Humanitext Reader

プラトン · ティマイオス §89-90

身体運動の序列と神聖な魂の宇宙的調和

40 / 41 箇所 · ギリシア語

要旨

第89〜90節において、ティマイオスは身体の健康維持における諸運動の優先順位(自主的運動、受動的運動、薬物療法)を論じ、さらに人間の頭部にある神聖な魂の部位(ダイモーン)を宇宙の運行に調和させることによって、人間が神々から授かった最善の生を達成すべきであることを説きます。他の生き物の誕生を扱う次の部分の要約をご希望ですか?

§89ΤΙ. τῶν δʼ αὖ κινήσεων ἡ ἐν ἑαυτῷ ὑφʼ αὑτοῦ ἀρίστη κίνησις—μάλιστα γὰρ τῇ διανοητικῇ καὶ τῇ τοῦ παντὸς κινήσει συγγενής—ἡ δὲ ὑπʼ ἄλλου χείρων·
ΤΙ. また一方、諸運動の中で、自身の中にあって自身によって引き起こされる運動が最善である ―― なぜなら、それは理知的運動および宇宙の運動と最も親近性があるからである ―― 一方、他者によって引き起こされる運動はそれより劣る。
χειρίστη δὲ ἡ κειμένου τοῦ σώματος καὶ ἄγοντος ἡσυχίαν διʼ ἑτέρων αὐτὸ κατὰ μέρη κινοῦσα.
そして最悪なのは、身体が横たわって静止しているときに、他者によって部分的に動かされる運動である。
διὸ δὴ τῶν καθάρσεων καὶ συστάσεων τοῦ σώματος ἡ μὲν διὰ τῶν γυμνασίων ἀρίστη, δευτέρα δὲ ἡ διὰ τῶν αἰωρήσεων κατά τε τοὺς πλοῦς καὶ ὅπῃπερ ἂν ὀχήσεις ἄκοποι γίγνωνται·
それゆえ、身体の浄化と組織化の中で、体育によるものが最善であり、二番目は、船旅やその他およそ疲労を伴わない乗り物による揺すりによるものである。
τρίτον δὲ εἶδος κινήσεως σφόδρα ποτὲ ἀναγκαζομένῳ χρήσιμον, ἄλλως δὲ οὐδαμῶς τῷ νοῦν ἔχοντι προσδεκτέον, τὸ τῆς φαρμακευτικῆς καθάρσεως γιγνόμενον ἰατρικόν.
第三の運動の種類は、極度にやむを得ない場合にのみ有用であるが、それ以外の場合には、分別のある者には決して受け入れられるべきではないものであり、薬物による浄化という医療的手段である。
τὰ γὰρ νοσήματα, ὅσα μὴ μεγάλους ἔχει κινδύνους, οὐκ ἐρεθιστέον φαρμακείαις.
なぜなら、大きな危険を伴わない病気は、薬物療法によって刺激すべきではないからである。
πᾶσα γὰρ σύστασις νόσων τρόπον τινὰ τῇ τῶν ζῴων φύσει προσέοικε.
なぜなら、あらゆる病気の成立は、ある意味で生き物の自然に似ているからである。
καὶ γὰρ ἡ τούτων σύνοδος ἔχουσα τεταγμένους τοῦ βίου γίγνεται χρόνους τοῦ τε γένους σύμπαντος, καὶ καθʼ αὑτὸ τὸ ζῷον εἱμαρμένον ἕκαστον ἔχον τὸν βίον φύεται, χωρὶς τῶν ἐξ ἀνάγκης παθημάτων·
というのも、これらの構成は、その種全体にとっても、また個々の生き物自体にとっても、定められた寿命の期間を持って生じるのであり、運命づけられた寿命を持って生まれるからである、必然性から生じる受動を除いては。
τὰ γὰρ τρίγωνα εὐθὺς κατʼ ἀρχὰς ἑκάστου δύναμιν ἔχοντα συνίσταται μέχρι τινὸς χρόνου δυνατὰ ἐξαρκεῖν, οὗ βίον οὐκ ἄν ποτέ τις εἰς τὸ πέραν ἔτι βιῴη.
なぜなら、三角形は個々のものの最初から、一定の期間まで持ちこたえることができる力を持って組み立てられており、その限界を超えて生き長らえることは決してできないからである。
τρόπος οὖν ὁ αὐτὸς καὶ τῆς περὶ τὰ νοσήματα συστάσεως·
したがって、病気の成立についても同じ仕組みである。
ἣν ὅταν τις παρὰ τὴν εἱμαρμένην τοῦ χρόνου φθείρῃ φαρμακείαις, ἅμα ἐκ σμικρῶν μεγάλα καὶ πολλὰ ἐξ ὀλίγων νοσήματα φιλεῖ γίγνεσθαι.
人がその定められた期間に反して薬物によってそれを乱すとき、小さな病気から大きな病気が、少数の病気から多数の病気が同時に生じがちである。
