Humanitext Reader

プラトン · クリティアス §120-121

アトランティス王たちの裁判と堕落および神々の招集

9 / 9 箇所 · ギリシア語

要旨

アトランティスの王たちが伝統的な法に従って誓約と共同の裁判を行う儀式の様子と、彼らの徳が衰えて利己的になり破滅へと向かう過程、そして神々を招集するゼウスの姿が描かれます。

§120ΚΡΙ. ὅτʼ οὖν κατὰ τοὺς αὑτῶν νόμους θύσαντες καθαγίζοιεν πάντα τοῦ ταύρου τὰ μέλη, κρατῆρα κεράσαντες ὑπὲρ ἑκάστου θρόμβον ἐνέβαλλον αἵματος, τὸ δʼ ἄλλʼ εἰς τὸ πῦρ ἔφερον, περικαθήραντες τὴν στήλην·
クリティアス:さて、彼らが自分たちの法律に従って犠牲を捧げ、牡牛のすべての部位を焼き尽くすとき、混酒器に酒を混ぜ、それぞれの王のために血の塊を一つずつ投げ入れ、残りの部分は、碑柱の周囲を清めた上で、火の中へと投げ入れました。
μετὰ δὲ τοῦτο χρυσαῖς φιάλαις ἐκ τοῦ κρατῆρος ἀρυτόμενοι, κατὰ τοῦ πυρὸς σπένδοντες ἐπώμνυσαν δικάσειν τε κατὰ τοὺς ἐν τῇ στήλῃ νόμους καὶ κολάσειν εἴ τίς τι πρότερον παραβεβηκὼς εἴη, τό τε αὖ μετὰ τοῦτο μηδὲν τῶν γραμμάτων ἑκόντες παραβήσεσθαι, μηδὲ ἄρξειν μηδὲ ἄρχοντι πείσεσθαι πλὴν κατὰ τοὺς τοῦ πατρὸς ἐπιτάττοντι νόμους.
この後、彼らは黄金の杯で混酒器から酒を汲み取り、火の上に注ぎかけながら、碑柱に記された法律に従って裁判を行い、以前に誰かが何らかの違反を犯していたならば処罰すること、そしてさらに、今後は碑文に書かれたことを何一つ自発的には違背しないこと、また、父がその法律に従って命令するのでなければ、自ら支配することもなく、支配者に従うことも決してしない、と誓いました。
ταῦτα ἐπευξάμενος ἕκαστος αὐτῶν αὑτῷ καὶ τῷ ἀφʼ αὑτοῦ γένει, πιὼν καὶ ἀναθεὶς τὴν φιάλην εἰς τὸ ἱερὸν τοῦ θεοῦ, περὶ τὸ δεῖπνον καὶ τἀναγκαῖα διατρίψας, ἐπειδὴ γίγνοιτο σκότος καὶ τὸ πῦρ ἐψυγμένον τὸ περὶ τὰ θύματα εἴη, πάντες οὕτως ἐνδύντες ὅτι καλλίστην κυανῆν στολήν, ἐπὶ τὰ τῶν ὁρκωμοσίων καύματα χαμαὶ καθίζοντες, νύκτωρ, πᾶν τὸ περὶ τὸ ἱερὸν ἀποσβεννύντες πῦρ, ἐδικάζοντό τε καὶ ἐδίκαζον εἴ τίς τι παραβαίνειν αὐτῶν αἰτιῷτό τινα·
彼らの各々が自分自身と自分の子孫のためにこのように祈り、酒を飲んでその杯を神の神殿に奉納し、夕食や必要な雑事に時間を費やした後、暗くなり、生贄を巡る火が冷えたとき、全員がこのように極めて美しい濃紺の衣を身にまとい、誓いの犠牲の燃え殻のそばの地面に座り、夜に、神殿の周囲のすべての火を消した状態で、もし彼らのうちの誰かが、他の誰かが何かを違反したと非難するなら、互いに訴え合い、また裁き合いました。
δικάσαντες δέ, τὰ δικασθέντα, ἐπειδὴ φῶς γένοιτο, ἐν χρυσῷ πίνακι γράψαντες μετὰ τῶν στολῶν μνημεῖα ἀνετίθεσαν.
そして、裁き終えると、夜が明けたときに、その判決を黄金の板に書き記し、それらの衣とともに記念の品として奉納したのです。
νόμοι δὲ πολλοὶ μὲν ἄλλοι περὶ τὰ γέρα τῶν βασιλέων ἑκάστων ἦσαν ἴδιοι, τὰ δὲ μέγιστα, μήτε ποτὲ ὅπλα ἐπʼ ἀλλήλους οἴσειν βοηθήσειν τε πάντας, ἄν πού τις αὐτῶν ἔν τινι πόλει τὸ βασιλικὸν καταλύειν ἐπιχειρῇ γένος, κοινῇ δέ, καθάπερ οἱ πρόσθεν, βουλευόμενοι τὰ δόξαντα περὶ πολέμου καὶ τῶν ἄλλων πράξεων, ἡγεμονίαν ἀποδιδόντες τῷ Ἀτλαντικῷ γένει.
各王の特権に関しては他にも多くの固有の法律がありましたが、最も重要なものは、互いに対して決して武器を向けないこと、また、もし彼らのうちの誰かがどこかの都市で王家を打倒しようと試みたならば全員で助け合うこと、そして、先祖たちと同じように、戦争やその他の行為に関する決定を共同で協議し、指導権はアトラスの家系に与えることでした。
θανάτου δὲ τὸν βασιλέα τῶν συγγενῶν μηδενὸς εἶναι κύριον, ὃν ἂν μὴ τῶν δέκα τοῖς ὑπὲρ ἥμισυ δοκῇ.
また、十人の王のうち過半数の賛成がない限り、王は親族の誰に対しても死刑を決定する権限を持たないこととされました。
ταύτην δὴ τοσαύτην καὶ τοιαύτην δύναμιν ἐν ἐκείνοις τότε οὖσαν τοῖς τόποις ὁ θεὸς ἐπὶ τούσδε αὖ τοὺς τόπους συντάξας ἐκόμισεν ἔκ τινος τοιᾶσδε, ὡς λόγος, προφάσεως.
