Humanitext Reader

プラトン · ティマイオス §80-81

円環的置換による運動と成長および死の過程

35 / 41 箇所 · ギリシア語

要旨

ティマイオスは、吸引、嚥下、投射物の運動、音響の調和など、世に言う「引力」とされる現象が、実際には空虚の不在と押し合い(円環的置換)によって説明されることを論じる。さらに、体内における血液による栄養の分配、生物の成長、老い、そして魂の肉体からの穏やかな解放(死)を、元素を構成する三角形の結合と劣化のプロセスとして解き明かす。

§80ΤΙ. καὶ δὴ καὶ τὰ τῶν περὶ τὰς ἰατρικὰς σικύας παθημάτων αἴτια καὶ τὰ τῆς καταπόσεως τά τε τῶν ῥιπτουμένων, ὅσα ἀφεθέντα μετέωρα καὶ ὅσα ἐπὶ γῆς φέρεται, ταύτῃ διωκτέον, καὶ ὅσοι φθόγγοι ταχεῖς τε καὶ βραδεῖς ὀξεῖς τε καὶ βαρεῖς φαίνονται, τοτὲ μὲν ἀνάρμοστοι φερόμενοι διʼ ἀνομοιότητα τῆς ἐν ἡμῖν ὑπʼ αὐτῶν κινήσεως, τοτὲ δὲ σύμφωνοι διʼ ὁμοιότητα.
TΙ. さてさらに、医学用の吸い玉に関する諸現象の原因、また嚥下の原因、また投げられたもののうち空中へと放たれたものや地上を動くものすべての原因も、このように探求されねばならない。 そしてまた、速い音や遅い音、高い音や低い音として現れるすべての音の原因も同様である。 それらの音はある時は、それらによって我々の内に生じる運動の不均等さゆえに、調和せずに進み、またある時は、均等さゆえに協和する。
τὰς γὰρ τῶν προτέρων καὶ θαττόνων οἱ βραδύτεροι κινήσεις ἀποπαυομένας ἤδη τε εἰς ὅμοιον ἐληλυθυίας, αἷς ὕστερον αὐτοὶ προσφερόμενοι κινοῦσιν ἐκείνας, καταλαμβάνουσιν, καταλαμβάνοντες δὲ οὐκ ἄλλην ἐπεμβάλλοντες ἀνετάραξαν κίνησιν, ἀλλʼ ἀρχὴν βραδυτέρας φορᾶς κατὰ τὴν τῆς θάττονος, ἀποληγούσης δέ, ὁμοιότητα προσάψαντες, μίαν ἐξ ὀξείας καὶ βαρείας συνεκεράσαντο πάθην·
なぜなら、より遅い運動は、先行したより速い運動がすでに終わりかけて自らと似たものへと至っているところに追いつき、それに自らを後から重ね合わせてそれらの運動を動かすからである。 そして、追いついた時に、それらは別の運動を加えて混乱させるのではなく、遅い運動の始まりを、消えかかっている速い運動の類似性へと結びつけ、高い音と低い音から一つの均一な感覚を混和し作り出すのである。
ὅθεν ἡδονὴν μὲν τοῖς ἄφροσιν, εὐφροσύνην δὲ τοῖς ἔμφροσιν διὰ τὴν τῆς θείας ἁρμονίας μίμησιν ἐν θνηταῖς γενομένην φοραῖς παρέσχον.
そこから、神的な調和の模倣が死すべきものの運動のうちに生じることによって、愚者には快楽を、賢者には歓喜をもたらすのである。
καὶ δὴ καὶ τὰ τῶν ὑδάτων πάντα ῥεύματα, ἔτι δὲ τὰ τῶν κεραυνῶν πτώματα καὶ τὰ θαυμαζόμενα ἠλέκτρων περὶ τῆς ἕλξεως καὶ τῶν Ἡρακλείων λίθων, πάντων τούτων ὁλκὴ μὲν οὐκ ἔστιν οὐδενί ποτε, τὸ δὲ κενὸν εἶναι μηδὲν περιωθεῖν τε αὑτὰ ταῦτα εἰς ἄλληλα, τό τε διακρινόμενα καὶ συγκρινόμενα πρὸς τὴν αὑτῶν διαμειβόμενα ἕδραν ἕκαστα ἰέναι πάντα, τούτοις τοῖς παθήμασιν πρὸς ἄλληλα συμπλεχθεῖσιν τεθαυματουργημένα τῷ κατὰ τρόπον ζητοῦντι φανήσεται.
