Humanitext Reader

プラトン · クリティアス §112-113

古代アクロポリスの構造とアトランティスの起源

4 / 9 箇所 · ギリシア語

要旨

クリティアスは、かつてのアクロポリスの地勢と戦士階級の居住区の構成、そして市民の人口維持体制について論じ、続いてソロンによるエジプトの固有名詞翻訳の背景を説明した上で、ポセイドンによるアトランティス島の中央丘の防備構築と自らの子孫の入植の起源を語る。

§112ΚΡΙ. πρῶτον μὲν τὸ τῆς ἀκροπόλεως εἶχε τότε οὐχ ὡς τὰ νῦν ἔχει.
クリティアス:まず第一に、アクロポリスの状態は当時、現在のようではありませんでした。
νῦν μὲν γὰρ μία γενομένη νὺξ ὑγρὰ διαφερόντως γῆς αὐτὴν ψιλὴν περιτήξασα πεποίηκε, σεισμῶν ἅμα καὶ πρὸ τῆς ἐπὶ Δευκαλίωνος φθορᾶς τρίτου πρότερον ὕδατος ἐξαισίου γενομένου·
というのも、現在では、際立って湿った一夜が訪れてアクロポリスの周囲を侵食し、土を削ぎ落として裸の山にしてしまったからです。 これは、地震と同時に、デウカリオンの時の破滅の前に、それより以前に起きた三番目の並外れた大洪水が起こったことによるものです。
τὸ δὲ πρὶν ἐν ἑτέρῳ χρόνῳ μέγεθος μὲν ἦν πρὸς τὸν Ἠριδανὸν καὶ τὸν Ἰλισὸν ἀποβεβηκυῖα καὶ περιειληφυῖα ἐντὸς τὴν Πύκνα καὶ τὸν Λυκαβηττὸν ὅρον ἐκ τοῦ καταντικρὺ τῆς Πυκνὸς ἔχουσα, γεώδης δʼ ἦν πᾶσα καὶ πλὴν ὀλίγον ἐπίπεδος ἄνωθεν.
しかし、それより前の別の時代には、大きさにおいてはエリダノス川とイリソス川にまで達しており、プニュクスを内に抱え込み、プニュクスの反対側でリカベットス山を境界として含んでおり、全体が土に覆われ、上部はわずかな部分を除いて平坦でした。
ᾠκεῖτο δὲ τὰ μὲν ἔξωθεν, ὑπʼ αὐτὰ τὰ πλάγια αὐτῆς, ὑπὸ τῶν δημιουργῶν καὶ τῶν γεωργῶν ὅσοι πλησίον ἐγεώργουν·
アクロポリスの外側、その傾斜地のすぐ下には、手工業者たちや、近くで農業を営む農民たちが住んでいました。
τὰ δʼ ἐπάνω τὸ μάχιμον αὐτὸ καθʼ αὑτὸ μόνον γένος περὶ τὸ τῆς Ἀθηνᾶς Ἡφαίστου τε ἱερὸν κατῳκήκειν, οἷον μιᾶς οἰκίας κῆπον ἑνὶ περιβόλῳ προσπεριβεβλημένοι.
一方、上部には、戦士階級自体が、彼らだけで独立して、アテナとヘファイストスの神殿の周囲に住んでおり、あたかも一軒の家の庭を一つの垣根で囲むように、彼ら自身を囲い込んでいました。
τὰ γὰρ πρόσβορρα αὐτῆς ᾤκουν οἰκίας κοινὰς καὶ συσσίτια χειμερινὰ κατασκευασάμενοι, καὶ πάντα ὅσα πρέποντʼ ἦν τῇ κοινῇ πολιτείᾳ διʼ οἰκοδομήσεων ὑπάρχειν αὐτῶν καὶ τῶν ἱερῶν, ἄνευ χρυσοῦ καὶ ἀργύρου—τούτοις γὰρ οὐδὲν οὐδαμόσε προσεχρῶντο, ἀλλὰ τὸ μέσον ὑπερηφανίας καὶ ἀνελευθερίας μεταδιώκοντες κοσμίας ᾠκοδομοῦντο οἰκήσεις, ἐν αἷς αὐτοί τε καὶ ἐκγόνων ἔκγονοι καταγηρῶντες ἄλλοις ὁμοίοις τὰς αὐτὰς ἀεὶ παρεδίδοσαν—τὰ δὲ πρὸς νότου, κήπους καὶ γυμνάσια συσσίτιά τε ἀνέντες οἷα θέρους, κατεχρῶντο ἐπὶ ταῦτα αὐτοῖς.
というのも、アクロポリスの北側には、共同の住居や冬用の共同食堂を建設して彼らは住んでおり、彼ら自身や神殿の共同生活にふさわしいすべての建築物を備えていました。 金や銀は用いませんでした。 これらはどこにおいても全く使用せず、傲慢と卑屈の中間を追求しつつ、調和の取れた住居を建て、そこにおいて彼ら自身や彼らの子孫のそのまた子孫が老いていき、常に同じ住居を自分たちに似た他の人々へと引き継いでいったのです。 また南側には、庭園や体育場、夏用の共同食堂などを設け、これらをそのために使用していました。
