§79ΤΙ. ὁπόταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνημμένον ἕπηται, διαιωρούμενον δὲ ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ λάβῃ, τήκει δή, καὶ κατὰ σμικρὰ διαιροῦν, διὰ τῶν ἐξόδων ᾗπερ πορεύεται διάγον, οἷον ἐκ κρήνης ἐπʼ ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν αὐτά, ῥεῖν ὥσπερ αὐλῶνος διὰ τοῦ σώματος τὰ τῶν φλεβῶν ποιεῖ ῥεύματα.
提:因为当呼吸进出时,那束缚在内部的火便追随着它,并且它始终在腹部摆动着,进入并摄取食物和饮料,将其消融,并切分呈微小的部分,通过它自身所经过的出口将其引出,如同从泉水汲水到沟渠一样,将它们注入血管,使血管里的液流如通过管道般流经全身。
πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν οἷόνπερ τὰ νῦν ἐστιν. ὧδʼ οὖν.
让我们再次来看呼吸的这一过程,它是凭借何种原因而成为现在这个样子的。
ἐπειδὴ κενὸν οὐδέν ἐστιν εἰς ὃ τῶν φερομένων δύναιτʼ ἂν εἰσελθεῖν τι, τὸ δὲ πνεῦμα φέρεται παρʼ ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον ὡς οὐκ εἰς κενόν, ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ· τὸ δʼ ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν ὅθεν ἐξῆλθεν τὸ πνεῦμα, εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτὴν συνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίγνεται διὰ τὸ κενὸν μηδὲν εἶναι.
情况如下:既然没有任何空无之处可以让运动着的东西进入,而息又是从我们身体向外送出的,那么接下来的事情对任何人来说都是显而易见的:它并不是走向空无,而是把邻近的空气从其位置上推开;而被推开的空气又总是驱逐它邻近的空气,由于这种必然性,整个空气被环绕推回到息所流出的那个位置,进入其中并将其填满,从而追随着息,而这整个过程像旋转的轮子一样同时发生,因为没有任何空无。
διὸ δὴ τὸ τῶν στηθῶν καὶ τὸ τοῦ πλεύμονος ἔξω μεθιὲν τὸ πνεῦμα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος, εἴσω διὰ μανῶν τῶν σαρκῶν δυομένου καὶ περιελαυνομένου, γίγνεται πλῆρες· αὖθις δὲ ἀποτρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώματος ἔξω ἰὼν εἴσω τὴν ἀναπνοὴν περιωθεῖ κατὰ τὴν τοῦ στόματος καὶ τὴν τῶν μυκτήρων δίοδον.
因此,当胸腔和肺部向外排出息时,它们又被身体周围的空气填满,这些空气通过稀疏多孔的肉体渗入内部并环绕移动;而当空气再次转弯并通过身体向外走时,它又沿着口和鼻腔的通道将呼吸推入内部。
τὴν δʼ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε.
而它们起始的原因应当设定为以下这一点。
πᾶν ζῷον αὑτοῦ τἀντὸς περὶ τὸ αἷμα καὶ τὰς φλέβας θερμότατα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρός·
所有生物在自身内部关于血液和血管的部分都是最热的,如同在自身内部存在着某种火的泉源。
ὃ δὴ καὶ προσῃκάζομεν τῷ τοῦ κύρτου πλέγματι, κατὰ μέσον διατεταμένον ἐκ πυρὸς πεπλέχθαι πᾶν, τὰ δὲ ἄλλα ὅσα ἔξωθεν, ἀέρος.
这也就是我们曾比作鱼笼网状物的那样,它在中间部分完全由火织成,而其他外部的部分则由空气织成。
τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν αὑτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογητέον ἰέναι· δυοῖν δὲ τοῖν διεξόδοιν οὔσαιν, τῆς μὲν κατὰ τὸ σῶμα ἔξω, τῆς δὲ αὖ κατὰ τὸ στόμα καὶ τὰς ῥῖνας, ὅταν μὲν ἐπὶ θάτερα ὁρμήσῃ, θάτερα περιωθεῖ, τὸ δὲ περιωσθὲν εἰς τὸ πῦρ ἐμπῖπτον θερμαίνεται, τὸ δʼ ἐξιὸν ψύχεται.
现在必须承认,热的东西按照本性是向外走向它自己的区域,走向与它同族的东西;由于有两个出口,一个是通过身体向外,另一个则是通过口和鼻,所以当它冲向其中一个出口时,就会把另一侧的空气推过去,而被推过去的空气落入火中便被加热,而排出的空气则变冷。
μεταβαλλούσης δὲ τῆς θερμότητος καὶ τῶν κατὰ τὴν ἑτέραν ἔξοδον θερμοτέρων γιγνομένων πάλιν ἐκείνῃ ῥέπον αὖ τὸ θερμότερον μᾶλλον, πρὸς τὴν αὑτοῦ φύσιν φερόμενον, περιωθεῖ τὸ κατὰ θάτερα· τὸ δὲ τὰ αὐτὰ πάσχον καὶ τὰ αὐτὰ ἀνταποδιδὸν ἀεί, κύκλον οὕτω σαλευόμενον ἔνθα καὶ ἔνθα ἀπειργασμένον ὑπʼ ἀμφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίγνεσθαι παρέχεται.
当热度发生转移,且沿着另一个出口的部分变得更热时,那更热的部分又再次倾向于那一侧,朝向它自身的本性运动,从而把另一侧的空气推过去;而另一侧承受着同样的作用,并且总是相互交还同样的作用,如此在两者的作用下,便产生了一个在这边和那边摇摆的循环,从而提供了吸气和呼气的发生。