Humanitext Reader

柏拉图 · 克里底亚篇 §112-113

古代卫城的构造与亚特兰蒂斯的起源

第 4 段,共 9 段 · 希腊语

内容简介

克里底亚描述了古代卫城的地形、战士阶层的居住布局以及他们维持人口数量的体制。接着,他解释了梭伦如何将埃及人记录的名字翻译为希腊语,并叙述了波塞冬在亚特兰蒂斯岛中央土丘修筑防御并安置后裔的神话起源。

§112ΚΡΙ. πρῶτον μὲν τὸ τῆς ἀκροπόλεως εἶχε τότε οὐχ ὡς τὰ νῦν ἔχει.
克里底亚:首先,当时卫城的情形并不像现在这样。
νῦν μὲν γὰρ μία γενομένη νὺξ ὑγρὰ διαφερόντως γῆς αὐτὴν ψιλὴν περιτήξασα πεποίηκε, σεισμῶν ἅμα καὶ πρὸ τῆς ἐπὶ Δευκαλίωνος φθορᾶς τρίτου πρότερον ὕδατος ἐξαισίου γενομένου·
因为现在,一个特别潮湿的夜晚,将它周围的泥土冲刷殆尽,使其失去了泥土而变得光秃,与此同时,还发生了地震,以及在德乌卡里翁时期的毁灭之前、更早发生的第三次异常的大洪水。
τὸ δὲ πρὶν ἐν ἑτέρῳ χρόνῳ μέγεθος μὲν ἦν πρὸς τὸν Ἠριδανὸν καὶ τὸν Ἰλισὸν ἀποβεβηκυῖα καὶ περιειληφυῖα ἐντὸς τὴν Πύκνα καὶ τὸν Λυκαβηττὸν ὅρον ἐκ τοῦ καταντικρὺ τῆς Πυκνὸς ἔχουσα, γεώδης δʼ ἦν πᾶσα καὶ πλὴν ὀλίγον ἐπίπεδος ἄνωθεν.
但在之前的另一个时期,它在面积上延伸到了埃里达诺斯河和伊利索斯河,并将普尼克斯山包揽在内,以普尼克斯山对面的利卡维多斯山为界;它当时完全覆盖着泥土,除了一小部分外,顶部是平坦的。
ᾠκεῖτο δὲ τὰ μὲν ἔξωθεν, ὑπʼ αὐτὰ τὰ πλάγια αὐτῆς, ὑπὸ τῶν δημιουργῶν καὶ τῶν γεωργῶν ὅσοι πλησίον ἐγεώργουν· τὰ δʼ ἐπάνω τὸ μάχιμον αὐτὸ καθʼ αὑτὸ μόνον γένος περὶ τὸ τῆς Ἀθηνᾶς Ἡφαίστου τε ἱερὸν κατῳκήκειν, οἷον μιᾶς οἰκίας κῆπον ἑνὶ περιβόλῳ προσπεριβεβλημένοι.
在外侧,就在它的山坡下方,居住着手工业者和那些在附近耕作的农夫;而在顶部,战士阶层自己独立地居住在雅典娜和赫菲斯托斯的神殿周围,仿佛一座房子的花园一样,被单一的围墙额外圈在其中。
τὰ γὰρ πρόσβορρα αὐτῆς ᾤκουν οἰκίας κοινὰς καὶ συσσίτια χειμερινὰ κατασκευασάμενοι, καὶ πάντα ὅσα πρέποντʼ ἦν τῇ κοινῇ πολιτείᾳ διʼ οἰκοδομήσεων ὑπάρχειν αὐτῶν καὶ τῶν ἱερῶν, ἄνευ χρυσοῦ καὶ ἀργύρου—τούτοις γὰρ οὐδὲν οὐδαμόσε προσεχρῶντο, ἀλλὰ τὸ μέσον ὑπερηφανίας καὶ ἀνελευθερίας μεταδιώκοντες κοσμίας ᾠκοδομοῦντο οἰκήσεις, ἐν αἷς αὐτοί τε καὶ ἐκγόνων ἔκγονοι καταγηρῶντες ἄλλοις ὁμοίοις τὰς αὐτὰς ἀεὶ παρεδίδοσαν—τὰ δὲ πρὸς νότου, κήπους καὶ γυμνάσια συσσίτιά τε ἀνέντες οἷα θέρους, κατεχρῶντο ἐπὶ ταῦτα αὐτοῖς.
因为在它的北侧,他们建起了公共房屋和冬季公共食堂并居住于此,并且拥有在建筑方面适合公共政体、供他们和神殿使用的一切,而不使用金和银——因为他们根本不在任何地方使用这些,而是追求傲慢与卑贱之间的中道,建造了整洁的住所,在其中他们自己和子孙后代慢慢变老,并始终将同样的住所传给与他们相似的其他人——至于南侧,他们留出空间作为花园、体育场和夏季食堂,并将它们用于这些目的。