διὸ παιδαγωγεῖν δεῖ διαίταις πάντα τὰ τοιαῦτα, καθʼ ὅσον ἂν ᾖ τῳ σχολή, ἀλλʼ οὐ φαρμακεύοντα κακὸν δύσκολον ἐρεθιστέον.
それゆえ、すべてこのようなものは、人に余暇がある限り、養生法によって管理すべきであり、薬物を用いて気難しい害悪を刺激すべきではない。
καὶ περὶ μὲν τοῦ κοινοῦ ζῴου καὶ τοῦ κατὰ τὸ σῶμα αὐτοῦ μέρους, ᾗ τις ἂν καὶ διαπαιδαγωγῶν καὶ διαπαιδαγωγούμενος ὑφʼ αὑτοῦ μάλιστʼ ἂν κατὰ λόγον ζῴη, ταύτῃ λελέχθω· τὸ δὲ δὴ παιδαγωγῆσον αὐτὸ μᾶλλόν που καὶ πρότερον παρασκευαστέον εἰς δύναμιν ὅτι κάλλιστον καὶ ἄριστον εἰς τὴν παιδαγωγίαν εἶναι.
そして、共通の生き物について、またその身体に関わる部分について、人がいかにして自らを導き、また自らに導かれつつ、最も理にかなって生きうるか、という点はこのように述べておこう。だが、それを導くべきもの自体は、できるかぎり最も美しく善きものとなるよう、むしろ、そしてあらかじめ、整えられねばならない。
διʼ ἀκριβείας μὲν οὖν περὶ τούτων διελθεῖν ἱκανὸν ἂν γένοιτο αὐτὸ καθʼ αὑτὸ μόνον ἔργον· τὸ δʼ ἐν παρέργῳ κατὰ τὰ πρόσθεν ἑπόμενος ἄν τις οὐκ ἄπο τρόπου τῇδε σκοπῶν ὧδε τῷ λόγῳ διαπεράναιτʼ ἄν.
しかし、これまでの議論に従い、付随的な仕事として、このように考察することは的外れではなく、この議論によってこのように結論づけることができるだろう。
§90ΤΙ. καθάπερ εἴπομεν πολλάκις, ὅτι τρία τριχῇ ψυχῆς ἐν ἡμῖν εἴδη κατῴκισται, τυγχάνει δὲ ἕκαστον κινήσεις ἔχον, οὕτω κατὰ ταὐτὰ καὶ νῦν ὡς διὰ βραχυτάτων ῥητέον ὅτι τὸ μὲν αὐτῶν ἐν ἀργίᾳ διάγον καὶ τῶν ἑαυτοῦ κινήσεων ἡσυχίαν ἄγον ἀσθενέστατον ἀνάγκη γίγνεσθαι, τὸ δʼ ἐν γυμνασίοις ἐρρωμενέστατον·
ΤΙ. 私たちが何度も言ったように、魂の三つの形態が私たちの内に三つの場所に定住しており、その各々が運動を持っている。 それと同様に、今も極めて簡潔に言わねばならない。 すなわち、それらのうちで怠惰に過ごし、自らの運動を静止させているものは、必然的に最も弱くなり、一方で訓練しているものは最も強健になる。
διὸ φυλακτέον ὅπως ἂν ἔχωσιν τὰς κινήσεις πρὸς ἄλληλα συμμέτρους.
それゆえ、それらが互いに対して不釣り合いにならないよう、調和ある運動を保つように注意せねばならない。
τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρʼ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίμονα θεὸς ἑκάστῳ δέδωκεν, τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπʼ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ συγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν ὡς ὄντας φυτὸν οὐκ ἔγγειον ἀλλὰ οὐράνιον, ὀρθότατα λέγοντες·
そして、私たちの内の最も主権的な魂の形態については、次のように考えねばならない。 すなわち、神はそれを各人にダイモーンとして与えたのであり、まさにこれは、私たちの身体の最上部に住み、地上の植物ではなく天上の植物である私たちを、地上から天にある親近性の高い場所へと引き上げるものである、と。 そしてこの主張は極めて正しい。
ἐκεῖθεν γάρ, ὅθεν ἡ πρώτη τῆς ψυχῆς γένεσις ἔφυ, τὸ θεῖον τὴν κεφαλὴν καὶ ῥίζαν ἡμῶν ἀνακρεμαννὺν ὀρθοῖ πᾶν τὸ σῶμα.
なぜなら、魂の最初の誕生が生じたその場所から、神性は私たちの頭と根を吊り下げることで、身体全体を直立させているからである。
τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ περὶ φιλονικίας τετευτακότι καὶ ταῦτα διαπονοῦντι σφόδρα πάντα τὰ δόγματα ἀνάγκη θνητὰ ἐγγεγονέναι, καὶ παντάπασιν καθʼ ὅσον μάλιστα δυνατὸν θνητῷ γίγνεσθαι, τούτου μηδὲ σμικρὸν ἐλλείπειν, ἅτε τὸ τοιοῦτον ηὐξηκότι·
したがって、欲望や虚栄に没頭し、これらを激しく労している者にとっては、すべての考えが必然的に死すべきものとなり、およそ死すべき者になりうる限りにおいて、完全に死すべきものとなり、それを少しも欠くことがない。 なぜなら、そのような部分を増大させてしまったからである。
τῷ δὲ περὶ φιλομαθίαν καὶ περὶ τὰς ἀληθεῖς φρονήσεις ἐσπουδακότι καὶ ταῦτα μάλιστα τῶν αὑτοῦ γεγυμνασμένῳ φρονεῖν μὲν ἀθάνατα καὶ θεῖα, ἄνπερ ἀληθείας ἐφάπτηται, πᾶσα ἀνάγκη που, καθʼ ὅσον δʼ αὖ μετασχεῖν ἀνθρωπίνῃ φύσει ἀθανασίας ἐνδέχεται, τούτου μηδὲν μέρος ἀπολείπειν, ἅτε δὲ ἀεὶ θεραπεύοντα τὸ θεῖον ἔχοντά τε αὐτὸν εὖ κεκοσμημένον τὸν δαίμονα σύνοικον ἑαυτῷ, διαφερόντως εὐδαίμονα εἶναι.
しかし、知を愛することや真の思考に熱心であり、自らのもののうちでこれらを最も訓練した者にとっては、もし彼が真理に触れるならば、不滅で神聖なものを考えることは全く必然であり、また、人間の本性が不滅にあずかることが許される限りにおいて、その一部をも欠くことはない。 そして、常に神的なものをケアし、自らと同居するダイモーンを美しく整えられた状態に保っているため、彼はひときわ幸福であるに違いない。
θεραπεία δὲ δὴ παντὶ παντὸς μία, τὰς οἰκείας ἑκάστῳ τροφὰς καὶ κινήσεις ἀποδιδόναι.
しかし、あらゆるものに対するあらゆるケアは唯一であり、それは各々に固有の栄養と運動を返すことである。
τῷ δʼ ἐν ἡμῖν θείῳ συγγενεῖς εἰσιν κινήσεις αἱ τοῦ παντὸς διανοήσεις καὶ περιφοραί·
そして、私たちの内の神的な部分にとって親近性のある運動とは、宇宙の思考と自転である。
ταύταις δὴ συνεπόμενον ἕκαστον δεῖ, τὰς περὶ τὴν γένεσιν ἐν τῇ κεφαλῇ διεφθαρμένας ἡμῶν περιόδους ἐξορθοῦντα διὰ τὸ καταμανθάνειν τὰς τοῦ παντὸς ἁρμονίας τε καὶ περιφοράς, τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.
したがって、各人はこれらに従い、誕生に際して私たちの頭の中で乱された回転軌道を、宇宙の調和と回転を学び知ることによって修正し、考える者を考えられるものへと、その本来の自然に従って似せるべきである。 そして似せることによって、神々から人間に提示された最善の生の目的を、現在および未来の時間にわたって達成せねばならない。
καὶ δὴ καὶ τὰ νῦν ἡμῖν ἐξ ἀρχῆς παραγγελθέντα διεξελθεῖν περὶ τοῦ παντὸς μέχρι γενέσεως ἀνθρωπίνης σχεδὸν ἔοικε τέλος ἔχειν.
そして、宇宙について、人間の誕生に至るまで論じ尽くすという、最初に私たちに課された任務は、ほぼ終わりを告げたようである。
τὰ γὰρ ἄλλα ζῷα ᾗ γέγονεν αὖ, διὰ βραχέων ἐπιμνηστέον, ὃ μή τις ἀνάγκη μηκύνειν·
他の生き物たちがどのようにして生まれたかについては、長々と説明する必要のない限り、簡潔に言及せねばならない。
οὕτω γὰρ ἐμμετρότερός τις ἂν αὑτῷ δόξειεν περὶ τοὺς τούτων λόγους εἶναι.
そうすれば、これらに関する議論において、より節度ある者と自ら思えるからである。
τῇδʼ οὖν τὸ τοιοῦτον ἔστω λεγόμενον.
したがって、そのようなことはこのように語られることとしよう。

