Humanitext Reader

プラトン · ティマイオス §84-85

深部組織の崩壊と体液異常による病気

37 / 41 箇所 · ギリシア語

要旨

肉や骨、骨髄などの二次組織が逆行的に崩壊して血液に流入することで発生する、深刻な病気のプロセスを説明する。続いて、呼吸、粘液、胆汁を原因とする第三の病気の分類を挙げ、破傷風、てんかん(神聖病)、血液中の繊維と胆汁の作用による悪寒などの発症メカニズムを解説する。

§84ΤΙ. διακρινομένης μὲν οὖν ὑπὸ νόσων τῆς σαρκὸς ἑκάστης, μενόντων δὲ τῶν πυθμένων αὐταῖς ἡμίσεια τῆς συμφορᾶς ἡ δύναμις—ἀνάληψιν γὰρ ἔτι μετʼ εὐπετείας ἴσχει— τὸ δὲ δὴ σάρκας ὀστοῖς συνδοῦν ὁπότʼ ἂν νοσήσῃ, καὶ μηκέτι αὐτὸ ἐξ ἰνῶν αἷμα καὶ νεύρων ἀποχωριζόμενον ὀστῷ μὲν τροφή, σαρκὶ δὲ πρὸς ὀστοῦν γίγνηται δεσμός, ἀλλʼ ἐκ λιπαροῦ καὶ λείου καὶ γλίσχρου τραχὺ καὶ ἁλμυρὸν αὐχμῆσαν ὑπὸ κακῆς διαίτης γένηται, τότε ταῦτα πάσχον πᾶν τὸ τοιοῦτον καταψήχεται μὲν αὐτὸ πάλιν ὑπὸ τὰς σάρκας καὶ τὰ νεῦρα, ἀφιστάμενον ἀπὸ τῶν ὀστῶν, αἱ δʼ ἐκ τῶν ῥιζῶν συνεκπίπτουσαι τά τε νεῦρα γυμνὰ καταλείπουσι καὶ μεστὰ ἅλμης·
TΙ. さて、それぞれの肉が病気によって分解されるとしても、それらの土台が残っている限りは、災いの力は半分に留まる。 なぜなら、依然として容易に回復するからである。 しかし、まさに肉を骨に結びつけているもの自体が病気になり、もはやそれが繊維や腱から分離された血液として骨への栄養や、肉を骨に結びつける絆となるのではなく、悪しき食生活のために、脂っこく滑らかで粘り気のある状態から、ざらざらして塩辛く乾燥したものになるとき、このとき、このような影響を被るそのすべては、骨から剥がれ落ちながら、肉や腱の下へと再び崩れ落ちる。 他方、肉はその根元から一緒に脱落し、腱をむき出しにして塩気でいっぱいに残す。
αὐταὶ δὲ πάλιν εἰς τὴν αἵματος φορὰν ἐμπεσοῦσαι τὰ πρόσθεν ῥηθέντα νοσήματα πλείω ποιοῦσιν.
そして肉自体は、再び血液の流れの中に落ち込んで、先に述べた病気をさらに増大させる。
χαλεπῶν δὲ τούτων περὶ τὰ σώματα παθημάτων γιγνομένων μείζω ἔτι γίγνεται τὰ πρὸ τούτων, ὅταν ὀστοῦν διὰ πυκνότητα σαρκὸς ἀναπνοὴν μὴ λαμβάνον ἱκανήν, ὑπʼ εὐρῶτος θερμαινόμενον, σφακελίσαν μήτε τὴν τροφὴν καταδέχηται πάλιν τε αὐτὸ εἰς ἐκείνην ἐναντίως ἴῃ ψηχόμενον, ἡ δʼ εἰς σάρκας, σὰρξ δὲ εἰς αἷμα ἐμπίπτουσα τραχύτερα πάντα τῶν πρόσθεν τὰ νοσήματα ἀπεργάζηται·
身体にこのような重い疾患が生じるが、これらに先立つ原因となるものは、さらに重大である。 すなわち、骨が肉の密度のために十分な呼吸を得られず、カビによって熱せられて壊死し、栄養を受け入れず、逆にそれ自体が崩壊してその栄養の方向へと戻っていき、それが肉へ、肉が血液の中へと落ち込んで、先述のすべての病気よりさらに激しい病気を引き起こすときである。
τὸ δʼ ἔσχατον πάντων, ὅταν ἡ τοῦ μυελοῦ φύσις ἀπʼ ἐνδείας ἤ τινος ὑπερβολῆς νοσήσῃ, τὰ μέγιστα καὶ κυριώτατα πρὸς θάνατον τῶν νοσημάτων ἀποτελεῖ, πάσης ἀνάπαλιν τῆς τοῦ σώματος φύσεως ἐξ ἀνάγκης ῥυείσης.
そして、すべてのうちで最悪なものは、骨髄の自然が欠乏や何らかの過剰によって病気になるときであり、これは死に至る最大かつ最も決定的な病気を引き起こす。 このとき、身体のすべての自然は必然的に逆方向に流れてしまっているのである。
