§82ΤΙ. τὸ δὲ τῶν νόσων ὅθεν συνίσταται, δῆλόν που καὶ παντί.
TΙ. 病気がどのようにして発生するかは、おそらく誰にとっても明らかであろう。
τεττάρων γὰρ ὄντων γενῶν ἐξ ὧν συμπέπηγεν τὸ σῶμα, γῆς πυρὸς ὕδατός τε καὶ ἀέρος, τούτων ἡ παρὰ φύσιν πλεονεξία καὶ ἔνδεια καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας ἐπʼ ἀλλοτρίαν γιγνομένη, πυρός τε αὖ καὶ τῶν ἑτέρων ἐπειδὴ γένη πλείονα ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον ἑαυτῷ προσλαμβάνειν, καὶ πάνθʼ ὅσα τοιαῦτα, στάσεις καὶ νόσους παρέχει·
すなわち、身体を構成する四つの要素、土、火、水、空気が存在し、これらの自然に反した過多や不足、また本来の領分から他への移動が生じること、あるいはまた火やその他の要素において実際には複数の種類が存在するために、それぞれにとってふさわしくない要素が付け加わること、その他すべてこのようなことが、内乱と病気をもたらすのである。
παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου καὶ μεθισταμένου θερμαίνεται μὲν ὅσα ἂν πρότερον ψύχηται, ξηρὰ δὲ ὄντα εἰς ὕστερον γίγνεται νοτερά, καὶ κοῦφα δὴ καὶ βαρέα, καὶ πάσας πάντῃ μεταβολὰς δέχεται.
なぜなら、各要素が自然に反して生成されたり移動したりするとき、以前は冷やされていたものが熱せられ、乾燥していたものが後に湿り気を帯びるようになり、また軽いものや重いものも、あらゆる変化をいたるところで被るからである。
μόνως γὰρ δή, φαμέν, ταὐτὸν ταὐτῷ κατὰ ταὐτὸν καὶ ὡσαύτως καὶ ἀνὰ λόγον προσγιγνόμενον καὶ ἀπογιγνόμενον ἐάσει ταὐτὸν ὂν αὑτῷ σῶν καὶ ὑγιὲς μένειν·
というのも、同一のものが同一のものに対して、同じように、同様に、かつ比例して付け加わったり失われたりすることだけが、それ自体と同じものでありながら、無事かつ健全にとどまることを可能にすると我々は主張するからである。
ὃ δʼ ἂν πλημμελήσῃ τι τούτων ἐκτὸς ἀπιὸν ἢ προσιόν, ἀλλοιότητας παμποικίλας καὶ νόσους φθοράς τε ἀπείρους παρέξεται.
これらから外れて過ちを犯し、外部へと去ったり接近したりするものは、極めて多様な変質や病気、そして数限りない破壊をもたらすであろう。
δευτέρων δὴ συστάσεων αὖ κατὰ φύσιν συνεστηκυιῶν, δευτέρα κατανόησις νοσημάτων τῷ βουλομένῳ γίγνεται συννοῆσαι.
さて、第二の組織が自然に従って組み立てられた今、理解しようとする者にとって、病気についての第二の理解が可能となる。
μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος, ἔτι τε αἵματος ἄλλον μὲν τρόπον, ἐκ δὲ τῶν αὐτῶν γεγονότος, τῶν μὲν ἄλλων τὰ πλεῖστα ᾗπερ τὰ πρόσθεν, τὰ δὲ μέγιστα τῶν νοσημάτων τῇδε χαλεπὰ συμπέπτωκεν·
すなわち、それらの要素から骨髄、骨、肉、腱が結合して作られ、さらに血液も、別の方法ではあるが同じものから生じているので、他の多くのものは先ほど述べた通りであるが、病気のうち最も重大なものは次のような困難な形で発生する。
ὅταν ἀνάπαλιν ἡ γένεσις τούτων πορεύηται, τότε ταῦτα διαφθείρεται.