κρήνη δʼ ἦν μία κατὰ τὸν τῆς νῦν ἀκροπόλεως τόπον, ἧς ἀποσβεσθείσης ὑπὸ τῶν σεισμῶν τὰ νῦν νάματα μικρὰ κύκλῳ καταλέλειπται, τοῖς δὲ τότε πᾶσιν παρεῖχεν ἄφθονον ῥεῦμα, εὐκρὰς οὖσα πρὸς χειμῶνά τε καὶ θέρος.
在现在卫城的地方曾有一口单一的泉水,它因地震而被堵塞,现在只在周围留下了细小的流泉,但对当时的所有人来说,它提供了充足的流量,并且在冬夏两季都温度适宜。
τούτῳ δὴ κατῴκουν τῷ σχήματι, τῶν μὲν αὑτῶν πολιτῶν φύλακες, τῶν δὲ ἄλλων Ἑλλήνων ἡγεμόνες ἑκόντων, πλῆθος δὲ διαφυλάττοντες ὅτι μάλιστα ταὐτὸν αὑτῶν εἶναι πρὸς τὸν ἀεὶ χρόνον ἀνδρῶν καὶ γυναικῶν, τὸ δυνατὸν πολεμεῖν ἤδη καὶ τὸ ἔτι, περὶ δύο μάλιστα ὄντας μυριάδας.
因此,他们以这种形式居住,作为自己公民的护卫者,并在其他希腊人自愿同意下作为他们的领导者,使他们自己的男女数量在所有时间里都尽可能保持一致,即那些已经或仍能战斗的人,大约有两万人。
οὗτοι μὲν οὖν δὴ τοιοῦτοί τε ὄντες αὐτοὶ καί τινα τοιοῦτον ἀεὶ τρόπον τήν τε αὑτῶν καὶ τὴν Ἑλλάδα δίκῃ διοικοῦντες, ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν κατά τε σωμάτων κάλλη καὶ κατὰ τὴν τῶν ψυχῶν παντοίαν ἀρετὴν ἐλλόγιμοί τε ἦσαν καὶ ὀνομαστότατοι πάντων τῶν τότε·
因此,这些人本身就是这样的人,并且始终以某种类似的方式正义地治理着他们自己和希腊,因其肉体之美和灵魂的各种美德,在整个欧洲和亚洲都享有盛誉,是当时所有人中最著名的。
τὰ δὲ δὴ τῶν ἀντιπολεμησάντων αὐτοῖς οἷα ἦν ὥς τε ἀπʼ ἀρχῆς ἐγένετο, μνήμης ἂν μὴ στερηθῶμεν ὧν ἔτι παῖδες ὄντες ἠκούσαμεν, εἰς τὸ μέσον αὐτὰ νῦν ἀποδώσομεν ὑμῖν τοῖς φίλοις εἶναι κοινά.
至于那些与他们交战的对手的情况,它们是怎样的,以及它们自始是如何产生的,如果我们没有忘却还是孩子时所听到的那些记忆,我们现在就将它们公开,作为我们朋友之间共享的内容。
§113ΚΡΙ. τὸ δʼ ἔτι βραχὺ πρὸ τοῦ λόγου δεῖ δηλῶσαι, μὴ πολλάκις ἀκούοντες Ἑλληνικὰ βαρβάρων ἀνδρῶν ὀνόματα θαυμάζητε· τὸ γὰρ αἴτιον αὐτῶν πεύσεσθε.
克里底亚:但在叙述之前,还有一小件事需要说明,免得你们多次听到野蛮人的希腊名字而感到惊异;因为你们将会得知其原因。
Σόλων, ἅτʼ ἐπινοῶν εἰς τὴν αὑτοῦ ποίησιν καταχρήσασθαι τῷ λόγῳ, διαπυνθανόμενος τὴν τῶν ὀνομάτων δύναμιν, ηὗρεν τούς τε Αἰγυπτίους τοὺς πρώτους ἐκείνους αὐτὰ γραψαμένους εἰς τὴν αὑτῶν φωνὴν μετενηνοχότας, αὐτός τε αὖ πάλιν ἑκάστου τὴν διάνοιαν ὀνόματος ἀναλαμβάνων εἰς τὴν ἡμετέραν ἄγων φωνὴν ἀπεγράφετο·
梭伦打算将这个故事用于自己的诗歌创作,于是探究这些名字的含义,发现那些最早记录它们的埃及人已经将它们译成了他们自己的语言,而他自己又反过来重新领会每个名字的意思,将其引入我们的语言并记录下来。
καὶ ταῦτά γε δὴ τὰ γράμματα παρὰ τῷ πάππῳ τʼ ἦν καὶ ἔτʼ ἐστὶν παρʼ ἐμοὶ νῦν, διαμεμελέτηταί τε ὑπʼ ἐμοῦ παιδὸς ὄντος.
