§84ΤΙ. διακρινομένης μὲν οὖν ὑπὸ νόσων τῆς σαρκὸς ἑκάστης, μενόντων δὲ τῶν πυθμένων αὐταῖς ἡμίσεια τῆς συμφορᾶς ἡ δύναμις—ἀνάληψιν γὰρ ἔτι μετʼ εὐπετείας ἴσχει— τὸ δὲ δὴ σάρκας ὀστοῖς συνδοῦν ὁπότʼ ἂν νοσήσῃ, καὶ μηκέτι αὐτὸ ἐξ ἰνῶν αἷμα καὶ νεύρων ἀποχωριζόμενον ὀστῷ μὲν τροφή, σαρκὶ δὲ πρὸς ὀστοῦν γίγνηται δεσμός, ἀλλʼ ἐκ λιπαροῦ καὶ λείου καὶ γλίσχρου τραχὺ καὶ ἁλμυρὸν αὐχμῆσαν ὑπὸ κακῆς διαίτης γένηται, τότε ταῦτα πάσχον πᾶν τὸ τοιοῦτον καταψήχεται μὲν αὐτὸ πάλιν ὑπὸ τὰς σάρκας καὶ τὰ νεῦρα, ἀφιστάμενον ἀπὸ τῶν ὀστῶν, αἱ δʼ ἐκ τῶν ῥιζῶν συνεκπίπτουσαι τά τε νεῦρα γυμνὰ καταλείπουσι καὶ μεστὰ ἅλμης· αὐταὶ δὲ πάλιν εἰς τὴν αἵματος φορὰν ἐμπεσοῦσαι τὰ πρόσθεν ῥηθέντα νοσήματα πλείω ποιοῦσιν.
提:然而,当各部分肉因疾病而分解,但其根基仍存时,灾祸的威力只剩一半——因为此时它仍易于恢复。 但当将肌肉与骨骼结合在一起的物质本身生病时,并且它不再由纤维和腱分离出来成为骨骼的营养以及肌肉与骨骼结合的纽带,而是由于不良饮食而从油腻、光滑和粘稠变得粗糙、咸涩且干枯时,那么承受此种病变的所有这些物质,就会从骨骼上脱离,重新崩塌在肌肉和腱的下方。 而肌肉从其根部一同脱落,使腱裸露并充满盐渍;这些脱落物重新落入血液的循环中,使前面提到的疾病更加增多。
χαλεπῶν δὲ τούτων περὶ τὰ σώματα παθημάτων γιγνομένων μείζω ἔτι γίγνεται τὰ πρὸ τούτων, ὅταν ὀστοῦν διὰ πυκνότητα σαρκὸς ἀναπνοὴν μὴ λαμβάνον ἱκανήν, ὑπʼ εὐρῶτος θερμαινόμενον, σφακελίσαν μήτε τὴν τροφὴν καταδέχηται πάλιν τε αὐτὸ εἰς ἐκείνην ἐναντίως ἴῃ ψηχόμενον, ἡ δʼ εἰς σάρκας, σὰρξ δὲ εἰς αἷμα ἐμπίπτουσα τραχύτερα πάντα τῶν πρόσθεν τὰ νοσήματα ἀπεργάζηται·
虽然身体周围发生的这些病痛已属严重,但先于它们的那些原因则更为重大:当骨骼由于肌肉的致密而得不到足够的呼吸,在霉烂的作用下变热、坏疽,既无法接受营养,骨骼自身反而逆向分解落入营养中,而崩碎的骨骼落入肌肉,肌肉再落入血液,使得先前所有的疾病都变得比以前更加剧烈。
τὸ δʼ ἔσχατον πάντων, ὅταν ἡ τοῦ μυελοῦ φύσις ἀπʼ ἐνδείας ἤ τινος ὑπερβολῆς νοσήσῃ, τὰ μέγιστα καὶ κυριώτατα πρὸς θάνατον τῶν νοσημάτων ἀποτελεῖ, πάσης ἀνάπαλιν τῆς τοῦ σώματος φύσεως ἐξ ἀνάγκης ῥυείσης.