τρίτον δʼ αὖ νοσημάτων εἶδος τριχῇ δεῖ διανοεῖσθαι γιγνόμενον, τὸ μὲν ὑπὸ πνεύματος, τὸ δὲ φλέγματος, τὸ δὲ χολῆς.
さて、第三の病気の種類は、三つの原因によって生じると考えるべきである。 一つは気によって、一つは粘液によって、もう一つは胆汁によってである。
ὅταν μὲν γὰρ ὁ τῶν πνευμάτων τῷ σώματι ταμίας πλεύμων μὴ καθαρὰς παρέχῃ τὰς διεξόδους ὑπὸ ῥευμάτων φραχθείς, ἔνθα μὲν οὐκ ἰόν, ἔνθα δὲ πλεῖον ἢ τὸ προσῆκον πνεῦμα εἰσιὸν τὰ μὲν οὐ τυγχάνοντα ἀναψυχῆς σήπει, τὰ δὲ τῶν φλεβῶν διαβιαζόμενον καὶ συνεπιστρέφον αὐτὰ τῆκόν τε τὸ σῶμα εἰς τὸ μέσον αὐτοῦ διάφραγμά τʼ ἴσχον ἐναπολαμβάνεται, καὶ μυρία δὴ νοσήματα ἐκ τούτων ἀλγεινὰ μετὰ πλήθους ἱδρῶτος πολλάκις ἀπείργασται.
なぜなら、身体に対する気の管理者である肺が、カタルによって塞がれて、きれいな通路を提供しないとき、ある場所には入らず、別の場所にはふさわしい量よりも多く入る気が、冷却を得られない部分を腐らせる一方で、血管の各部を無理に通り抜けてそれらをねじ曲げ、身体を溶かして、身体の中央にある横隔膜に突き当たり、そこに閉じ込められ、これらから、しばしば大量の汗を伴う無数の苦痛に満ちた病気を引き起こすからである。
πολλάκις δʼ ἐν τῷ σώματι διακριθείσης σαρκὸς πνεῦμα ἐγγενόμενον καὶ ἀδυνατοῦν ἔξω πορευθῆναι τὰς αὐτὰς τοῖς ἐπεισεληλυθόσιν ὠδῖνας παρέσχεν, μεγίστας δέ, ὅταν περὶ τὰ νεῦρα καὶ τὰ ταύτῃ φλέβια περιστὰν καὶ ἀνοιδῆσαν τούς τε ἐπιτόνους καὶ τὰ συνεχῆ νεῦρα οὕτως εἰς τὸ ἐξόπισθεν κατατείνῃ τούτοις·
またしばしば、身体の中で肉が分解されたときに、気が内部に発生し、外へ出ることができずに、外部から侵入した気流と同じ苦痛をもたらす。 そして最大の苦痛は、それが腱やその周辺の小血管の周りに集まって腫れ上がり、張力のある腱やそれに連なる腱を後ろへと強く引き張るときである。
ἃ δὴ καὶ ἀπʼ αὐτοῦ τῆς συντονίας τοῦ παθήματος τὰ νοσήματα τέτανοί τε καὶ ὀπισθότονοι προσερρήθησαν.
まさにこの疾患の極度の緊張から、これらの病気は「破傷風」および「後弓反張」と名付けられた。
§85ΤΙ. ὧν καὶ τὸ φάρμακον χαλεπόν·
TΙ. これらに対する治療もまた困難である。
πυρετοὶ γὰρ οὖν δὴ τὰ τοιαῦτα ἐπιγιγνόμενοι μάλιστα λύουσιν.
なぜなら、このような疾患に引き続いて発生する熱病こそが、これを最もよく解きほぐすからである。
τὸ δὲ λευκὸν φλέγμα διὰ τὸ τῶν πομφολύγων πνεῦμα χαλεπὸν ἀποληφθέν, ἔξω δὲ τοῦ σώματος ἀναπνοὰς ἴσχον ἠπιώτερον μέν, καταποικίλλει δὲ τὸ σῶμα λεύκας ἀλφούς τε καὶ τὰ τούτων συγγενῆ νοσήματα ἀποτίκτον.
一方、白い粘液は、泡の中の気が閉じ込められると厄介なものになるが、身体の外へ吐き出す出口を得られれば、より穏やかではあるものの、身体を白斑や白癬、およびこれらと同類の病気を生じさせて斑模様にする。
μετὰ χολῆς δὲ μελαίνης κερασθὲν ἐπὶ τὰς περιόδους τε τὰς ἐν τῇ κεφαλῇ θειοτάτας οὔσας ἐπισκεδαννύμενον καὶ συνταράττον αὐτάς, καθʼ ὕπνον μὲν ἰὸν πρᾳΰτερον, ἐγρηγορόσιν δὲ ἐπιτιθέμενον δυσαπαλλακτότερον·