而这些手稿确实曾在我祖父那里,现在依然在我这里,并且在我还是个孩子的时候就已被我仔细研究过了。
ἂν οὖν ἀκούητε τοιαῦτα οἷα καὶ τῇδε ὀνόματα, μηδὲν ὑμῖν ἔστω θαῦμα· τὸ γὰρ αἴτιον αὐτῶν ἔχετε.
因此,如果你们听到类似这里也存在的名字,请不要感到惊奇;因为你们已经知道了它们的原因。
μακροῦ δὲ δὴ λόγου τοιάδε τις ἦν ἀρχὴ τότε.
而那篇长篇故事的开端在当时大约是这样的。
καθάπερ ἐν τοῖς πρόσθεν ἐλέχθη περὶ τῆς τῶν θεῶν λήξεως, ὅτι κατενείμαντο γῆν πᾶσαν ἔνθα μὲν μείζους λήξεις, ἔνθα δὲ καὶ ἐλάττους, ἱερὰ θυσίας τε αὑτοῖς κατασκευάζοντες, οὕτω δὴ καὶ τὴν νῆσον Ποσειδῶν τὴν Ἀτλαντίδα λαχὼν ἐκγόνους αὑτοῦ κατῴκισεν ἐκ θνητῆς γυναικὸς γεννήσας ἔν τινι τόπῳ τοιῷδε τῆς νήσου.
正如前面关于众神的封地所说,在大地分配时,有的地方封地较大,有的地方较小,他们为自己建立了神殿和祭祀,同样地,波塞冬分得了亚特兰蒂斯岛,并在岛上这样一个地方安置了自己与凡人女子所生的子孙。
πρὸς θαλάττης μέν, κατὰ δὲ μέσον πάσης πεδίον ἦν, ὃ δὴ πάντων πεδίων κάλλιστον ἀρετῇ τε ἱκανὸν γενέσθαι λέγεται, πρὸς τῷ πεδίῳ δὲ αὖ κατὰ μέσον σταδίους ὡς πεντήκοντα ἀφεστὸς ἦν ὄρος βραχὺ πάντῃ.
靠近大海,但在整个岛屿的中央,有一片平原,据说它是所有平原中最美丽的,且土地肥沃;在这片平原附近,同样在中央,距离大约五十斯塔迪翁的地方,有一座四周皆低的平缓小山。
τούτῳ δʼ ἦν ἔνοικος τῶν ἐκεῖ κατὰ ἀρχὰς ἐκ γῆς ἀνδρῶν γεγονότων Εὐήνωρ μὲν ὄνομα, γυναικὶ δὲ συνοικῶν Λευκίππῃ· Κλειτὼ δὲ μονογενῆ θυγατέρα ἐγεννησάσθην.
在这座山上居住着一个最初由当地土地所生的人,名叫尤埃诺尔,他与妻子留基伯住在一起;他们生下了一个独生女克勒托。
ἤδη δʼ εἰς ἀνδρὸς ὥραν ἡκούσης τῆς κόρης ἥ τε μήτηρ τελευτᾷ καὶ ὁ πατήρ, αὐτῆς δὲ εἰς ἐπιθυμίαν Ποσειδῶν ἐλθὼν συμμείγνυται, καὶ τὸν γήλοφον, ἐν ᾧ κατῴκιστο, ποιῶν εὐερκῆ περιρρήγνυσιν κύκλῳ, θαλάττης γῆς τε ἐναλλὰξ ἐλάττους μείζους τε περὶ ἀλλήλους ποιῶν τροχούς, δύο μὲν γῆς, θαλάττης δὲ τρεῖς οἷον τορνεύων ἐκ μέσης τῆς νήσου, πάντῃ ἴσον ἀφεστῶτας, ὥστε ἄβατον ἀνθρώποις εἶναι· πλοῖα γὰρ καὶ τὸ πλεῖν οὔπω τότε ἦν.
在这位少女已经到了婚配年龄时,她的母亲和父亲相继去世;波塞冬对她产生渴望并与她结合,为了使她居住的这座土丘易守难攻,他将其周围割裂开来,在彼此周围交替制造出或大或小的海环和陆环,仿佛从岛的中心旋切出两个陆环和三个海环,使它们在四周等距分布,以至于人类无法进入;因为当时船只和航海尚未存在。
αὐτὸς δὲ τήν τε ἐν μέσῳ νῆσον οἷα δὴ θεὸς εὐμαρῶς διεκόσμησεν, ὕδατα μὲν διττὰ ὑπὸ γῆς ἄνω πηγαῖα κομίσας, τὸ μὲν θερμόν, ψυχρὸν δὲ ἐκ κρήνης ἀπορρέον ἕτερον, τροφὴν δὲ παντοίαν καὶ ἱκανὴν ἐκ τῆς γῆς ἀναδιδούς.
而他自己作为神,轻松地整顿了中央的岛屿,从地底下引出两股源泉,一股是温水,另一股则是从泉口流出的冷水,并使大地产出各种各样且充足的食物。