これら二次組織の生成が逆行するとき、そのときにこれらは破壊されるのである。
κατὰ φύσιν γὰρ σάρκες μὲν καὶ νεῦρα ἐξ αἵματος γίγνεται, νεῦρον μὲν ἐξ ἰνῶν διὰ τὴν συγγένειαν, σάρκες δὲ ἀπὸ τοῦ παγέντος ὃ πήγνυται χωριζόμενον ἰνῶν·
なぜなら自然に従えば、肉や腱は血液から生じる。 すなわち、腱は同族関係のために繊維から生じ、肉は、繊維から分離して固まるものから生じる。
τὸ δὲ ἀπὸ τῶν νεύρων καὶ σαρκῶν ἀπιὸν αὖ γλίσχρον καὶ λιπαρὸν ἅμα μὲν τὴν σάρκα κολλᾷ πρὸς τὴν τῶν ὀστῶν φύσιν αὐτό τε τὸ περὶ τὸν μυελὸν ὀστοῦν τρέφον αὔξει, τὸ δʼ αὖ διὰ τὴν πυκνότητα τῶν ὀστῶν διηθούμενον καθαρώτατον γένος τῶν τριγώνων λειότατόν τε καὶ λιπαρώτατον, λειβόμενον ἀπὸ τῶν ὀστῶν καὶ στάζον, ἄρδει τὸν μυελόν.
また腱や肉から去る粘り気のある脂っこいものは、肉を骨の組織に接着させ、同時に骨髄の周囲の骨自体に栄養を与えて成長させる。 他方、骨の密度のために濾過された、最も純粋で、最も滑らかで最も脂っこい三角形の種は、骨から滴り落ちて、骨髄を潤す。
καὶ κατὰ ταῦτα μὲν γιγνομένων ἑκάστων ὑγίεια συμβαίνει τὰ πολλά·
そして、それぞれがこのように生じているときは、多くの場合健康が保たれる。
νόσοι δέ, ὅταν ἐναντίως.
しかし病気は、これとは逆の時に生じる。
ὅταν γὰρ τηκομένη σὰρξ ἀνάπαλιν εἰς τὰς φλέβας τὴν τηκεδόνα ἐξιῇ, τότε μετὰ πνεύματος αἷμα πολύ τε καὶ παντοδαπὸν ἐν ταῖς φλεψὶ χρώμασι καὶ πικρότησι ποικιλλόμενον, ἔτι δὲ ὀξείαις καὶ ἁλμυραῖς δυνάμεσι, χολὰς καὶ ἰχῶρας καὶ φλέγματα παντοῖα ἴσχει·
すなわち、溶けた肉が逆に血管の中にその溶解物を吐き出すとき、そのとき、呼吸を伴って、色や苦味、さらには酸性や塩辛い性質によって多様化された、大量のあらゆる血液が血管内に生じ、様々な胆汁、漿液、粘液を生じさせるのである。
§83ΤΙ. παλιναίρετα γὰρ πάντα γεγονότα καὶ διεφθαρμένα τό τε αἷμα αὐτὸ πρῶτον διόλλυσι, καὶ αὐτὰ οὐδεμίαν τροφὴν ἔτι τῷ σώματι παρέχοντα φέρεται πάντῃ διὰ τῶν φλεβῶν, τάξιν τῶν κατὰ φύσιν οὐκέτʼ ἴσχοντα περιόδων, ἐχθρὰ μὲν αὐτὰ αὑτοῖς διὰ τὸ μηδεμίαν ἀπόλαυσιν ἑαυτῶν ἔχειν, τῷ συνεστῶτι δὲ τοῦ σώματος καὶ μένοντι κατὰ χώραν πολέμια, διολλύντα καὶ τήκοντα.
TΙ. なぜなら、これらはすべて逆行して発生し破壊されたものであり、まず血液自体を真っ先に破壊し、それ自体はもはや身体に何ら栄養を供給することなく、血管を通じてあらゆる方向に運ばれる。 自然な循環の秩序を失い、自らから何ら恩恵を得られないために互いに敵対し、また身体の固定されて本来の場所にとどまっている組織に対しても敵対し、それらを破壊し溶解させる。
ὅσον μὲν οὖν ἂν παλαιότατον ὂν τῆς σαρκὸς τακῇ, δύσπεπτον γιγνόμενον μελαίνει μὲν ὑπὸ παλαιᾶς συγκαύσεως, διὰ δὲ τὸ πάντῃ διαβεβρῶσθαι πικρὸν ὂν παντὶ χαλεπὸν προσπίπτει τοῦ σώματος ὅσον ἂν μήπω διεφθαρμένον ᾖ, καὶ τοτὲ μὲν ἀντὶ τῆς πικρότητος ὀξύτητα ἔσχεν τὸ μέλαν χρῶμα, ἀπολεπτυνθέντος μᾶλλον τοῦ πικροῦ, τοτὲ δὲ ἡ πικρότης αὖ βαφεῖσα αἵματι χρῶμα ἔσχεν ἐρυθρώτερον, τοῦ δὲ μέλανος τούτῳ συγκεραννυμένου χλοῶδες·
したがって、溶解する肉のうち最も古い部分は、消化しにくいために古い燃焼によって黒くなり、いたるところを侵食されているために、苦味を帯びて、身体のまだ破壊されていない部分すべてに激しく襲いかかる。 そして、ある時は、その黒い色が苦味の代わりに酸味を帯びる(苦味がさらに薄まったためである)。 またある時は、その苦味が血液で染められて、より赤い色を帯び、これに黒色が混ざり合うことで緑色を帯びる。
ἔτι δὲ συμμείγνυται ξανθὸν χρῶμα μετὰ τῆς πικρότητος, ὅταν νέα συντακῇ σὰρξ ὑπὸ τοῦ περὶ τὴν φλόγα πυρός.