これほどに大きく、このような性質を持っていた当時のあの地における力を、神は組織した上で、伝えるところによれば、以下のような理由から、今度は私たちのこちらの地へと差し向けたのです。
ἐπὶ πολλὰς μὲν γενεάς, μέχριπερ ἡ τοῦ θεοῦ φύσις αὐτοῖς ἐξήρκει, κατήκοοί τε ἦσαν τῶν νόμων καὶ πρὸς τὸ συγγενὲς θεῖον φιλοφρόνως εἶχον·
多くの世代にわたり、神から受け継いだ本性が彼らの中に保たれている間は、彼らは法律に従順であり、同族である神的なものに対して親愛の情を抱いていました。
§121ΚΡΙ. τὰ γὰρ φρονήματα ἀληθινὰ καὶ πάντῃ μεγάλα ἐκέκτηντο, πρᾳότητι μετὰ φρονήσεως πρός τε τὰς ἀεὶ συμβαινούσας τύχας καὶ πρὸς ἀλλήλους χρώμενοι, διὸ πλὴν ἀρετῆς πάντα ὑπερορῶντες μικρὰ ἡγοῦντο τὰ παρόντα καὶ ῥᾳδίως ἔφερον οἷον ἄχθος τὸν τοῦ χρυσοῦ τε καὶ τῶν ἄλλων κτημάτων ὄγκον, ἀλλʼ οὐ μεθύοντες ὑπὸ τρυφῆς διὰ πλοῦτον ἀκράτορες αὑτῶν ὄντες ἐσφάλλοντο, νήφοντες δὲ ὀξὺ καθεώρων ὅτι καὶ ταῦτα πάντα ἐκ φιλίας τῆς κοινῆς μετʼ ἀρετῆς αὐξάνεται, τῇ δὲ τούτων σπουδῇ καὶ τιμῇ φθίνει ταῦτά τε αὐτὰ κἀκείνη συναπόλλυται τούτοις.
クリティアス:なぜなら彼らは、常に起こりうる運命に対しても、また互いに対しても、知慮を伴った穏やかさをもって接し、真実で、あらゆる点で大いなる精神を宿していたからです。 そのため、徳以外のすべてのものを軽視し、現にある財産をわずかなものと考え、黄金やその他の所有物の重みを、あたかも重荷であるかのように容易に持ち運んでいました。 そして、富による贅沢によって泥酔し、自制心を失って過ちを犯すことはなく、むしろ冷静に、これらすべてのものも、徳を伴う共同の友愛から増大するのであり、これらを熱心に追い求め尊重するならば、財産そのものも減少するし、あの徳もこれらとともに滅び去るのだ、ということをはっきりと見抜いていました。
ἐκ δὴ λογισμοῦ τε τοιούτου καὶ φύσεως θείας παραμενούσης πάντʼ αὐτοῖς ηὐξήθη ἃ πρὶν διήλθομεν.
このような思慮と神的な本性がとどまっていたことによって、私たちが先ほど列挙したすべてのものが彼らににとって増大したのです。
ἐπεὶ δʼ ἡ τοῦ θεοῦ μὲν μοῖρα ἐξίτηλος ἐγίγνετο ἐν αὐτοῖς πολλῷ τῷ θνητῷ καὶ πολλάκις ἀνακεραννυμένη, τὸ δὲ ἀνθρώπινον ἦθος ἐπεκράτει, τότε ἤδη τὰ παρόντα φέρειν ἀδυνατοῦντες ἠσχημόνουν, καὶ τῷ δυναμένῳ μὲν ὁρᾶν αἰσχροὶ κατεφαίνοντο, τὰ κάλλιστα ἀπὸ τῶν τιμιωτάτων ἀπολλύντες, τοῖς δὲ ἀδυνατοῦσιν ἀληθινὸν πρὸς εὐδαιμονίαν βίον ὁρᾶν τότε δὴ μάλιστα πάγκαλοι μακάριοί τε ἐδοξάζοντο εἶναι, πλεονεξίας ἀδίκου καὶ δυνάμεως ἐμπιμπλάμενοι.
しかし、彼らの中の神的な分け前が、多くの可死的な性質と何度も混ざり合うことによって薄れていき、人間の気性が支配的になったとき、彼らはもはや現在の幸運を持ちこたえることができなくなって見苦しい振る舞いをするようになり、本質を見抜くことのできる者から見れば、最も価値あるものの中から最も美しいものを失っていく彼らは醜く映りましたが、真に幸福な生を見抜くことのできない者たちにとっては、不正な強欲と力に満ちているその時こそ、彼らはこの上なく美しく祝福されていると思われたのです。
θεὸς δὲ ὁ θεῶν Ζεὺς ἐν νόμοις βασιλεύων, ἅτε δυνάμενος καθορᾶν τὰ τοιαῦτα, ἐννοήσας γένος ἐπιεικὲς ἀθλίως διατιθέμενον, δίκην αὐτοῖς ἐπιθεῖναι βουληθείς, ἵνα γένοιντο ἐμμελέστεροι σωφρονισθέντες, συνήγειρεν θεοὺς πάντας εἰς τὴν τιμιωτάτην αὐτῶν οἴκησιν, ἣ δὴ κατὰ μέσον παντὸς τοῦ κόσμου βεβηκυῖα καθορᾷ πάντα ὅσα γενέσεως μετείληφεν, καὶ συναγείρας εἶπεν—
神々の神であるゼウスは、法に従って統治し、そのようなことを見抜くことができるが、優れた種族が哀れな状態に陥っているのを認め、彼らを懲らしめて、懲らしめられることによってより調和のとれた者となるよう望み、神々すべてを彼らの最も尊い住処へと招集しました。 その住処は、宇宙のまさに中心に位置し、生成変化にあずかるすべてのものを見下ろしています。 そして彼らを集めると、このように語りました――