κρήνη δʼ ἦν μία κατὰ τὸν τῆς νῦν ἀκροπόλεως τόπον, ἧς ἀποσβεσθείσης ὑπὸ τῶν σεισμῶν τὰ νῦν νάματα μικρὰ κύκλῳ καταλέλειπται, τοῖς δὲ τότε πᾶσιν παρεῖχεν ἄφθονον ῥεῦμα, εὐκρὰς οὖσα πρὸς χειμῶνά τε καὶ θέρος.
また、現在のあのアクロポリスの場所には、一つの泉がありました。 それは、地震によって涸れてしまい、今では小さな流れが周囲に残されているだけですが、当時のすべての人々には豊富な流れを提供しており、冬にも夏にも適度な温度を保っていました。
τούτῳ δὴ κατῴκουν τῷ σχήματι, τῶν μὲν αὑτῶν πολιτῶν φύλακες, τῶν δὲ ἄλλων Ἑλλήνων ἡγεμόνες ἑκόντων, πλῆθος δὲ διαφυλάττοντες ὅτι μάλιστα ταὐτὸν αὑτῶν εἶναι πρὸς τὸν ἀεὶ χρόνον ἀνδρῶν καὶ γυναικῶν, τὸ δυνατὸν πολεμεῖν ἤδη καὶ τὸ ἔτι, περὶ δύο μάλιστα ὄντας μυριάδας.
彼らはこのような体制で暮らしており、自らの市民に対しては守護者であり、他のギリシア人に対しては自発的な指導者であり、彼らの数、すなわち、すでに戦うことができる者と、まだ戦うことができる者、男女合わせて約二万人を、恒久的にできるだけ同じに保っていました。
οὗτοι μὲν οὖν δὴ τοιοῦτοί τε ὄντες αὐτοὶ καί τινα τοιοῦτον ἀεὶ τρόπον τήν τε αὑτῶν καὶ τὴν Ἑλλάδα δίκῃ διοικοῦντες, ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν κατά τε σωμάτων κάλλη καὶ κατὰ τὴν τῶν ψυχῶν παντοίαν ἀρετὴν ἐλλόγιμοί τε ἦσαν καὶ ὀνομαστότατοι πάντων τῶν τότε·
このように、彼ら自身もそのような人々であり、常にそのような方法で自分たちの土地とギリシアを正義をもって治めており、肉体の美しさと魂のあらゆる徳によって、全ヨーロッパとアジアにわたって高名であり、当時のすべての人々の中で最も名高かったのです。
τὰ δὲ δὴ τῶν ἀντιπολεμησάντων αὐτοῖς οἷα ἦν ὥς τε ἀπʼ ἀρχῆς ἐγένετο, μνήμης ἂν μὴ στερηθῶμεν ὧν ἔτι παῖδες ὄντες ἠκούσαμεν, εἰς τὸ μέσον αὐτὰ νῦν ἀποδώσομεν ὑμῖν τοῖς φίλοις εἶναι κοινά.
さて、彼らと戦った敵対者たちの状況がどのようなものであったか、またそれが最初からどのように始まったかについて、私たちが子供の頃に聞いたことの記憶を失っていないならば、今やそれらをあなた方友人の間に共有のものとして提示することにしましょう。
§113ΚΡΙ. τὸ δʼ ἔτι βραχὺ πρὸ τοῦ λόγου δεῖ δηλῶσαι, μὴ πολλάκις ἀκούοντες Ἑλληνικὰ βαρβάρων ἀνδρῶν ὀνόματα θαυμάζητε·
クリティアス:お話の前に、さらに少し説明しておく必要があります。 異邦人の名前でありながら、ギリシア風の名前を度々耳にしても不思議に思わないでください。
τὸ γὰρ αἴτιον αὐτῶν πεύσεσθε.
その理由をお教えしましょう。
Σόλων, ἅτʼ ἐπινοῶν εἰς τὴν αὑτοῦ ποίησιν καταχρήσασθαι τῷ λόγῳ, διαπυνθανόμενος τὴν τῶν ὀνομάτων δύναμιν, ηὗρεν τούς τε Αἰγυπτίους τοὺς πρώτους ἐκείνους αὐτὰ γραψαμένους εἰς τὴν αὑτῶν φωνὴν μετενηνοχότας, αὐτός τε αὖ πάλιν ἑκάστου τὴν διάνοιαν ὀνόματος ἀναλαμβάνων εἰς τὴν ἡμετέραν ἄγων φωνὴν ἀπεγράφετο·
ソロンは、この話を自分の詩作に利用しようと考え、名前の本来の意味を調べたところ、最初にそれらを記録したエジプト人たちが自らの言語に翻訳していたことを知りました。 そこで彼自身も、各々の名前の意味を汲み取り、私たちの言語に置き換えて書き留めたのです。
καὶ ταῦτά γε δὴ τὰ γράμματα παρὰ τῷ πάππῳ τʼ ἦν καὶ ἔτʼ ἐστὶν παρʼ ἐμοὶ νῦν, διαμεμελέτηταί τε ὑπʼ ἐμοῦ παιδὸς ὄντος.
そして、これらの書き物は祖父のところにありましたし、現在でも私の手元にあります。 私は子供の頃からそれらを熟読してきました。
