§86ΤΙ. πλείων δʼ ἐπιρρέουσα, τῇ παρʼ αὐτῆς θερμότητι κρατήσασα τὰς ἶνας εἰς ἀταξίαν ζέσασα διέσεισεν·
ΤΙ. しかし、(胆汁が)より多く流れ込み、それ自身の熱によって繊維を制し、無秩序へと沸騰させて揺り動かす。
καὶ ἐὰν μὲν ἱκανὴ διὰ τέλους κρατῆσαι γένηται, πρὸς τὸ τοῦ μυελοῦ διαπεράσασα γένος κάουσα ἔλυσεν τὰ τῆς ψυχῆς αὐτόθεν οἷον νεὼς πείσματα μεθῆκέν τε ἐλευθέραν, ὅταν δʼ ἐλάττων ᾖ τό τε σῶμα ἀντίσχῃ τηκόμενον, αὐτὴ κρατηθεῖσα ἢ κατὰ πᾶν τὸ σῶμα ἐξέπεσεν, ἢ διὰ τῶν φλεβῶν εἰς τὴν κάτω συνωσθεῖσα ἢ τὴν ἄνω κοιλίαν, οἷον φυγὰς ἐκ πόλεως στασιασάσης ἐκ τοῦ σώματος ἐκπίπτουσα, διαρροίας καὶ δυσεντερίας καὶ τὰ τοιαῦτα νοσήματα πάντα παρέσχετο.
そして、もしそれが最後まで支配し続けるに十分であるならば、骨髄の領域にまで達してそこを焼き、あたかも船のともづなを解くように、そこから魂の係留索を解き放って、魂を自由に解放する。 しかし、それがより少なく、身体が溶かされつつも抵抗する場合、それ自体が征服されて、身体全体にわたって排出されるか、あるいは血管を通って下または上の腹腔へと押しやられ、まるで内乱の起きた都市からの亡命者のように身体から逃れ出て、下痢や赤痢やそのようなすべての病気を引き起こす。
τὸ μὲν οὖν ἐκ πυρὸς ὑπερβολῆς μάλιστα νοσῆσαν σῶμα συνεχῆ καύματα καὶ πυρετοὺς ἀπεργάζεται, τὸ δʼ ἐξ ἀέρος ἀμφημερινούς, τριταίους δʼ ὕδατος διὰ τὸ νωθέστερον ἀέρος καὶ πυρὸς αὐτὸ εἶναι·
さて、火の過剰によって最も病んでいる身体は、持続する熱と熱病を引き起こし、空気によるものは日日熱を、水によるものは、それが空気や火よりも鈍重であるために三日熱を引き起こす。
τὸ δὲ γῆς, τετάρτως ὂν νωθέστατον τούτων, ἐν τετραπλασίαις περιόδοις χρόνου καθαιρόμενον, τεταρταίους πυρετοὺς ποιῆσαν ἀπαλλάττεται μόλις.
そして、これらの中で四番目に鈍重である土によるものは、四倍の時間の周期で浄化され、四日熱を引き起こして、ようやく去っていく。
καὶ τὰ μὲν περὶ τὸ σῶμα νοσήματα ταύτῃ συμβαίνει γιγνόμενα, τὰ δὲ περὶ ψυχὴν διὰ σώματος ἕξιν τῇδε.
そして、身体に関する病気はこのようにして生じるが、魂に関する病気は身体の状態によって次のようにして生じる。
νόσον μὲν δὴ ψυχῆς ἄνοιαν συγχωρητέον, δύο δʼ ἀνοίας γένη, τὸ μὲν μανίαν, τὸ δὲ ἀμαθίαν.
さて、魂の病気とは無知であると認めなければならない。 そして無知には二つの種類があり、一方は狂気、他方は無学である。
πᾶν οὖν ὅτι πάσχων τις πάθος ὁπότερον αὐτῶν ἴσχει, νόσον προσρητέον, ἡδονὰς δὲ καὶ λύπας ὑπερβαλλούσας τῶν νόσων μεγίστας θετέον τῇ ψυχῇ·
それゆえ、人がどのような状態を被ってそのいずれかを持つにせよ、それを病気と呼ぶべきであり、過度の快楽や苦痛を、魂にとって最大の病気と見なさねばならない。
περιχαρὴς γὰρ ἄνθρωπος ὢν ἢ καὶ τἀναντία ὑπὸ λύπης πάσχων, σπεύδων τὸ μὲν ἑλεῖν ἀκαίρως, τὸ δὲ φυγεῖν, οὔθʼ ὁρᾶν οὔτε ἀκούειν ὀρθὸν οὐδὲν δύναται, λυττᾷ δὲ καὶ λογισμοῦ μετασχεῖν ἥκιστα τότε δὴ δυνατός.
