§77ΤΙ. ἐπειδὴ δὲ πάντʼ ἦν τὰ τοῦ θνητοῦ ζῴου συμπεφυκότα μέρη καὶ μέλη, τὴν δὲ ζωὴν ἐν πυρὶ καὶ πνεύματι συνέβαινεν ἐξ ἀνάγκης ἔχειν αὐτῷ, καὶ διὰ ταῦτα ὑπὸ τούτων τηκόμενον κενούμενόν τʼ ἔφθινεν, βοήθειαν αὐτῷ θεοὶ μηχανῶνται.
TΙ. そして、死すべき動物のすべての部分と手足が成長し合わさったとき、その生命を火と息の中に不可避的に持つことがそれにとって起こっており、またそれゆえに、これらによって溶かされ、空にされることによって衰退していったので、神々はそれに対する救済策を考案された。
τῆς γὰρ ἀνθρωπίνης συγγενῆ φύσεως φύσιν ἄλλαις ἰδέαις καὶ αἰσθήσεσιν κεραννύντες, ὥσθʼ ἕτερον ζῷον εἶναι, φυτεύουσιν·
すなわち、人間の本性と親縁関係にある本性を、他の形態や感覚と混ぜ合わせ、それによって別の動物となるようにして、彼らはそれを植えられた。
ἃ δὴ νῦν ἥμερα δένδρα καὶ φυτὰ καὶ σπέρματα παιδευθέντα ὑπὸ γεωργίας τιθασῶς πρὸς ἡμᾶς ἔσχεν, πρὶν δὲ ἦν μόνα τὰ τῶν ἀγρίων γένη, πρεσβύτερα τῶν ἡμέρων ὄντα.
それらは現在では、栽培化された樹木や植物や種子であり、農耕によって教え込まれてわれわれに対して従順な関係を持つようになったが、以前は野生のものの類だけが存在しており、それは栽培化されたものよりも古かったのである。
πᾶν γὰρ οὖν ὅτιπερ ἂν μετάσχῃ τοῦ ζῆν, ζῷον μὲν ἂν ἐν δίκῃ λέγοιτο ὀρθότατα·
というのも、およそ生命を分け持つものは何であれ、正当にかつ最も正しく「動物」と呼ばれるであろうから。
μετέχει γε μὴν τοῦτο ὃ νῦν λέγομεν τοῦ τρίτου ψυχῆς εἴδους, ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἱδρῦσθαι λόγος, ᾧ δόξης μὲν λογισμοῦ τε καὶ νοῦ μέτεστιν τὸ μηδέν, αἰσθήσεως δὲ ἡδείας καὶ ἀλγεινῆς μετὰ ἐπιθυμιῶν.
そして今われわれが語っているこれ(植物)は、魂の第三の種を分け持っている。 それは横隔膜とおへその間に据えられていると言われているものであり、これには思い込みや推論、知性はまったく分かち持たれておらず、欲望を伴う快および苦の感覚だけが分かち持たれている。
πάσχον γὰρ διατελεῖ πάντα, στραφέντι δʼ αὐτῷ ἐν ἑαυτῷ περὶ ἑαυτό, τὴν μὲν ἔξωθεν ἀπωσαμένῳ κίνησιν, τῇ δʼ οἰκείᾳ χρησαμένῳ, τῶν αὑτοῦ τι λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσις.
というのも、それは常に受動的であり続け、それ自身の中でそれ自身を軸に回転し、外部からの運動を退け、自らの固有の運動を用いているものの、自らのうちの何かを観察して推論することを、その生成(生まれつきの性質)は許さなかったからである。
διὸ δὴ ζῇ μὲν ἔστιν τε οὐχ ἕτερον ζῴου, μόνιμον δὲ καὶ κατερριζωμένον πέπηγεν διὰ τὸ τῆς ὑφʼ ἑαυτοῦ κινήσεως ἐστερῆσθαι.
それゆえに、それは確かに生きており、動物以外の何ものでもないが、自らによる移動の運動を奪われているために、固定され、根を下ろして固着しているのである。
ταῦτα δὴ τὰ γένη πάντα φυτεύσαντες οἱ κρείττους τοῖς ἥττοσιν ἡμῖν τροφήν, τὸ σῶμα αὐτὸ ἡμῶν διωχέτευσαν τέμνοντες οἷον ἐν κήποις ὀχετούς, ἵνα ὥσπερ ἐκ νάματος ἐπιόντος ἄρδοιτο.