語釈・文法注

  1. 89bτὸ τῆς φαρμακευτικῆς καθάρσεως γιγνόμενον ἰατρικόν — 「薬物による浄化という医療的手段」。この句において ἰατρικόν は、先行する τὸ ... γιγνόμενον と同格、あるいはその名詞的述語(または修飾語)として機能している。ここでは、前文の「第三の運動の種類」(τρίτον δὲ εἶδος κινήσεως)を主語とし、τὸ ... ἰατρικόν がその同格(説明)として補足されている。
  2. 89cοὗ βίον οὐκ ἄν ποτέ τις εἰς τὸ πέραν ἔτι βιῴη — 「その限界を超えて生き長らえることは決してできない」。関係代名詞 οὗ の先行詞は、直前の χρόνου(時間・期間)である。βίον は動詞 βιῴη と組み合わされた同族目的格(cognate accusative)であり、εἰς τὸ πέραν は「その(定められた時間の)限界を超えて」を意味する。
  3. 90aτὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρʼ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε — 「私たちの内の最も主権的な魂の形態については、次のように考えねばならない」。主動詞のない不定詞 διανοεῖσθαι は、非人称動詞 δεῖ の本動詞(主語的・目的語的不定詞)である。τῇδε(このように)は直後の ὡς 節(「…として」あるいは「…であること」)を先取り(prolepsis)している。
  4. 90cφρονεῖν μὲν ἀθάνατα καὶ θεῖα ... πᾶσα ἀνάγκη που — 「不滅で神聖なものを考えることは全く必然である」。πᾶσα ἀνάγκη は「絶対の必然性がある」という非人称的表現であり、不定詞 φρονεῖν はその意味上の主語(または補文)として機能している。τῷ δὲ ... ἐσπουδακότι(…に熱心な者にとっては)という与格が、この不定詞の意味上の主語(行為者)を示している。

この箇所を引用する

プラトン, ティマイオス §89-90. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:89-90

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。