さらに、水のすべての流れ、また雷の落下、そして琥珀の吸引やヘラクレス石について驚異とされる現象についても、これらすべてにおいて、引き寄せる力はいかなるものにも全く存在しない。 むしろ、空虚が全くないこと、これらのもの自体が互いを押し合うこと、そして分解されたり結合されたりしながら、それぞれが自分自身の本来の場所へと移行して進むこと、これらの現象が互いに絡み合うことによって、正しく探求する者には、驚異的な仕掛けとして現れるのである。
καὶ δὴ καὶ τὸ τῆς ἀναπνοῆς, ὅθεν ὁ λόγος ὥρμησεν, κατὰ ταῦτα καὶ διὰ τούτων γέγονεν, ὥσπερ ἐν τοῖς πρόσθεν εἴρηται, τέμνοντος μὲν τὰ σιτία τοῦ πυρός, αἰωρουμένου δὲ ἐντὸς τῷ πνεύματι συνεπομένου, τὰς φλέβας τε ἐκ τῆς κοιλίας τῇ συναιωρήσει πληροῦντος τῷ τὰ τετμημένα αὐτόθεν ἐπαντλεῖν·
呼吸についても、この議論が始まった出発点であるが、すでに前に述べたように、これらに従って、またこれらを通じて生じている。 すなわち、火が食物を切り刻み、呼吸に伴って内部で揺れ動くとき、その共同の揺れ動きによって胃から血管を満たし、そこから切り刻まれたものを送り出すのである。
καὶ διὰ ταῦτα δὴ καθʼ ὅλον τὸ σῶμα πᾶσιν τοῖς ζῴοις τὰ τῆς τροφῆς νάματα οὕτως ἐπίρρυτα γέγονεν.
そしてこれによって、すべての動物において、身体全体に栄養の流れがこのように流入するようになる。
νεότμητα δὲ καὶ ἀπὸ συγγενῶν ὄντα, τὰ μὲν καρπῶν, τὰ δὲ χλόης, ἃ θεὸς ἐπʼ αὐτὸ τοῦθʼ ἡμῖν ἐφύτευσεν, εἶναι τροφήν, παντοδαπὰ μὲν χρώματα ἴσχει διὰ τὴν σύμμειξιν, ἡ δʼ ἐρυθρὰ πλείστη περὶ αὐτὰ χρόα διαθεῖ, τῆς τοῦ πυρὸς τομῆς τε καὶ ἐξομόρξεως ἐν ὑγρῷ δεδημιουργημένη φύσις.
新しく切り刻まれ、同族のもの(あるものは果実から、あるものは草から、神がまさにこのために我々のために植えてくださった食物)からなるものは、混合によって様々な色を帯びるが、赤色が最も多くその表面を走る。 これは、火による切断と拭い去りが湿り気の中で働きかけて作り出した性質である。
§81ΤΙ. ὅθεν τοῦ κατὰ τὸ σῶμα ῥέοντος τὸ χρῶμα ἔσχεν οἵαν ὄψιν διεληλύθαμεν ὃ καλοῦμεν αἷμα, νομὴν σαρκῶν καὶ σύμπαντος τοῦ σώματος, ὅθεν ὑδρευόμενα ἕκαστα πληροῖ τὴν τοῦ κενουμένου βάσιν·
TΙ. それゆえ、身体を流れる液体の色は、我々が説明したような外観を持つようになり、我々はこれを血液と呼ぶ。 これは肉や全身の栄養であり、各部分はそこから水分を補給して、空いた場所の底を満たす。
ὁ δὲ τρόπος τῆς πληρώσεως ἀποχωρήσεώς τε γίγνεται καθάπερ ἐν τῷ παντὶ παντὸς ἡ φορὰ γέγονεν, ἣν τὸ συγγενὲς πᾶν φέρεται πρὸς ἑαυτό.
そして充填と排出の方法は、宇宙全体におけるすべてのものの運動(すべての同族のものが自らの方へと向かう運動)と同様に生じる。
τὰ μὲν γὰρ δὴ περιεστῶτα ἐκτὸς ἡμᾶς τήκει τε ἀεὶ καὶ διανέμει πρὸς ἕκαστον εἶδος τὸ ὁμόφυλον ἀποπέμποντα, τὰ δὲ ἔναιμα αὖ, κερματισθέντα ἐντὸς παρʼ ἡμῖν καὶ περιειλημμένα ὥσπερ ὑπʼ οὐρανοῦ συνεστῶτος ἑκάστου τοῦ ζῴου, τὴν τοῦ παντὸς ἀναγκάζεται μιμεῖσθαι φοράν·
すなわち、外部から我々を取り囲むものは、我々を常に溶かし、それぞれの同族の種へと送り出して分散させるが、他方で、我々の内部で細かく切り刻まれ、個々の動物(あたかも一つの組織された宇宙のようなもの)に包み込まれた血液の成分は、今度は宇宙全体の運動を模倣せざるを得ないのである。