しかし、黒胆汁と混ざり合って、頭部にある最も神聖な循環に飛び散り、それらをかき乱すとき、睡眠中に襲う場合はより穏やかであるが、目覚めている人々に襲いかかるときはより治しがたい。
νόσημα δὲ ἱερᾶς ὂν φύσεως ἐνδικώτατα ἱερὸν λέγεται.
これは神聖な本性に関する病気であるため、最も正当に「神聖病」と呼ばれる。
φλέγμα δʼ ὀξὺ καὶ ἁλμυρὸν πηγὴ πάντων νοσημάτων ὅσα γίγνεται καταρροϊκά·
また、酸性で塩辛い粘液は、カタルとして生じるすべての病気の源泉である。
διὰ δὲ τοὺς τόπους εἰς οὓς ῥεῖ παντοδαποὺς ὄντας παντοῖα ὀνόματα εἴληφεν.
そして、それが流れ込む場所が多様であるために、あらゆる名前を得ている。
ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος, ἀπὸ τοῦ κάεσθαί τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε πάντα.
身体のうち「炎症を起こす」と言われるすべてのものは、燃えることや燃え上がることに由来するが、これらはすべて胆汁によって生じる。
λαμβάνουσα μὲν οὖν ἀναπνοὴν ἔξω παντοῖα ἀναπέμπει φύματα ζέουσα, καθειργνυμένη δʼ ἐντὸς πυρίκαυτα νοσήματα πολλὰ ἐμποιεῖ, μέγιστον δέ, ὅταν αἵματι καθαρῷ συγκερασθεῖσα τὸ τῶν ἰνῶν γένος ἐκ τῆς ἑαυτῶν διαφορῇ τάξεως, αἳ διεσπάρησαν μὲν εἰς αἷμα, ἵνα συμμέτρως λεπτότητος ἴσχοι καὶ πάχους καὶ μήτε διὰ θερμότητα ὡς ὑγρὸν ἐκ μανοῦ τοῦ σώματος ἐκρέοι, μήτʼ αὖ πυκνότερον δυσκίνητον ὂν μόλις ἀναστρέφοιτο ἐν ταῖς φλεψίν.
したがって、それが外部への出口を得るときは、沸騰してあらゆる吹き出物を噴出させるが、内部に閉じ込められるときは、多くの熱を帯びた病気を引き起こす。 そして、最大のものは、それが純粋な血液と混ざり合って、繊維の類をその本来の秩序から乱すときである。 その繊維は、血液が薄さと厚さの適度な比率を保ち、熱のために液体として粗い身体から流れ出てしまわないように、また逆に密度が高すぎて動きにくくなり血管の中で巡りにくくならないように、血液の中に分散して存在しているものである。
καιρὸν δὴ τούτων ἶνες τῇ τῆς φύσεως γενέσει φυλάττουσιν·
実に、繊維は自然の生成においてこれらの適度なバランスを守っている。
ἃς ὅταν τις καὶ τεθνεῶτος αἵματος ἐν ψύξει τε ὄντος πρὸς ἀλλήλας συναγάγῃ, διαχεῖται πᾶν τὸ λοιπὸν αἷμα, ἐαθεῖσαι δὲ ταχὺ μετὰ τοῦ περιεστῶτος αὐτὸ ψύχους συμπηγνύασιν.
死んだ血液で冷えている状態であっても、人がそれらの繊維を互いに集めると残りの血液全体は流動化し、逆に放置されると周囲の冷気とともに素早くそれを凝固させる。
ταύτην δὴ τὴν δύναμιν ἐχουσῶν ἰνῶν ἐν αἵματι χολὴ φύσει παλαιὸν αἷμα γεγονυῖα καὶ πάλιν ἐκ τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα, θερμὴ καὶ ὑγρὰ κατʼ ὀλίγον τὸ πρῶτον ἐμπίπτουσα πήγνυται διὰ τὴν τῶν ἰνῶν δύναμιν, πηγνυμένη δὲ καὶ βίᾳ κατασβεννυμένη χειμῶνα καὶ τρόμον ἐντὸς παρέχει.
繊維が血液中でこのような力を持っているため、本来古い血液であり、肉から再び血液へと溶け出したものである胆汁は、熱く湿っており、最初は少しずつ流入して繊維の力によって凝固する。 そして凝固し、無理に鎮火されることで、体内に寒気と震えをもたらす。

