§79ΤΙ. ὁπόταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνημμένον ἕπηται, διαιωρούμενον δὲ ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ λάβῃ, τήκει δή, καὶ κατὰ σμικρὰ διαιροῦν, διὰ τῶν ἐξόδων ᾗπερ πορεύεται διάγον, οἷον ἐκ κρήνης ἐπʼ ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν αὐτά, ῥεῖν ὥσπερ αὐλῶνος διὰ τοῦ σώματος τὰ τῶν φλεβῶν ποιεῖ ῥεύματα.
TΙ. というのも、息が中へ外へと出入りするとき、内部に結びつけられた火がそれに追随し、その火が常に腹を通って揺れ動きながら入り込んで、食物や飲料を捉えると、それを溶かし、細かく分割して、自らが通る出口を通じて運び、ちょうど泉から水路へ引くようにそれらを血管へと送り込み、血管の流れを溝を通るかのように身体全体に流れるようにするからである。
πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν οἷόνπερ τὰ νῦν ἐστιν.
では次に、呼吸という受動的な現象が、どのような原因を用いて、現在あるようなものになっているのかを再び見てみよう。
ὧδʼ οὖν.
それは次のようなものである。
ἐπειδὴ κενὸν οὐδέν ἐστιν εἰς ὃ τῶν φερομένων δύναιτʼ ἂν εἰσελθεῖν τι, τὸ δὲ πνεῦμα φέρεται παρʼ ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον ὡς οὐκ εἰς κενόν, ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ·
動くもののうちの何かが入り込みうるような空虚な空間は存在せず、またわれわれから息が外へと送り出されるのであるから、その後に起こることはすでに誰にとっても明らかである。 すなわち、息は空虚な空間へと進むのではなく、隣り合う空気をその場所から押し出すのである。
τὸ δʼ ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν ὅθεν ἐξῆλθεν τὸ πνεῦμα, εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτὴν συνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίγνεται διὰ τὸ κενὸν μηδὲν εἶναι.
そして、押し出された空気は常にその隣のものを追い出し、この必然性によって、すべてがぐるりと回されて、息が出ていった元の場所へと、そこに入り込んでそれを満たしながら、息に追随するのである。 そしてこの全体は、空虚が全く存在しないために、ちょうど回転する車輪のようにして起こる。
διὸ δὴ τὸ τῶν στηθῶν καὶ τὸ τοῦ πλεύμονος ἔξω μεθιὲν τὸ πνεῦμα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος, εἴσω διὰ μανῶν τῶν σαρκῶν δυομένου καὶ περιελαυνομένου, γίγνεται πλῆρες·
それゆえに、胸と肺が息を外へと送り出すと、今度は身体の周囲の空気によって、それが多孔質の肉を突き抜けて内部へと入り込み、巡り回されることで、再び満たされるようになる。
αὖθις δὲ ἀποτρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώματος ἔξω ἰὼν εἴσω τὴν ἀναπνοὴν περιωθεῖ κατὰ τὴν τοῦ στόματος καὶ τὴν τῶν μυκτήρων δίοδον.
そして、空気が再び向きを変えて身体を通って外へと向かうとき、口や鼻の通路を通って呼吸を内部へと押し戻す。
τὴν δʼ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε.
そして、これらの活動の始まりの原因は、次のように設定されねばならない。
πᾶν ζῷον αὑτοῦ τἀντὸς περὶ τὸ αἷμα καὶ τὰς φλέβας θερμότατα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρός·
すべての動物は、自らの内部の、血液と血管のあたりに最も熱いものを持っており、それはちょうど自らのうちに存在する火の泉のようなものである。
ὃ δὴ καὶ προσῃκάζομεν τῷ τοῦ κύρτου πλέγματι, κατὰ μέσον διατεταμένον ἐκ πυρὸς πεπλέχθαι πᾶν, τὰ δὲ ἄλλα ὅσα ἔξωθεν, ἀέρος.
これこそが、われわれが簗の網に例えたものであり、中央に引き伸ばされて全体が火で編まれており、それ以外の外部のものは空気で編まれている。
τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν αὑτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογητέον ἰέναι·
さて、熱いものは自然の本性に従って、外にある自らと同族のものの場所へと向かうということに同意せねばならない。
δυοῖν δὲ τοῖν διεξόδοιν οὔσαιν, τῆς μὲν κατὰ τὸ σῶμα ἔξω, τῆς δὲ αὖ κατὰ τὸ στόμα καὶ τὰς ῥῖνας, ὅταν μὲν ἐπὶ θάτερα ὁρμήσῃ, θάτερα περιωθεῖ, τὸ δὲ περιωσθὲν εἰς τὸ πῦρ ἐμπῖπτον θερμαίνεται, τὸ δʼ ἐξιὸν ψύχεται.
ところで、二つの出口があり、一方は身体を通って外部へ、他方は口や鼻を通るものであるが、熱が一方向へと向かうとき、他方向のものを押し回し、押し回されたものが火の中に落ちることで熱せられ、外へと出るものは冷やされる。
μεταβαλλούσης δὲ τῆς θερμότητος καὶ τῶν κατὰ τὴν ἑτέραν ἔξοδον θερμοτέρων γιγνομένων πάλιν ἐκείνῃ ῥέπον αὖ τὸ θερμότερον μᾶλλον, πρὸς τὴν αὑτοῦ φύσιν φερόμενον, περιωθεῖ τὸ κατὰ θάτερα·
しかし、熱のあり方が変化し、もう一方の出口の周りがより熱くなると、再びそのより熱いものがさらにそちらへと傾き、自らの自然な本性へと向かって運ばれ、他方の側のものを押し回す。
τὸ δὲ τὰ αὐτὰ πάσχον καὶ τὰ αὐτὰ ἀνταποδιδὸν ἀεί, κύκλον οὕτω σαλευόμενον ἔνθα καὶ ἔνθα ἀπειργασμένον ὑπʼ ἀμφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίγνεσθαι παρέχεται.
そして、その押し回されたものも同じことを受け、同じことを常に返し合うことで、両者によってこのようにあちらこちらへと揺れ動く循環が作り出され、吸気と呼気が生じるようになるのである。