§114ΚΡΙ. παίδων δὲ ἀρρένων πέντε γενέσεις διδύμους γεννησάμενος ἐθρέψατο, καὶ τὴν νῆσον τὴν Ἀτλαντίδα πᾶσαν δέκα μέρη κατανείμας τῶν μὲν πρεσβυτάτων τῷ προτέρῳ γενομένῳ τήν τε μητρῴαν οἴκησιν καὶ τὴν κύκλῳ λῆξιν, πλείστην καὶ ἀρίστην οὖσαν, ἀπένειμε, βασιλέα τε τῶν ἄλλων κατέστησε, τοὺς δὲ ἄλλους ἄρχοντας, ἑκάστῳ δὲ ἀρχὴν πολλῶν ἀνθρώπων καὶ τόπον πολλῆς χώρας ἔδωκεν.
クリティアス:そして彼は、男の子供たちの双子を五組もうけて育て、アトランティス島全体を十の部分に分割し、最年長のものたちのうち最初に生まれた者に、母親の住処と、最も広く最も優れたものである周囲の領分を割り当て、彼を他の者たちの王に任命しました。 そして、他の者たちを支配者とし、各自に多くの人々への支配権と広い土地の領土を与えました。
ὀνόματα δὲ πᾶσιν ἔθετο, τῷ μὲν πρεσβυτάτῳ καὶ βασιλεῖ τοῦτο οὗ δὴ καὶ πᾶσα ἡ νῆσος τό τε πέλαγος ἔσχεν ἐπωνυμίαν, Ἀτλαντικὸν λεχθέν, ὅτι τοὔνομʼ ἦν τῷ πρώτῳ βασιλεύσαντι τότε Ἄτλας·
そして全員に名前をつけました。 最年長で王となった者には、島全体と海がその名を冠して『アトランティク(大西洋)』と呼ばれるようになったその名前をつけました。 なぜなら、当時最初に王となった彼の名前がアトラスだったからです。
τῷ δὲ διδύμῳ μετʼ ἐκεῖνόν τε γενομένῳ, λῆξιν δὲ ἄκρας τῆς νήσου πρὸς Ἡρακλείων στηλῶν εἰληχότι ἐπὶ τὸ τῆς Γαδειρικῆς νῦν χώρας κατʼ ἐκεῖνον τὸν τόπον ὀνομαζομένης, Ἑλληνιστὶ μὲν Εὔμηλον, τὸ δʼ ἐπιχώριον Γάδειρον, ὅπερ τʼ ἦν ἐπίκλην ταύτῃ ὄνομʼ ἂν παράσχοι.
彼の次に生まれた双子の片割れで、ヘラクレスの柱に面した島の端の領分(現在その場所はガデイラ地方と呼ばれています)を割り当てられた者には、ギリシア語ではエウメロス、現地語ではガデイロスという名前をつけましたが、これこそがその地方にその通称名を与えることになったのでしょう。
τοῖν δὲ δευτέροιν γενομένοιν τὸν μὲν Ἀμφήρη, τὸν δὲ Εὐαίμονα ἐκάλεσεν·
二番目に生まれた双子については、一方はアンペレス、他方はウアイモンと名付けました。
τρίτοις δέ, Μνησέα μὲν τῷ προτέρῳ γενομένῳ, τῷ δὲ μετὰ τοῦτον Αὐτόχθονα· τῶν δὲ τετάρτων Ἐλάσιππον μὲν τὸν πρότερον, Μήστορα δὲ τὸν ὕστερον· ἐπὶ δὲ τοῖς πέμπτοις τῷ μὲν ἔμπροσθεν Ἀζάης ὄνομα ἐτέθη, τῷ δʼ ὑστέρῳ Διαπρέπης.
三番目の双子については、最初に生まれた方にムネセアス、その後に生まれた方にアウトクトン、四番目の双子のうちでは、先の方をエラシッポス、後の方をメストル、五番目の双子のうちでは、先の方にアザエス、後の方にディアプレペスという名がつけられました。
οὗτοι δὴ πάντες αὐτοί τε καὶ ἔκγονοι τούτων ἐπὶ γενεὰς πολλὰς ᾤκουν ἄρχοντες μὲν πολλῶν ἄλλων κατὰ τὸ πέλαγος νήσων, ἔτι δέ, ὥσπερ καὶ πρότερον ἐρρήθη, μέχρι τε Αἰγύπτου καὶ Τυρρηνίας τῶν ἐντὸς δεῦρο ἐπάρχοντες.
彼ら全員と彼らの子孫は、多くの世代にわたってそこに住み、大洋にある他の多くの島々を支配し、さらに、以前にも言われたように、この内側の地域ではエジプトとテュレニアにまで及ぶ人々を支配していました。
Ἄτλαντος δὴ πολὺ μὲν ἄλλο καὶ τίμιον γίγνεται γένος, βασιλεὺς δὲ ὁ πρεσβύτατος ἀεὶ τῷ πρεσβυτάτῳ τῶν ἐκγόνων παραδιδοὺς ἐπὶ γενεὰς πολλὰς τὴν βασιλείαν διέσῳζον, πλοῦτον μὲν κεκτημένοι πλήθει τοσοῦτον, ὅσος οὔτε πω πρόσθεν ἐν δυναστείαις τισὶν βασιλέων γέγονεν οὔτε ποτὲ ὕστερον γενέσθαι ῥᾴδιος, κατεσκευασμένα δὲ πάντʼ ἦν αὐτοῖς ὅσα ἐν πόλει καὶ ὅσα κατὰ τὴν ἄλλην χώραν ἦν ἔργον κατασκευάσασθαι.
アトラスの家系は、他にも多く高貴なものとなり、最年長の王が常にその子孫の最年長のものに王位を受け渡すことで、多くの世代にわたって王権を維持しました。 彼らは、かつていかなる王の統治下でも存在したことがなく、また後にも容易には生じ得ないほど莫大な富を所有しており、都市の中やその他の地域で建設されるべきすべてのものが彼らのために整えられていました。
πολλὰ μὲν γὰρ διὰ τὴν ἀρχὴν αὐτοῖς προσῄειν ἔξωθεν, πλεῖστα δὲ ἡ νῆσος αὐτὴ παρείχετο εἰς τὰς τοῦ βίου κατασκευάς, πρῶτον μὲν ὅσα ὑπὸ μεταλλείας ὀρυττόμενα στερεὰ καὶ ὅσα τηκτὰ γέγονε, καὶ τὸ νῦν ὀνομαζόμενον μόνον—τότε δὲ πλέον ὀνόματος ἦν τὸ γένος ἐκ γῆς ὀρυττόμενον ὀρειχάλκου κατὰ τόπους πολλοὺς τῆς νήσου, πλὴν χρυσοῦ τιμιώτατον ἐν τοῖς τότε ὄν—καὶ ὅσα ὕλη πρὸς τὰ τεκτόνων διαπονήματα παρέχεται, πάντα φέρουσα ἄφθονα, τά τε αὖ περὶ τὰ ζῷα ἱκανῶς ἥμερα καὶ ἄγρια τρέφουσα.
彼らの支配権のおかげで、外部から多くのものがもたらされましたが、生活に必要な物資の大半は島自体が提供していました。 第一に、採掘によって掘り出される固体のもの、また溶解されるすべてのもの、そして今日では名前だけが知られているが、当時は名前以上の存在であった、地から採掘されたオレイカルコスが島の多くの場所で採掘され、当時の人々にとっては金を除いて最も貴重なものでした。 また、大工の仕事に必要なあらゆる材木を豊富に産出し、さらに家畜や野生の動物たちを十分に養うことができました。