύχων εἰς ἀλλήλας τε πλαγίας καὶ πρὸς τὴν πόλιν τεμόντες.
通过这些运河,他们将山上的木材运往下游的都城,并用船只运送其他时令产物,因为他们在运河之间以及通往城市的方向上开凿了交叉的斜向水路。
καὶ δὶς δὴ τοῦ ἐνιαυτοῦ τὴν γῆν ἐκαρποῦντο, χειμῶνος μὲν τοῖς ἐκ Διὸς ὕδασι χρώμενοι, θέρους δὲ ὅσα γῆ φέρει τὰ ἐκ τῶν διωρύχων ἐπάγοντες νάματα.
他们一年收获两次土地的作物,冬季利用宙斯赐予的雨水,夏季则引入运河的水流来灌溉土地所生产的一切。
§119ΚΡΙ. πλῆθος δέ, τῶν μὲν ἐν τῷ πεδίῳ χρησίμων πρὸς πόλεμον ἀνδρῶν ἐτέτακτο τὸν κλῆρον ἕκαστον παρέχειν ἄνδρα ἡγεμόνα, τὸ δὲ τοῦ κλήρου μέγεθος εἰς δέκα δεκάκις ἦν στάδια, μυριάδες δὲ συμπάντων τῶν κλήρων ἦσαν ἕξ·
克里底亚:至于人数,在平原中适于作战的男子里,规定每个份地要提供一名指挥官;一个份地的大小是十乘十斯塔迪翁,所有份地的总数是六万个。
τῶν δʼ ἐκ τῶν ὀρῶν καὶ τῆς ἄλλης χώρας ἀπέραντος μὲν ἀριθμὸς ἀνθρώπων ἐλέγετο, κατὰ δὲ τόπους καὶ κώμας εἰς τούτους τοὺς κλήρους πρὸς τοὺς ἡγεμόνας ἅπαντες διενενέμηντο.
至于来自山区和其余国土的人,其数量据说多得无法估量,他们全部按地区和村庄被分配到这些份地,归属于各份地的指挥官。
τὸν οὖν ἡγεμόνα ἦν τεταγμένον εἰς τὸν πόλεμον παρέχειν ἕκτον μὲν ἅρματος πολεμιστηρίου μόριον εἰς μύρια ἅρματα, ἵππους δὲ δύο καὶ ἀναβάτας, ἔτι δὲ συνωρίδα χωρὶς δίφρου καταβάτην τε μικράσπιδα καὶ τὸν ἀμφοῖν μετʼ ἐπιβάτην τοῖν ἵπποιν ἡνίοχον ἔχουσαν, ὁπλίτας δὲ δύο καὶ τοξότας σφενδονήτας τε ἑκατέρους δύο, γυμνῆτας δὲ λιθοβόλους καὶ ἀκοντιστὰς τρεῖς ἑκατέρους, ναύτας δὲ τέτταρας εἰς πλήρωμα διακοσίων καὶ χιλίων νεῶν.
因此,规定每位指挥官在战争中要提供:一辆战车的六分之一(以此拼凑出一万辆战车),两匹战马和骑手,以及一对没有车厢的双联马、一名持小盾且在必要时下马作战的士兵,以及一名共同乘坐并驾驭这两匹马的御者;还有重装步兵两人,弓箭手两人,投石手二人,以及轻装的掷石兵和标枪手各三人,还有用以配备一千二百艘战船的船员四人。
τὰ μὲν οὖν πολεμιστήρια οὕτω διετέτακτο τῆς βασιλικῆς πόλεως, τῶν δὲ ἐννέα ἄλλα ἄλλως, ἃ μακρὸς ἂν χρόνος εἴη λέγειν.
皇家城邦的军事编制便是如此,而其余九个国家的编制则各有不同,要一一说明需耗费极长的时间。
τὰ δὲ τῶν ἀρχῶν καὶ τιμῶν ὧδʼ εἶχεν ἐξ ἀρχῆς διακοσμηθέντα.
至于官职与特权的分配,自始便是如下规划的。
τῶν δέκα βασιλέων εἷς ἕκαστος ἐν μὲν τῷ καθʼ αὑτὸν μέρει κατὰ τὴν αὑτοῦ πόλιν τῶν ἀνδρῶν καὶ τῶν πλείστων νόμων ἦρχεν, κολάζων καὶ ἀποκτεινὺς ὅντινʼ ἐθελήσειεν·
