§87ΤΙ. ὅτου γὰρ ἂν ἢ τῶν ὀξέων καὶ τῶν ἁλυκῶν φλεγμάτων καὶ ὅσοι πικροὶ καὶ χολώδεις χυμοὶ κατὰ τὸ σῶμα πλανηθέντες ἔξω μὲν μὴ λάβωσιν ἀναπνοήν, ἐντὸς δὲ εἱλλόμενοι τὴν ἀφʼ αὑτῶν ἀτμίδα τῇ τῆς ψυχῆς φορᾷ συμμείξαντες ἀνακερασθῶσι, παντοδαπὰ νοσήματα ψυχῆς ἐμποιοῦσι μᾶλλον καὶ ἧττον καὶ ἐλάττω καὶ πλείω, πρός τε τοὺς τρεῖς τόπους ἐνεχθέντα τῆς ψυχῆς, πρὸς ὃν ἂν ἕκαστʼ αὐτῶν προσπίπτῃ, ποικίλλει μὲν εἴδη δυσκολίας καὶ δυσθυμίας παντοδαπά, ποικίλλει δὲ θρασύτητός τε καὶ δειλίας, ἔτι δὲ λήθης ἅμα καὶ δυσμαθίας.
ΤΙ. なぜなら、酸性や塩分を含んだ粘液、また、酸っぱくて胆汁質の液汁が、体の内を彷徨いながらも体外への出口を得られず、内部に閉じ込められて自分自身から生じる蒸気を魂の運動に混入させて溶け合うとき、それは魂のあらゆる病気を引き起こすからである。 その程度は強まったり弱まったり、あるいは少なくなったり多くなったりし、それらは魂の三つの部位の方向へと運ばれ、各々が衝突する部位に応じて、不機嫌や意気消沈のありとあらゆる多様な形態を生み出し、また大胆さや臆病さの、さらに健忘と物覚えの悪さをも同時に生み出す。
πρὸς δὲ τούτοις, ὅταν οὕτως κακῶς παγέντων πολιτεῖαι κακαὶ καὶ λόγοι κατὰ πόλεις ἰδίᾳ τε καὶ δημοσίᾳ λεχθῶσιν, ἔτι δὲ μαθήματα μηδαμῇ τούτων ἰατικὰ ἐκ νέων μανθάνηται, ταύτῃ κακοὶ πάντες οἱ κακοὶ διὰ δύο ἀκουσιώτατα γιγνόμεθα·
そしてこれらに加えて、このように悪く凝固した状態において、悪い国制や言葉が諸都市において私的・公的に語られ、さらに、これらの治療となるような学びが若い頃から全く学ばれないとき、このようにして、すべての悪人は、きわめて望まない二つの原因によって悪人になるのである。
ὧν αἰτιατέον μὲν τοὺς φυτεύοντας ἀεὶ τῶν φυτευομένων μᾶλλον καὶ τοὺς τρέφοντας τῶν τρεφομένων, προθυμητέον μήν, ὅπῃ τις δύναται, καὶ διὰ τροφῆς καὶ διʼ ἐπιτηδευμάτων μαθημάτων τε φυγεῖν μὲν κακίαν, τοὐναντίον δὲ ἑλεῖν.
それらの原因としては、常に植える者を植えられる者よりも、また育てる者を育てられる者よりも責めるべきである。 しかし、人ができる限りの方法で、養育、習慣、学問を通じて、悪徳を避けてその反対のものを選択するように努めねばならない。
ταῦτα μὲν οὖν δὴ τρόπος ἄλλος λόγων.
これらは、別の種類の議論に属することである。
τὸ δὲ τούτων ἀντίστροφον αὖ, τὸ περὶ τὰς τῶν σωμάτων καὶ διανοήσεων θεραπείας αἷς αἰτίαις σῴζεται, πάλιν εἰκὸς καὶ πρέπον ἀνταποδοῦναι·
しかし、これとは逆のこと、すなわち身体と精神の治療、それらがどのような原因によって保たれるかということについて、再びお返しに述べるのが適当であり、ふさわしい。
δικαιότερον γὰρ τῶν ἀγαθῶν πέρι μᾶλλον ἢ τῶν κακῶν ἴσχειν λόγον.
なぜなら、悪についてよりも善について議論を行うことの方がより正しいからである。
πᾶν δὴ τὸ ἀγαθὸν καλόν, τὸ δὲ καλὸν οὐκ ἄμετρον·
すべての善いものは美しく、美しいものは不釣り合いではない。
καὶ ζῷον οὖν τὸ τοιοῦτον ἐσόμενον σύμμετρον θετέον.
したがって、そのようになるべき生き物も、釣り合いの取れたものと想定せねばならない。
συμμετριῶν δὲ τὰ μὲν σμικρὰ διαισθανόμενοι συλλογιζόμεθα, τὰ δὲ κυριώτατα καὶ μέγιστα ἀλογίστως ἔχομεν.