なぜなら、過度に喜んでいる人、あるいは逆に苦痛によって苦しんでいる人は、一(快楽)を不適切に得ようと急ぎ、他(苦痛)を避けようと急ぐあまり、正しいことについて見ることも聞くことも全くできず、狂乱し、そのときには理性にあずかることが最も不可能になるからである。
τὸ δὲ σπέρμα ὅτῳ πολὺ καὶ ῥυῶδες περὶ τὸν μυελὸν γίγνεται καὶ καθαπερεὶ δένδρον πολυκαρπότερον τοῦ συμμέτρου πεφυκὸς ᾖ, πολλὰς μὲν καθʼ ἕκαστον ὠδῖνας, πολλὰς δʼ ἡδονὰς κτώμενος ἐν ταῖς ἐπιθυμίαις καὶ τοῖς περὶ τὰ τοιαῦτα τόκοις, ἐμμανὴς τὸ πλεῖστον γιγνόμενος τοῦ βίου διὰ τὰς μεγίστας ἡδονὰς καὶ λύπας, νοσοῦσαν καὶ ἄφρονα ἴσχων ὑπὸ τοῦ σώματος τὴν ψυχήν, οὐχ ὡς νοσῶν ἀλλʼ ὡς ἑκὼν κακὸς δοξάζεται·
そして、骨髄の周りにおいて精液が多く、かつ流動的になり、まるで適度な基準を超えて多産な木のように生まれついている者にとって、欲望やそのようなことに関する出産において、多くの苦痛と多くの快楽をそれぞれ得て、最大の快楽と苦痛のために、その生涯の大部分を狂乱して過ごし、身体によって病んで分別を失った魂を持つことになるが、彼は病んでいる者としてではなく、自ら進んで邪悪な者であると見なされる。
τὸ δὲ ἀληθὲς ἡ περὶ τὰ ἀφροδίσια ἀκολασία κατὰ τὸ πολὺ μέρος διὰ τὴν ἑνὸς γένους ἕξιν ὑπὸ μανότητος ὀστῶν ἐν σώματι ῥυώδη καὶ ὑγραίνουσαν νόσος ψυχῆς γέγονεν.
しかし真実は、性愛に関する無節制は、大部分、一つの類の状態(すなわち骨の粗鬆さによって身体の中で流動的かつ湿った状態になること)によって生じた、魂の病気なのである。
καὶ σχεδὸν δὴ πάντα ὁπόσα ἡδονῶν ἀκράτεια καὶ ὄνειδος ὡς ἑκόντων λέγεται τῶν κακῶν, οὐκ ὀρθῶς ὀνειδίζεται·
そして実際、快楽への無節制であり、あたかも悪人たちが自ら進んでそうしているかのように非難されるすべてのことは、正しく非難されているのではない。
κακὸς μὲν γὰρ ἑκὼν οὐδείς, διὰ δὲ πονηρὰν ἕξιν τινὰ τοῦ σώματος καὶ ἀπαίδευτον τροφὴν ὁ κακὸς γίγνεται κακός, παντὶ δὲ ταῦτα ἐχθρὰ καὶ ἄκοντι προσγίγνεται.
なぜなら、自ら進んで悪人になる者は一人もおらず、身体の何らかの不健全な状態や無教育な養育のために、悪人は悪人になるのであって、これらのことは誰にとっても不快なものであり、望まないのに生じるからである。
καὶ πάλιν δὴ τὸ περὶ τὰς λύπας ἡ ψυχὴ κατὰ ταὐτὰ διὰ σῶμα πολλὴν ἴσχει κακίαν.
そしてまた、苦痛に関しても、魂は同じように身体のせいで多くの邪悪さを持つことになる。