十位国王中的每一位,在各自管辖的领地和城邦里,都统治着人民和绝大部分法律,有权惩罚和处死他所想惩罚和处死的任何人。
ἡ δὲ ἐν ἀλλήλοις ἀρχὴ καὶ κοινωνία κατὰ ἐπιστολὰς ἦν τὰς τοῦ Ποσειδῶνος, ὡς ὁ νόμος αὐτοῖς παρέδωκεν καὶ γράμματα ὑπὸ τῶν πρώτων ἐν στήλῃ γεγραμμένα ὀρειχαλκίνῃ, ἣ κατὰ μέσην τὴν νῆσον ἔκειτʼ ἐν ἱερῷ Ποσειδῶνος, οἷ δὴ διʼ ἐνιαυτοῦ πέμπτου, τοτὲ δὲ ἐναλλὰξ ἕκτου, συνελέγοντο, τῷ τε ἀρτίῳ καὶ τῷ περιττῷ μέρος ἴσον ἀπονέμοντες, συλλεγόμενοι δὲ περί τε τῶν κοινῶν ἐβουλεύοντο καὶ ἐξήταζον εἴ τίς τι παραβαίνοι, καὶ ἐδίκαζον.
但他们彼此之间的统治和交往,则是依据波塞冬的诫命,即法律传给他们的规定,以及最初的国王们刻在山铜碑柱上的文字。 这根碑柱立在岛屿正中、波塞冬的神殿里。 他们每五年、有时交替每六年在此集会,以此将均等的份额分配给偶数和奇数;集会时,他们商议公共事务,审查是否有人违背了法律,并进行审判。
ὅτε δὲ δικάζειν μέλλοιεν, πίστεις ἀλλήλοις τοιάσδε ἐδίδοσαν πρότερον.
在他们准备进行审判时,首先要互相提供如下的誓言。
ἀφέτων ὄντων ταύρων ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ, μόνοι γιγνόμενοι δέκα ὄντες, ἐπευξάμενοι τῷ θεῷ τὸ κεχαρισμένον αὐτῷ θῦμα ἑλεῖν, ἄνευ σιδήρου ξύλοις καὶ βρόχοις ἐθήρευον, ὃν δὲ ἕλοιεν τῶν ταύρων, πρὸς τὴν στήλην προσαγαγόντες κατὰ κορυφὴν αὐτῆς ἔσφαττον κατὰ τῶν γραμμάτων.
由于在波塞冬的神殿里放养着一些公牛,他们十人便单独留在神殿中,向神明祈祷能捕获神所悦纳的祭品,他们不用铁器,而是用木棒和绳套来猎捕公牛;他们将捕获的那只公牛牵到碑柱前,在碑柱的顶端、正对着那些文字的地方将其宰杀,让血滴在文字之上。
ἐν δὲ τῇ στήλῃ πρὸς τοῖς νόμοις ὅρκος ἦν μεγάλας ἀρὰς ἐπευχόμενος τοῖς ἀπειθοῦσιν.
在碑柱上,除了法律之外,还有一份誓言,向那些不服从者施加严厉的诅咒。

词汇与语法注释

  1. 118aτῆς δʼ ἄλλης χώρας — 先行(prolepsis)属格。后随 ὡς 从句的主语被提至主句并置于属格,或者直接受表示回忆的动词 ἀπομνημονεῦσαι 支配。
  2. 118cἄπιστον μὲν λεχθέν... εἶναι — 此处的骨架是“虽说令人难以置信(ἄπιστον μὲν λεχθέν... εἶναι)”与“但仍须陈述(ῥητέον δὲ)”之间的对比。不定式 εἶναι 的主语是“深度、宽度和长度(τὸ βάθος καὶ πλάτος τό τε μῆκος)”。
  3. 119aτὸν οὖν ἡγεμόνα ἦν τεταγμένον... παρέχειν — 无人称结构 ἦν τεταγμένον(已被规定)后接“对格+不定式”(AcI)结构,其中 τὸν ἡγεμόνα 是不定式 παρέχειν 的逻辑主语(对格)。

引用这一段

柏拉图, 克里底亚篇 §118-119. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg032.humanitext-grc2:118-119

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。