ἂν οὖν ἀκούητε τοιαῦτα οἷα καὶ τῇδε ὀνόματα, μηδὲν ὑμῖν ἔστω θαῦμα·
ですから、この地にあるような名前を聞いたとしても、全く驚かないでください。
τὸ γὰρ αἴτιον αὐτῶν ἔχετε.
その理由がお分かりになったのですから。
μακροῦ δὲ δὴ λόγου τοιάδε τις ἦν ἀρχὴ τότε.
さて、長い話の始まりは、当時このようなものでした。
καθάπερ ἐν τοῖς πρόσθεν ἐλέχθη περὶ τῆς τῶν θεῶν λήξεως, ὅτι κατενείμαντο γῆν πᾶσαν ἔνθα μὲν μείζους λήξεις, ἔνθα δὲ καὶ ἐλάττους, ἱερὰ θυσίας τε αὑτοῖς κατασκευάζοντες, οὕτω δὴ καὶ τὴν νῆσον Ποσειδῶν τὴν Ἀτλαντίδα λαχὼν ἐκγόνους αὑτοῦ κατῴκισεν ἐκ θνητῆς γυναικὸς γεννήσας ἔν τινι τόπῳ τοιῷδε τῆς νήσου.
神々の領分の配分に関して、彼らが全土地を、あるところでは大きな領分を、別のところでは小さな領分を分け合い、自分たちのために神殿やいけにえの制度を整えた、と以前に語られた通り、ポセイドンもまたアトランティス島を割り当てられ、島の以下のような場所に、人間の女性との間に生まれた自らの子孫を入植させました。
πρὸς θαλάττης μέν, κατὰ δὲ μέσον πάσης πεδίον ἦν, ὃ δὴ πάντων πεδίων κάλλιστον ἀρετῇ τε ἱκανὸν γενέσθαι λέγεται, πρὸς τῷ πεδίῳ δὲ αὖ κατὰ μέσον σταδίους ὡς πεντήκοντα ἀφεστὸς ἦν ὄρος βραχὺ πάντῃ.
海の近く、島全体のちょうど中央には、平野がありました。 それはすべての平野の中で最も美しく、その肥沃さにおいて優れていると言われています。 また、その平野の近く、やはり中央のあたりで、五十スタディオンほど離れたところに、四方がなだらかな低い山がありました。
τούτῳ δʼ ἦν ἔνοικος τῶν ἐκεῖ κατὰ ἀρχὰς ἐκ γῆς ἀνδρῶν γεγονότων Εὐήνωρ μὲν ὄνομα, γυναικὶ δὲ συνοικῶν Λευκίππῃ·
そこには、初めに大地から生まれた現地の男たちの一人である、エウエノルという名の者が、妻のレウキッペとともに住んでいました。
Κλειτὼ δὲ μονογενῆ θυγατέρα ἐγεννησάσθην.
彼らはクレイトという一人娘をもうけました。
ἤδη δʼ εἰς ἀνδρὸς ὥραν ἡκούσης τῆς κόρης ἥ τε μήτηρ τελευτᾷ καὶ ὁ πατήρ, αὐτῆς δὲ εἰς ἐπιθυμίαν Ποσειδῶν ἐλθὼν συμμείγνυται, καὶ τὸν γήλοφον, ἐν ᾧ κατῴκιστο, ποιῶν εὐερκῆ περιρρήγνυσιν κύκλῳ, θαλάττης γῆς τε ἐναλλὰξ ἐλάττους μείζους τε περὶ ἀλλήλους ποιῶν τροχούς, δύο μὲν γῆς, θαλάττης δὲ τρεῖς οἷον τορνεύων ἐκ μέσης τῆς νήσου, πάντῃ ἴσον ἀφεστῶτας, ὥστε ἄβατον ἀνθρώποις εἶναι·
その娘がすでに結婚の年齢に達した頃、母も父も亡くなりました。 ポセイドンは彼女に欲望を抱いて結ばれ、彼女が暮らしていたその丘を、防備の堅いものにするために、周囲を切り裂いて、海と陸の、あるものは小さく、あるものは大きな環を互い違いに周囲に作り出しました。 すなわち、島の中心から、旋盤で削り出すように、陸の環を二つ、海の環を三つ作り出し、それらを四方に等間隔に配置して、人間が立ち入ることができないようにしたのです。
πλοῖα γὰρ καὶ τὸ πλεῖν οὔπω τότε ἦν.
当時、船や航海はまだ存在しなかったからです。
αὐτὸς δὲ τήν τε ἐν μέσῳ νῆσον οἷα δὴ θεὸς εὐμαρῶς διεκόσμησεν, ὕδατα μὲν διττὰ ὑπὸ γῆς ἄνω πηγαῖα κομίσας, τὸ μὲν θερμόν, ψυχρὸν δὲ ἐκ κρήνης ἀπορρέον ἕτερον, τροφὴν δὲ παντοίαν καὶ ἱκανὴν ἐκ τῆς γῆς ἀναδιδούς.
ポセイドン自身は、神であるので、中央の島を容易に整え、地中から二種類の湧水を上へと導きました。 一つは温かく、もう一つは泉から流れ出る冷たい水でした。 また、地からあらゆる種類の十分な食糧を生じさせました。