私たちは小さな釣り合いについては感じ取って推論するが、最も重要で最大の(釣り合い)については考慮しないままでいる。
πρὸς γὰρ ὑγιείας καὶ νόσους ἀρετάς τε καὶ κακίας οὐδεμία συμμετρία καὶ ἀμετρία μείζων ἢ ψυχῆς αὐτῆς πρὸς σῶμα αὐτό·
健康や病気、徳や悪徳にとって、魂そのものと身体そのものの間の釣り合いや不釣り合いよりも大きなものは何もないからである。
ὧν οὐδὲν σκοποῦμεν οὐδʼ ἐννοοῦμεν, ὅτι ψυχὴν ἰσχυρὰν καὶ πάντῃ μεγάλην ἀσθενέστερον καὶ ἔλαττον εἶδος ὅταν ὀχῇ, καὶ ὅταν αὖ τοὐναντίον συμπαγῆτον τούτω, οὐ καλὸν ὅλον τὸ ζῷον—ἀσύμμετρον γὰρ ταῖς μεγίσταις συμμετρίαις—τὸ δὲ ἐναντίως ἔχον πάντων θεαμάτων τῷ δυναμένῳ καθορᾶν κάλλιστον καὶ ἐρασμιώτατον.
私たちはこれらのことを全く観察せず、また、強大で全面的に偉大な魂を、より弱くより小さな形(身体)が載せているとき、あるいは逆にこの二つが結合しているとき、生き物全体が美しくないということを考えもしない。 なぜなら、最大の釣り合いにおいて不釣り合いだからである。 しかし、その反対の状態にあるものは、それを見ることができる者にとって、あらゆる見ものの中で最も美しく、最も愛すべきものである。
οἷον οὖν ὑπερσκελὲς ἢ καί τινα ἑτέραν ὑπέρεξιν ἄμετρον ἑαυτῷ τι σῶμα ὂν ἅμα μὲν αἰσχρόν, ἅμα δʼ ἐν τῇ κοινωνίᾳ τῶν πόνων πολλοὺς μὲν κόπους, πολλὰ δὲ σπάσματα καὶ διὰ τὴν παραφορότητα πτώματα παρέχον μυρίων κακῶν αἴτιον ἑαυτῷ,
たとえば、足が長すぎるとか、あるいは他の何らかの過剰があって、それ自体不釣り合いな身体は、醜いと同時に、労苦を共にするに際して多くの疲労や、多くの痙攣、そして歩行の乱れによる転倒を引き起こし、自分自身にとって無数の災いの原因となる。
§88ΤΙ. ταὐτὸν δὴ διανοητέον καὶ περὶ τοῦ συναμφοτέρου, ζῷον ὃ καλοῦμεν, ὡς ὅταν τε ἐν αὐτῷ ψυχὴ κρείττων οὖσα σώματος περιθύμως ἴσχῃ, διασείουσα πᾶν αὐτὸ ἔνδοθεν νόσων ἐμπίμπλησι, καὶ ὅταν εἴς τινας μαθήσεις καὶ ζητήσεις συντόνως ἴῃ, κατατήκει, διδαχάς τʼ αὖ καὶ μάχας ἐν λόγοις ποιουμένη δημοσίᾳ καὶ ἰδίᾳ διʼ ἐρίδων καὶ φιλονικίας γιγνομένων διάπυρον αὐτὸ ποιοῦσα σαλεύει, καὶ ῥεύματα ἐπάγουσα, τῶν λεγομένων ἰατρῶν ἀπατῶσα τοὺς πλείστους, τἀναίται αἰτιᾶσθαι ποιεῖ·
ΤΙ. これと同じことを、私たちが「生き物」と呼ぶ両者の結合体についても考えねばならない。 すなわち、その中で魂が身体よりも強力であり、激しい情熱を抱くとき、魂は身体全体を内側から揺さぶって病気で満たし、また何らかの学問や探究に没頭するとき、身体を消耗させ、さらに公私において、争いや虚栄心から生じる言葉の教えや論争を行うことで、身体を熱狂させて動揺させ、カタルを引き起こし、いわゆる医者の大部分を欺いて、本当の原因ではないものを原因と見なさせる。
σῶμά τε ὅταν αὖ μέγα καὶ ὑπέρψυχον σμικρᾷ συμφυὲς ἀσθενεῖ τε διανοίᾳ γένηται, διττῶν ἐπιθυμιῶν οὐσῶν φύσει κατʼ ἀνθρώπους, διὰ σῶμα μὲν τροφῆς, διὰ δὲ τὸ θειότατον τῶν ἐν ἡμῖν φρονήσεως, αἱ τοῦ κρείττονος κινήσεις κρατοῦσαι καὶ τὸ μὲν σφέτερον αὔξουσαι, τὸ δὲ τῆς ψυχῆς κωφὸν καὶ δυσμαθὲς ἀμνῆμόν τε ποιοῦσαι, τὴν μεγίστην νόσον ἀμαθίαν ἐναπεργάζονται.