πρὸς τὸ συγγενὲς οὖν φερόμενον ἕκαστον τῶν ἐντὸς μερισθέντων τὸ κενωθὲν τότε πάλιν ἀνεπλήρωσεν.
したがって、内部で分割された個々のものは、同族のものへと向かって運ばれ、その時々に空いた場所を再び満たす。
ὅταν μὲν δὴ πλέον τοῦ ἐπιρρέοντος ἀπίῃ, φθίνει πᾶν, ὅταν δὲ ἔλαττον, αὐξάνεται.
流入するものよりも流出するものが多ければ、全体は衰退し、少なければ成長する。
νέα μὲν οὖν σύστασις τοῦ παντὸς ζῴου, καινὰ τὰ τρίγωνα οἷον ἐκ δρυόχων ἔτι ἔχουσα τῶν γενῶν, ἰσχυρὰν μὲν τὴν σύγκλεισιν αὐτῶν πρὸς ἄλληλα κέκτηται, συμπέπηγεν δὲ ὁ πᾶς ὄγκος αὐτῆς ἁπαλός, ἅτʼ ἐκ μυελοῦ μὲν νεωστὶ γεγονυίας, τεθραμμένης δὲ ἐν γάλακτι·
さて、若い動物の構造は、その元素の三角形がまだ造船台から切り出されたばかりのように新しく、互いの結合が強力であり、その全体の体積は、骨髄からできたばかりで乳で育てられたために、柔軟に結合している。
τὰ δὴ περιλαμβανόμενα ἐν αὐτῇ τρίγωνα ἔξωθεν ἐπεισελθόντα, ἐξ ὧν ἂν ᾖ τά τε σιτία καὶ ποτά, τῶν ἑαυτῆς τριγώνων παλαιότερα ὄντα καὶ ἀσθενέστερα καινοῖς ἐπικρατεῖ τέμνουσα, καὶ μέγα ἀπεργάζεται τὸ ζῷον τρέφουσα ἐκ πολλῶν ὁμοίων.
したがって、外部から入り込んでその内部に取り込まれる三角形(食物や飲料を構成するもの)が、自らの三角形よりも古く弱いものであるとき、新しい三角形がそれらを切断して支配し、多くの同等なものから栄養を与えて動物を大きく成長させる。
ὅταν δʼ ἡ ῥίζα τῶν τριγώνων χαλᾷ διὰ τὸ πολλοὺς ἀγῶνας ἐν πολλῷ χρόνῳ πρὸς πολλὰ ἠγωνίσθαι, τὰ μὲν τῆς τροφῆς εἰσιόντα οὐκέτι δύναται τέμνειν εἰς ὁμοιότητα ἑαυτοῖς, αὐτὰ δὲ ὑπὸ τῶν ἔξωθεν ἐπεισιόντων εὐπετῶς διαιρεῖται·
しかし、長年の多くの闘いによって三角形の根元が緩むと、入ってくる食物を自らと同等なものへと切断することができなくなり、逆に自らが外部から入ってくるものによって容易に分割されるようになる。
φθίνει δὴ πᾶν ζῷον ἐν τούτῳ κρατούμενον, γῆράς τε ὀνομάζεται τὸ πάθος.
この時、すべての動物は衰退し、この状態は老いと呼ばれる。
τέλος δέ, ἐπειδὰν τῶν περὶ τὸν μυελὸν τριγώνων οἱ συναρμοσθέντες μηκέτι ἀντέχωσιν δεσμοὶ τῷ πόνῳ διιστάμενοι, μεθιᾶσιν τοὺς τῆς ψυχῆς αὖ δεσμούς, ἡ δὲ λυθεῖσα κατὰ φύσιν μεθʼ ἡδονῆς ἐξέπτατο·
最後に、骨髄の周りの三角形の結合された鎖が、もはや疲労に耐えられなくなって分離するとき、それらは今度は魂の絆を解き放つ。 解き放たれた魂は、その自然な本性に従って、喜びとともに飛び去る。
πᾶν γὰρ τὸ μὲν παρὰ φύσιν ἀλγεινόν, τὸ δʼ ᾗ πέφυκεν γιγνόμενον ἡδύ.
自然に反するものはすべて苦痛であるが、本来のあり方に従って生じるものは心地よいからである。
καὶ θάνατος δὴ κατὰ ταὐτὰ ὁ μὲν κατὰ νόσους καὶ ὑπὸ τραυμάτων γιγνόμενος ἀλγεινὸς καὶ βίαιος, ὁ δὲ μετὰ γήρως ἰὼν ἐπὶ τέλος κατὰ φύσιν ἀπονώτατος τῶν θανάτων καὶ μᾶλλον μεθʼ ἡδονῆς γιγνόμενος ἢ λύπης.
死もまた同様であり、病気や傷によって生じるものは苦痛で暴力的であるが、老いとともに最期に至るものは、死の中で最も苦痛がなく、苦しみよりもむしろ喜びを伴って生じるのである。