語釈・文法注

  1. 112aγῆς αὐτὴν ψιλὴν περιτήξασα πεποίηκε — γῆς は奪格的(分離・奪奪)属格であり、形容詞 ψιλός(〜を欠いた、裸の)にかかる。πεποίηκε は二重対格構文に準じ、αὐτήν(アクロポリス)を目的語、ψιλὴν γῆς(土壌を欠いた裸の状態)を述語対格として取る。これにより、大雨がアクロポリスの土を削ぎ落として禿山にした様子を表す。
  2. 112aσεισμῶν ἅμα καὶ πρὸ τῆς ἐπὶ Δευκαλίωνος φθορᾶς τρίτου πρότερον ὕδατος ἐξαισίου γενομένου — σεισμῶν と ὕδατος ... γενομένου は、いずれも副詞句 ἅμα と結合した属格絶対(genitive absolute)を形成している。πρὸ τῆς ἐπὶ Δευκαλίωνος φθορᾶς「デウカリオンの時の破滅の前に」と τρίτου πρότερον「それより前に起きた三番目の」が ὕδατος にかかり、歴史的な大洪水の順序関係を複雑に挿入している。
  3. 112bπροσπεριβεβλημένοι — 動詞 προσπεριβάλλω(さらに周囲に囲いを巡らす)の完了中受動分詞・男性複数主格。主語である単数集合名詞 τὸ μάχιμον γένος(戦士階級)の構成員たちを念頭に置いた、意味による一致(synesis)による複数形。ここでは中動態の意味を含み、「彼ら自身(の居住区)の周りにさらに外壁を巡らせた状態で」と解釈される。
  4. 113aμὴ πολλάκις ἀκούοντες Ἑλληνικὰ βαρβάρων ἀνδρῶν ὀνόματα θαυμάζητε — 接続法現在 θαυμάζητε を用いた禁止、あるいは主節の δεῖ δηλῶσαι(明らかにする必要がある)に導かれる、懸念を表す従属節(μή 節)。ここでは「〜して驚くことのないように」という否定の目的・懸念の節として解釈するのが自然である。
  5. 113dποιῶν εὐερκῆ περιρρήγνυσιν κύκλῳ — 現在分詞 ποιῶν(〜を作りながら/作ることで)は、主動詞 περιρρήγνυσιν(切り裂く/引き離す)に対して手段または目的・結果を表す副詞的分詞。εὐερκῆ「防備の堅い」は、先行詞である γήλοφον(丘)を修飾する述語的形容詞として、分詞 ποιῶν の目的語補語になっている。

この箇所を引用する

プラトン, クリティアス §112-113. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg032.humanitext-grc2:112-113

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。