而最严重的是,当骨髓的本性因匮乏或某种过剩而生病时,就会引发导致死亡的最大且最致命的疾病,因为身体的整个本性都不可避免地发生逆转流失。
τρίτον δʼ αὖ νοσημάτων εἶδος τριχῇ δεῖ διανοεῖσθαι γιγνόμενον, τὸ μὲν ὑπὸ πνεύματος, τὸ δὲ φλέγματος, τὸ δὲ χολῆς.
反之,第三种疾病必须被设想为由三种原因引起的:其一由于气息,其二由于粘液,其三由于胆汁。
ὅταν μὲν γὰρ ὁ τῶν πνευμάτων τῷ σώματι ταμίας πλεύμων μὴ καθαρὰς παρέχῃ τὰς διεξόδους ὑπὸ ῥευμάτων φραχθείς, ἔνθα μὲν οὐκ ἰόν, ἔνθα δὲ πλεῖον ἢ τὸ προσῆκον πνεῦμα εἰσιὸν τὰ μὲν οὐ τυγχάνοντα ἀναψυχῆς σήπει, τὰ δὲ τῶν φλεβῶν διαβιαζόμενον καὶ συνεπιστρέφον αὐτὰ τῆκόν τε τὸ σῶμα εἰς τὸ μέσον αὐτοῦ διάφραγμά τʼ ἴσχον ἐναπολαμβάνεται, καὶ μυρία δὴ νοσήματα ἐκ τούτων ἀλγεινὰ μετὰ πλήθους ἱδρῶτος πολλάκις ἀπείργασται.
因为当作为身体气息管理者的肺部因卡他而阻塞、无法提供清洁的通道时,气息在有的地方无法通过,而在有的地方通过得超过了适当的分量,导致得不到冷却的部分腐烂,而在其他地方则强行穿过血管并使其扭曲,溶解身体,并被拦截在身体中部的横隔膜处,封闭在其中,由此引发无数痛苦的疾病,且往往伴随着大量的出汗。
πολλάκις δʼ ἐν τῷ σώματι διακριθείσης σαρκὸς πνεῦμα ἐγγενόμενον καὶ ἀδυνατοῦν ἔξω πορευθῆναι τὰς αὐτὰς τοῖς ἐπεισεληλυθόσιν ὠδῖνας παρέσχεν, μεγίστας δέ, ὅταν περὶ τὰ νεῦρα καὶ τὰ ταύτῃ φλέβια περιστὰν καὶ ἀνοιδῆσαν τούς τε ἐπιτόνους καὶ τὰ συνεχῆ νεῦρα οὕτως εἰς τὸ ἐξόπισθεν κατατείνῃ τούτοις· ἃ δὴ καὶ ἀπʼ αὐτοῦ τῆς συντονίας τοῦ παθήματος τὰ νοσήματα τέτανοί τε καὶ ὀπισθότονοι προσερρήθησαν.
此外,当身体内的肌肉分解、内部产生气体而又无法向外排出时,会引起与外来气体相同的痛楚,而在其聚集在腱及该处的微血管周围并肿胀,从而将张力腱和相连的腱向后强力拉伸时,痛楚最为剧烈;正是由于这种病症本身的极度紧张,这些疾病被称作“破伤风”和“后弓反张”。
§85ΤΙ. ὧν καὶ τὸ φάρμακον χαλεπόν· πυρετοὶ γὰρ οὖν δὴ τὰ τοιαῦτα ἐπιγιγνόμενοι μάλιστα λύουσιν.
提:这些疾病连治疗都很困难;因为在其后发生的热病最能缓解它们。
τὸ δὲ λευκὸν φλέγμα διὰ τὸ τῶν πομφολύγων πνεῦμα χαλεπὸν ἀποληφθέν, ἔξω δὲ τοῦ σώματος ἀναπνοὰς ἴσχον ἠπιώτερον μέν, καταποικίλλει δὲ τὸ σῶμα λεύκας ἀλφούς τε καὶ τὰ τούτων συγγενῆ νοσήματα ἀποτίκτον.
而白粘液由于泡泡中的气体被封闭而变得棘手,但若在体外获得出口,则较为温和,但它会使身体斑驳,产生白癜风、白癣及与此同类的疾病。
μετὰ χολῆς δὲ μελαίνης κερασθὲν ἐπὶ τὰς περιόδους τε τὰς ἐν τῇ κεφαλῇ θειοτάτας οὔσας ἐπισκεδαννύμενον καὶ συνταράττον αὐτάς, καθʼ ὕπνον μὲν ἰὸν πρᾳΰτερον, ἐγρηγορόσιν δὲ ἐπιτιθέμενον δυσαπαλλακτότερον· νόσημα δὲ ἱερᾶς ὂν φύσεως ἐνδικώτατα ἱερὸν λέγεται.