これらすべての種類を、より優れた者たちが、より劣ったわれわれのための食物として植えた後、彼らは庭園の中の運河のようにわれわれの身体自体に水路を切り開き、引き込んだ。 それはあたかも流れ込む水流から潤されるようにするためであった。
καὶ πρῶτον μὲν ὀχετοὺς κρυφαίους ὑπὸ τὴν σύμφυσιν τοῦ δέρματος καὶ τῆς σαρκὸς δύο φλέβας ἔτεμον νωτιαίας, δίδυμον ὡς τὸ σῶμα ἐτύγχανεν δεξιοῖς τε καὶ ἀριστεροῖς ὄν·
そしてまず、皮膚と肉が合わさっている部分の下に隠された水路として、二本の背側の血管を切り開いた。 それは身体が左右に二連になっているのと同様に、二連のものであった。
ταύτας δὲ καθῆκαν παρὰ τὴν ῥάχιν, καὶ τὸν γόνιμον μεταξὺ λαβόντες μυελόν, ἵνα οὗτός τε ὅτι μάλιστα θάλλοι, καὶ ἐπὶ τἆλλα εὔρους ἐντεῦθεν ἅτε ἐπὶ κάταντες ἡ ἐπίχυσις γιγνομένη παρέχοι τὴν ὑδρείαν ὁμαλήν.
これらを彼らは背骨に沿って下ろし、その間に生殖能力のある骨髄を挟み込んだ。 それは、この骨髄が最もよく繁茂し、またここから他の部分へ、下り坂に向かうようにして流れ込む流れが容易になり、均一な給水をもたらすためであった。
μετὰ δὲ ταῦτα σχίσαντες περὶ τὴν κεφαλὴν τὰς φλέβας καὶ διʼ ἀλλήλων ἐναντίας πλέξαντες διεῖσαν, τὰς μὲν ἐκ τῶν δεξιῶν ἐπὶ τἀριστερὰ τοῦ σώματος, τὰς δʼ ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ κλίναντες, ὅπως δεσμὸς ἅμα τῇ κεφαλῇ πρὸς τὸ σῶμα εἴη μετὰ τοῦ δέρματος, ἐπειδὴ νεύροις οὐκ ἦν κύκλῳ κατὰ κορυφὴν περιειλημμένη, καὶ δὴ καὶ τὸ τῶν αἰσθήσεων πάθος ἵνʼ ἀφʼ ἑκατέρων τῶν μερῶν εἰς ἅπαν τὸ σῶμα εἴη διάδηλον.
この後、彼らは頭部の周りでこれらの血管を分岐させ、互いに交差するように編んで通した。 右側からのものを体の左側へ、左側からのものを右側へと傾けさせ、それによって、頭部が皮膚と共に身体に結びつけられるための絆となるようにした(頭頂部には腱が巡らされていなかったためである)。 そして同時に、感覚の受容が両側から身体全体へと明瞭に伝わるようにするためでもあった。
§78ΤΙ. τὸ δʼ ἐντεῦθεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ τινὶ τοιῷδε, ὃν κατοψόμεθα ῥᾷον προδιομολογησάμενοι τὸ τοιόνδε, ὅτι πάντα ὅσα ἐξ ἐλαττόνων συνίσταται στέγει τὰ μείζω, τὰ δὲ ἐκ μειζόνων τὰ σμικρότερα οὐ δύναται, πῦρ δὲ πάντων γενῶν σμικρομερέστατον, ὅθεν διʼ ὕδατος καὶ γῆς ἀέρος τε καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρεῖ καὶ στέγειν οὐδὲν αὐτὸ δύναται.
TΙ. その次に、彼らはもはや水路の仕組みを以下のような方法で整えた。 その方法については、あらかじめ次のような点に同意しておけば、より容易に見極めることができるだろう。 すなわち、より小さな部分から構成されているものはすべて、より大きなものを保持することができるが、より大きな部分からなるものは、より小さなものを保持することができない。 そして、火はあらゆる種類の中で最も微細な部分からできているため、水や土、空気、およびこれらから構成されるあらゆるものを通り抜け、何ものもそれを保持することができないのである。
ταὐτὸν δὴ καὶ περὶ τῆς παρʼ ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ ὅταν εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ σμικρομερέστερα ὄντα τῆς αὑτῆς συστάσεως οὐ δύναται.
同じことを、われわれの腹についても考えねばならない。 すなわち、食物や飲料がその中に入ったときにはそれらを保持するが、より微細な部分からなる息や火は、自らの構造の中に保持することができないのである。
τούτοις οὖν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν, πλέγμα ἐξ ἀέρος καὶ πυρὸς οἷον οἱ κύρτοι συνυφηνάμενος, διπλᾶ κατὰ τὴν εἴσοδον ἐγκύρτια ἔχον, ὧν θάτερον αὖ πάλιν διέπλεξεν δίκρουν·
そこで、神は腹から血管への給水のためにこれらを利用し、空気と火からなる、魚を捕る簗のような網を編み上げた。 その網は、入り口のところに二つの小さな籠(仕切り)を持っており、そのうちの一方をさらに二股に編み分けた。
καὶ ἀπὸ τῶν ἐγκυρτίων δὴ διετείνατο οἷον σχοίνους κύκλῳ διὰ παντὸς πρὸς τὰ ἔσχατα τοῦ πλέγματος.