词汇与语法注释

  1. 112aγῆς αὐτὴν ψιλὴν περιτήξασα πεποίηκε — γῆς 是夺格性(分离/剥夺)属格,修饰形容词 ψιλός(缺乏的、光秃的)。πεποίηκε 采用双宾语结构,以 αὐτήν(卫城)为直接宾语,以 ψιλὴν γῆς(失去泥土的光秃状态)为宾语补足语(谓语性宾格),描绘了暴雨将卫城的泥土冲刷殆尽的情景。
  2. 112aσεισμῶν ἅμα καὶ πρὸ τῆς ἐπὶ Δευκαλίωνος φθορᾶς τρίτου πρότερον ὕδατος ἐξαισίου γενομένου — σεισμῶν 与 ὕδατος ... γενομένου 均与副词 ἅμα 结合,构成属格绝对结构(genitive absolute)。介词短语 πρὸ τῆς ἐπὶ Δευκαλίωνος φθορᾶς(在德乌卡里翁时期的毁灭之前)与形容词性短语 τρίτου πρότερον(在此之前发生的第三次)修饰 ὕδατος,复杂地插入了历史性大洪水的顺序关系。
  3. 112bπροσπεριβεβλημένοι — 动词 προσπεριβάλλω(在周围额外筑墙圈起)的完成时中被动分词阳性复数主格。复数形式是根据语意一致(synesis)的用法,指代单数集合名词 τὸ μάχιμον γένος(战士阶层)的成员。此处带有一种中动语态的含义,译为“在他们自己(的居住区)周围额外围上了一圈围墙”。
  4. 113aμὴ πολλάκις ἀκούοντες Ἑλληνικὰ βαρβάρων ἀνδρῶν ὀνόματα θαυμάζητε — 由 μή 引导的现在时虚拟语气 θαυμάζητε,既可视为禁止命令,也可视为由主句 δεῖ δηλῶσαι(有必要说明)所支配的表示担忧或预防的从句(μή从句)。在此处最自然地解释为否定目的从句:“免得你们感到惊异……”。
  5. 113dποιῶν εὐερκῆ περιρρήγνυσιν κύκλῳ — 现在时分词 ποιῶν(使……成为、制造)是伴随主动词 περιρρήγνυσιν(割裂、隔绝)的旁状分词,表示手段或目的与结果。形容词 εὐερκῆ(易守难攻的、防御坚固的)作为分词 ποιῶν 的宾语补足语,修饰其宾语 γήλοφον(土丘)。

引用这一段

柏拉图, 克里底亚篇 §112-113. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg032.humanitext-grc2:112-113

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。