当它与黑胆汁混合并散布到头部最神圣的循环中、使之混乱时,若在睡眠中发生则较为温和,但若侵袭清醒的人则更难摆脱;由于这是一种涉及神圣本性的疾病,它最公正地被称为“神圣病”(癫痫)。
φλέγμα δʼ ὀξὺ καὶ ἁλμυρὸν πηγὴ πάντων νοσημάτων ὅσα γίγνεται καταρροϊκά· διὰ δὲ τοὺς τόπους εἰς οὓς ῥεῖ παντοδαποὺς ὄντας παντοῖα ὀνόματα εἴληφεν.
另一方面,酸而咸的粘液是所有卡他性疾病的源泉;由于它流向的部位多种多样,因而获得了各种各样的名字。
ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος, ἀπὸ τοῦ κάεσθαί τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε πάντα.
身体中凡被称为“发炎”的部分,由于燃烧和着火,全都是因胆汁而引起的。
λαμβάνουσα μὲν οὖν ἀναπνοὴν ἔξω παντοῖα ἀναπέμπει φύματα ζέουσα, καθειργνυμένη δʼ ἐντὸς πυρίκαυτα νοσήματα πολλὰ ἐμποιεῖ, μέγιστον δέ, ὅταν αἵματι καθαρῷ συγκερασθεῖσα τὸ τῶν ἰνῶν γένος ἐκ τῆς ἑαυτῶν διαφορῇ τάξεως, αἳ διεσπάρησαν μὲν εἰς αἷμα, ἵνα συμμέτρως λεπτότητος ἴσχοι καὶ πάχους καὶ μήτε διὰ θερμότητα ὡς ὑγρὸν ἐκ μανοῦ τοῦ σώματος ἐκρέοι, μήτʼ αὖ πυκνότερον δυσκίνητον ὂν μόλις ἀναστρέφοιτο ἐν ταῖς φλεψίν.
因此,如果它向外获得出口,就会在沸腾时喷出各种肿块,但若封闭在内,则会引发许多火烧般的疾病,而最严重的,是当它与纯净的血液混合,使纤维的类别脱离其自身的秩序时——这些纤维散布在血液中,是为了使血液在稀薄与浓稠之间保持平衡,既不因受热而像液体一样从疏松的身体中流出,也不至于因过于粘稠而难以活动、难以在血管中循环。
καιρὸν δὴ τούτων ἶνες τῇ τῆς φύσεως γενέσει φυλάττουσιν· ἃς ὅταν τις καὶ τεθνεῶτος αἵματος ἐν ψύξει τε ὄντος πρὸς ἀλλήλας συναγάγῃ, διαχεῖται πᾶν τὸ λοιπὸν αἷμα, ἐαθεῖσαι δὲ ταχὺ μετὰ τοῦ περιεστῶτος αὐτὸ ψύχους συμπηγνύασιν.
确实,纤维在自然生成中守护着这些平衡;即使在死去的血液和寒冷中,如果有人将这些纤维聚集在一起,其余的血液就会流散,但若任其自然,它们会随着周围的寒冷迅速使其凝固。
ταύτην δὴ τὴν δύναμιν ἐχουσῶν ἰνῶν ἐν αἵματι χολὴ φύσει παλαιὸν αἷμα γεγονυῖα καὶ πάλιν ἐκ τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα, θερμὴ καὶ ὑγρὰ κατʼ ὀλίγον τὸ πρῶτον ἐμπίπτουσα πήγνυται διὰ τὴν τῶν ἰνῶν δύναμιν, πηγνυμένη δὲ καὶ βίᾳ κατασβεννυμένη χειμῶνα καὶ τρόμον ἐντὸς παρέχει.
既然纤维在血液中具有这种力量,本性上由陈旧血液构成、并从肌肉中重新融化落入其中的胆汁,其性质既热且湿,起初稍微落入时,便因纤维的力量而凝固,而在其凝固并被强行熄灭时,便在体内引起寒战和发抖。