語釈・文法注

  1. 120bπλὴν κατὰ τοὺς τοῦ πατρὸς ἐπιτάττοντι νόμους — ἐπιτάττοντι は νόμους に係る形容詞(「命じる法律に従って」)とも、τοῦ πατρὸς を修飾する分詞与格形(「命じる父の指示に従って」)とも解釈しうる。ここでは後者として、父神ポセイドンの定めに従って命じられた法に従うという文脈で解釈している。
  2. 120bὅτι καλλίστην — 接頭辞 ὅτι は最上級 καλλίστην を伴って「できる限り〜な」という最大級の強調表現を構成している。
  3. 120dταύτην δὴ τοσαύτην καὶ τοιαύτην δύναμιν... ὁ θεὸς ἐπὶ τούσδε αὖ τοὺς τόπους συντάξας ἐκόμισεν — 長い主節の構造整理。主語は ὁ θεὸς で、目的語である ταύτην δὴ τοσαύτην καὶ τοιαύτην δύναμιν が強調のために文頭に置かれている。分詞 συντάξας は「組織した上で」という意味で主語の動作を補足し、主動詞 ἐκόμισεν に繋がる。
  4. 121bτῷ δυναμένῳ μὲν ὁρᾶν... τοῖς δὲ ἀδυνατοῦσιν... ὁρᾶν — 与格分詞 τῷ δυναμένῳ と τοῖς ἀδυνατοῦσιν は、判断の基準を表す与格(「見ることができる者にとっては…と映り、見ることができない者にとっては…と思われた」)として、それぞれ動詞 κατεφαίνοντο と ἐδοξάζοντο に係る。

この箇所を引用する

プラトン, クリティアス §120-121. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg032.humanitext-grc2:120-121

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。