また逆に、巨大で魂を圧倒する身体が、小さく弱い知性と結合するとき、人間には自然に二つの欲望があり、身体によるものは食物の、私たちの中の最も神聖な部分によるものは知恵の(欲望)であるが、より強い側の運動が支配して自らのものを増大させ、魂の(運動)を鈍感で覚えが悪く忘れっぽくさせ、最大の病気である無知を作り出す。
μία δὴ σωτηρία πρὸς ἄμφω, μήτε τὴν ψυχὴν ἄνευ σώματος κινεῖν μήτε σῶμα ἄνευ ψυχῆς, ἵνα ἀμυνομένω γίγνησθον ἰσορρόπω καὶ ὑγιῆ.
両者に対する唯一の救済策は、魂を身体なしに動かさず、身体を魂なしに動かさないことである。 そうすれば、双方が互いに防衛し合って均衡を保ち、健康になるからである。
τὸν δὴ μαθηματικὸν ἤ τινα ἄλλην σφόδρα μελέτην διανοίᾳ κατεργαζόμενον καὶ τὴν τοῦ σώματος ἀποδοτέον κίνησιν, γυμναστικῇ προσομιλοῦντα, τόν τε αὖ σῶμα ἐπιμελῶς πλάττοντα τὰς τῆς ψυχῆς ἀνταποδοτέον κινήσεις, μουσικῇ καὶ πάσῃ φιλοσοφίᾳ προσχρώμενον, εἰ μέλλει δικαίως τις ἅμα μὲν καλός, ἅμα δὲ ἀγαθὸς ὀρθῶς κεκλῆσθαι.
それゆえ、数学やその他の激しい研究を知性によって行う者は、身体の運動をも返さねばならず、体育に親しむべきである。 また逆に、身体を入念に鍛え形成する者は、魂の運動を返さねばならず、文芸やあらゆる哲学を利用すべきである。 もし人が、美しくかつ善いと真に正しく呼ばれるつもりがあるならば。
κατὰ δὲ ταὐτὰ ταῦτα καὶ τὰ μέρη θεραπευτέον, τὸ τοῦ παντὸς ἀπομιμούμενον εἶδος.
そしてこれと全く同じようにして、部分をも治療せねばならず、宇宙の姿を模倣せねばならない。
τοῦ γὰρ σώματος ὑπὸ τῶν εἰσιόντων καομένου τε ἐντὸς καὶ ψυχομένου, καὶ πάλιν ὑπὸ τῶν ἔξωθεν ξηραινομένου καὶ ὑγραινομένου καὶ τὰ τούτοις ἀκόλουθα πάσχοντος ὑπʼ ἀμφοτέρων τῶν κινήσεων, ὅταν μέν τις ἡσυχίαν ἄγον τὸ σῶμα παραδιδῷ ταῖς κινήσεσι, κρατηθὲν διώλετο, ἐὰν δὲ ἥν τε τροφὸν καὶ τιθήνην τοῦ παντὸς προσείπομεν μιμῆταί τις, καὶ τὸ σῶμα μάλιστα μὲν μηδέποτε ἡσυχίαν ἄγειν ἐᾷ, κινῇ δὲ καὶ σεισμοὺς ἀεί τινας ἐμποιῶν αὐτῷ διὰ παντὸς τὰς ἐντὸς καὶ ἐκτὸς ἀμύνηται κατὰ φύσιν κινήσεις, καὶ μετρίως σείων τά τε περὶ τὸ σῶμα πλανώμενα παθήματα καὶ μέρη κατὰ συγγενείας εἰς τάξιν κατακοσμῇ πρὸς ἄλληλα, κατὰ τὸν πρόσθεν λόγον ὃν περὶ τοῦ παντὸς ἐλέγομεν, οὐκ ἐχθρὸν παρʼ ἐχθρὸν τιθέμενον ἐάσει πολέμους ἐντίκτειν τῷ σώματι καὶ νόσους, ἀλλὰ φίλον παρὰ φίλον τεθὲν ὑγίειαν ἀπεργαζόμενον παρέξει.
身体は、内部に入るものによって内側から温められたり冷やされたりし、また外部のものによって乾燥させられたり湿らされたりし、これらに伴うことをこれら両方の運動によって被るのであるから、誰かが身体を静止させたまま運動に委ねるならば、身体は圧倒されて滅びてしまう。 しかし、もし人が、私たちが宇宙の養育者であり乳母と呼んだものを模倣し、身体を決して静止させず、常にそれに振動を与えて動かし続けることで、内と外の運動に対して自然に従って防御し、また適度に揺らすことによって、身体の周りを彷徨う受動的状態や部分を、それらの親近性に従って互いに調和ある秩序へと整えるならば、宇宙について以前に語った議論に従って、敵対するものを敵対するものの隣に置いて、身体に戦争や病気を引き起こさせるようなことはせず、友好的なものを友好的なものの隣に置くことで、健康を作り出して提供するだろう。