語釈・文法注

  1. 84aδιακρινομένης / μενόντων — διακρινομένης(分解される)と μενόντων(残っている)は、それぞれ τῆς σαρκὸς および τῶν πυθμένων を意味上の主語とする属格絶対構文である。後者は条件(「〜である限り」)のニュアンスを含んでいる。
  2. 84aτὸ δὲ δὴ σάρκας ὀστοῖς συνδοῦν — 文頭の τὸ... συνδοῦν(中性単数分詞 συνδέον の縮約形)は、文法的には話題提示のように機能し、その後に続く πᾶν τὸ τοιοῦτον(主語)によって実質的に引き継がれる、先取り的(proleptic)な主格(あるいは文の破格 anacoluthon)である。
  3. 84cπάλιν τε αὐτὸ εἰς ἐκείνην ἐναντίως ἴῃ — ἐκείνην は女性単数指示代名詞であり、文脈上、直前の女性単数名詞 τροφήν(栄養)を指す。本来は骨を養うための栄養であったものへと、壊死した骨自体が崩壊(ψηχόμενον)して逆流していく異常な状態を説明している。
  4. 85cδιαφορῇ — 動詞 διαφορέω(散らす、乱す、壊す)の接続法現在能動態3人称単数形であり、ὅταν に支配されている。胆汁が血液中の繊維の秩序(τάξιν)を乱し、その本来の機能を損なう様子を表す。

この箇所を引用する

プラトン, ティマイオス §84-85. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:84-85

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。