さらに、炎を取り巻く火によって新しい肉が同時に溶解するとき、その苦味に黄色が混ざり合う。
καὶ τὸ μὲν κοινὸν ὄνομα πᾶσιν τούτοις ἤ τινες ἰατρῶν που χολὴν ἐπωνόμασαν, ἢ καί τις ὢν δυνατὸς εἰς πολλὰ μὲν καὶ ἀνόμοια βλέπειν, ὁρᾶν δὲ ἐν αὐτοῖς ἓν γένος ἐνὸν ἄξιον ἐπωνυμίας πᾶσιν·
これらのすべてに対して、ある医師たちは「胆汁」という共通の名前を付した。 あるいは、多くの異なるものを見て、それらのすべてに共通の名前をつけるに値する一つの種が内在していることを見抜くことのできる、何らかの能力のある者がそう呼んだのかもしれない。
τὰ δʼ ἄλλα ὅσα χολῆς εἴδη λέγεται, κατὰ τὴν χρόαν ἔσχεν λόγον αὐτῶν ἕκαστον ἴδιον.
しかし、他の胆汁の種類として語られるものは、それぞれその色に応じて独自の定義を持つ。
ἰχὼρ δέ, ὁ μὲν αἵματος ὀρὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς ὀξείας τε ἄγριος, ὅταν συμμειγνύηται διὰ θερμότητα ἁλμυρᾷ δυνάμει·
漿液(イコール)については、穏やかなものは血液の希薄な成分であるが、黒い酸性の胆汁からなる荒々しいものは、熱のために塩辛い性質と混ざり合っている。
καλεῖται δὲ ὀξὺ φλέγμα τὸ τοιοῦτον.
このようなものは「酸性粘液」と呼ばれる。
τὸ δʼ αὖ μετʼ ἀέρος τηκόμενον ἐκ νέας καὶ ἁπαλῆς σαρκός, τούτου δὲ ἀνεμωθέντος καὶ συμπεριληφθέντος ὑπὸ ὑγρότητος, καὶ πομφολύγων συστασῶν ἐκ τοῦ πάθους τούτου καθʼ ἑκάστην μὲν ἀοράτων διὰ σμικρότητα, συναπασῶν δὲ τὸν ὄγκον παρεχομένων ὁρατόν, χρῶμα ἐχουσῶν διὰ τὴν τοῦ ἀφροῦ γένεσιν ἰδεῖν λευκόν, ταύτην πᾶσαν τηκεδόνα ἁπαλῆς σαρκὸς μετὰ πνεύματος συμπλακεῖσαν λευκὸν εἶναι φλέγμα φαμέν.
他方、新しい柔らかい肉から空気とともに溶解し、これが風をはらんで水分に包み込まれ、この状態から泡が形成されたとき(個々の泡は小さいために目に見えないが、すべてが集まると目に見える体積となり、泡の発生によって見た目は白い色を帯びるのであるが)、このような、柔らかい肉の溶解物全体が息と絡み合って生じたものを、我々は「白い粘液」と呼ぶ。
φλέγματος δὲ αὖ νέου συνισταμένου ὀρὸς ἱδρὼς καὶ δάκρυον, ὅσα τε ἄλλα τοιαῦτα σώματα τὸ καθʼ ἡμέραν χεῖται καθαιρόμενα·
新たに形成された粘液の血清は、汗や涙、およびその他日常的に身体を浄化するために排出されるすべての液体である。
καὶ ταῦτα μὲν δὴ πάντα νόσων ὄργανα γέγονεν, ὅταν αἷμα μὴ ἐκ τῶν σιτίων καὶ ποτῶν πληθύσῃ κατὰ φύσιν, ἀλλʼ ἐξ ἐναντίων τὸν ὄγκον παρὰ τοὺς τῆς φύσεως λαμβάνῃ νόμους.
そして、これらすべては、血液が食物や飲料から自然に従って満たされるのではなく、それらとは逆に、自然の法則に反して体積を増すときに、病気の原因となるのである。