そしてそれらの小さな籠から、網の最端部に至るまで、周囲全体に縄のようなものを張り巡らせた。
τὰ μὲν οὖν ἔνδον ἐκ πυρὸς συνεστήσατο τοῦ πλοκάνου ἅπαντα, τὰ δʼ ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδῆ, καὶ λαβὼν αὐτὸ περιέστησεν τῷ πλασθέντι ζῴῳ τρόπον τοιόνδε.
網の内部のものはすべて火から構成し、小さな籠と外側の容器は空気のようなものから構成した。 そして、これを受け取って、形成された動物の周りに次のような方法で配置した。
τὸ μὲν τῶν ἐγκυρτίων εἰς τὸ στόμα μεθῆκεν·
一方の小さな籠を口の中へと下ろした。
διπλοῦ δὲ ὄντος αὐτοῦ κατὰ μὲν τὰς ἀρτηρίας εἰς τὸν πλεύμονα καθῆκεν θάτερον, τὸ δʼ εἰς τὴν κοιλίαν παρὰ τὰς ἀρτηρίας·
それが二重になっているため、一方は気管を通って肺へと下ろし、他方は気管に沿って腹へと下ろした。
τὸ δʼ ἕτερον σχίσας τὸ μέρος ἑκάτερον κατὰ τοὺς ὀχετοὺς τῆς ῥινὸς ἀφῆκεν κοινόν, ὥσθʼ ὅτε μὴ κατὰ στόμα ἴοι θάτερον, ἐκ τούτου πάντα καὶ τὰ ἐκείνου ῥεύματα ἀναπληροῦσθαι.
もう一方の小さな籠は、それぞれの部分を切り分けて、鼻の通路へと共通のものとして通した。 その結果、口を通って流れないときには、こちらからそちらのすべての流れも補わされるようにした。
τὸ δὲ ἄλλο κύτος τοῦ κύρτου περὶ τὸ σῶμα ὅσον κοῖλον ἡμῶν περιέφυσεν, καὶ πᾶν δὴ τοῦτο τοτὲ μὲν εἰς τὰ ἐγκύρτια συρρεῖν μαλακῶς, ἅτε ἀέρα ὄντα, ἐποίησεν, τοτὲ δὲ ἀναρρεῖν μὲν τὰ ἐγκύρτια, τὸ δὲ πλέγμα, ὡς ὄντος τοῦ σώματος μανοῦ, δύεσθαι εἴσω διʼ αὐτοῦ καὶ πάλιν ἔξω, τὰς δὲ ἐντὸς τοῦ πυρὸς ἀκτῖνας διαδεδεμένας ἀκολουθεῖν ἐφʼ ἑκάτερα ἰόντος τοῦ ἀέρος, καὶ τοῦτο, ἕωσπερ ἂν τὸ θνητὸν συνεστήκῃ ζῷον, μὴ διαπαύεσθαι γιγνόμενον·
簗の他の本体容器を、われわれの身体の空洞部分の周りに生い茂らせ、この全体が、空気であるために、ある時には小さな籠へと緩やかに流れ込み、またある時には小さな籠から逆流し、他方、身体が希薄であるために、網が身体を通り抜けて内部へと入り、再び外部へと出るようにした。 そして、内部にある火の光線が、空気がどちらの方向へ進むにしても、それにつながれて追随するようにした。 そして死すべき動物が生存している限り、これが休むことなく起こるようにした。
τούτῳ δὲ δὴ τῷ γένει τὸν τὰς ἐπωνυμίας θέμενον ἀναπνοὴν καὶ ἐκπνοὴν λέγομεν θέσθαι τοὔνομα.
そして、まさにこの作用に対して、名を与える者が「吸気」および「呼気」という名称を付したのだとわれわれは言う。
πᾶν δὲ δὴ τό τʼ ἔργον καὶ τὸ πάθος τοῦθʼ ἡμῶν τῷ σώματι γέγονεν ἀρδομένῳ καὶ ἀναψυχομένῳ τρέφεσθαι καὶ ζῆν·
そして、潤され、冷却されることによって、われわれの身体が栄養を得て生きるという、このすべての活動と受動が起こったのである。