語釈・文法注

  1. 80aτοτὲ μὲν ἀνάρμοστοι φερόμενοι διʼ ἀνομοιότητα... τοτὲ δὲ σύμφωνοι διʼ ὁμοιότητα — 形容詞 `ἀνάρμοστοι`(不調和な)と `σύμφωνοι`(調和した)は、先行する `ὅσοι φθόγγοι`(すべての音)に一致する主格複数形であり、音響現象が我々の内に引き起こす「運動」の質(不均等さ `ἀνομοιότητα` と均等さ `ὁμοιότητα`)を規定している。分詞 `φερόμενοι` はその音が伝播する様子を示している。
  2. 80cτό τε διακρινόμενα καὶ συγκρινόμενα πρὸς τὴν αὑτῶν διαμειβόμενα ἕδραν ἕκαστα ἰέναι πάντα — 対格不定詞構文(accusativus cum infinitivo)の一部。`ἰέναι`(進むこと)が主動詞の役割を果たし、その意味上の主語が中性複数の `ἕκαστα πάντα` である。分詞 `διακρινόμενα καὶ συγκρινόμενα`(分解されたり結合されたりしながら)および `διαμειβόμενα` はこの主語を修飾している。この句全体が、吸引力の不在を示す名詞的要素として機能している。
  3. 81bτὰ δὲ ἔναιμα αὖ... τὴν τοῦ παντὸς ἀναγκάζεται μιμεῖσθαι φοράν — 古典ギリシア語の「中性複数主語+単数動詞」の規則を示す。主語は中性複数名詞の `τὰ ἔναιμα`(血液の成分、血に満ちたもの)であるが、主動詞は三人称単数形の `ἀναγκάζεται` となっている。これにより、個々の血液成分が一体のシステムとして統制された運動を行うことが構文上も強調されている。

この箇所を引用する

プラトン, ティマイオス §80-81. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:80-81

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。