Humanitext Reader

プラトン · ティマイオス §65-66

舌が感知する味覚と鼻が感知する嗅覚の原理

27 / 41 箇所 · ギリシア語

要旨

身体の部分的な受苦として舌が感じる諸々の味覚(渋味、酸味、苦味、塩味、辛味、酸味、甘味)の物理的なメカニズムが説明され、次いで鼻が感知する嗅覚(香り)の特質とその発生原因が論じられる。

§65ΤΙ. τὰ δʼ ἐκ μειζόνων μερῶν σώματα μόγις εἴκοντα τῷ δρῶντι, διαδιδόντα δὲ εἰς ὅλον τὰς κινήσεις, ἡδονὰς ἴσχει καὶ λύπας, ἀλλοτριούμενα μὲν λύπας, καθιστάμενα δὲ εἰς τὸ αὐτὸ πάλιν ἡδονάς.
ΤΙ. これに対して、より大きな部分からなる物体は、作用を及ぼすものに対してかろうじて屈するものの、その運動を全体に伝えるため、快楽と苦痛を持つ。 異質な状態にされるときには苦痛を、再び同じ状態に復元されるときには快楽を持つのである。
ὅσα δὲ κατὰ σμικρὸν τὰς ἀποχωρήσεις ἑαυτῶν καὶ κενώσεις εἴληφεν, τὰς δὲ πληρώσεις ἁθρόας καὶ κατὰ μεγάλα, κενώσεως μὲν ἀναίσθητα, πληρώσεως δὲ αἰσθητικὰ γιγνόμενα, λύπας μὲν οὐ παρέχει τῷ θνητῷ τῆς ψυχῆς, μεγίστας δὲ ἡδονάς·
自らの成分の離脱や減少が少しずつ起こり、充填が突発的かつ大規模に起こるものは、減少に対しては感知しないが、充填に対しては感知するため、魂の可死的な部分に苦痛はもたらさず、最大の快楽をもたらす。
ἔστιν δὲ ἔνδηλα περὶ τὰς εὐωδίας.
このことは芳香において明らかである。
ὅσα δὲ ἀπαλλοτριοῦται μὲν ἁθρόα, κατὰ σμικρὰ δὲ μόγις τε εἰς ταὐτὸν πάλιν ἑαυτοῖς καθίσταται, τοὐναντίον τοῖς ἔμπροσθεν πάντα ἀποδίδωσιν·
反対に、突発的に異質な状態にされながら、少しずつ、かつかろうじて元の状態へと復元されるものは、前のものとすべて反対の結果をもたらす。
ταῦτα δʼ αὖ περὶ τὰς καύσεις καὶ τομὰς τοῦ σώματος γιγνόμενά ἐστιν κατάδηλα.
これらはまた、身体の火傷や切断において生じるものとして明白である。
καὶ τὰ μὲν δὴ κοινὰ τοῦ σώματος παντὸς παθήματα, τῶν τʼ ἐπωνυμιῶν ὅσαι τοῖς δρῶσιν αὐτὰ γεγόνασι, σχεδὸν εἴρηται·
さて、身体全体に共通する受苦、およびそれらを引き起こすものに与えられた名称については、ほぼ語り終えた。
τὰ δʼ ἐν ἰδίοις μέρεσιν ἡμῶν γιγνόμενα, τά τε πάθη καὶ τὰς αἰτίας αὖ τῶν δρώντων, πειρατέον εἰπεῖν, ἄν πῃ δυνώμεθα.
次に、我々の特定の部位において生じる受苦と、それらを引き起こすものの原因について、可能であれば語ることを試みねばならない。
πρῶτον οὖν ὅσα τῶν χυμῶν πέρι λέγοντες ἐν τοῖς πρόσθεν ἀπελίπομεν, ἴδια ὄντα παθήματα περὶ τὴν γλῶτταν, ἐμφανιστέον ᾗ δυνατόν.
したがって、まず第一に、液汁について語る際に以前残しておいた、舌に関わる固有の受苦について、可能な限り明らかにせねばならない。
φαίνεται δὲ καὶ ταῦτα, ὥσπερ οὖν καὶ τὰ πολλά, διὰ συγκρίσεών τέ τινων καὶ διακρίσεων γίγνεσθαι, πρὸς δὲ αὐταῖς κεχρῆσθαι μᾶλλόν τι τῶν ἄλλων τραχύτησί τε καὶ λειότησιν.
これらもまた、他の多くのことと同様に、何らかの結合と分離によって生じるように思われ、またそれらに加えて、他のこと以上に粗さと滑らかさを利用しているように思われる。
ὅσα μὲν γὰρ εἰσιόντα περὶ τὰ φλέβια, οἷόνπερ δοκίμια τῆς γλώττης τεταμένα ἐπὶ τὴν καρδίαν, εἰς τὰ νοτερὰ τῆς σαρκὸς καὶ ἁπαλὰ ἐμπίπτοντα γήϊνα μέρη κατατηκόμενα συνάγει τὰ φλέβια καὶ ἀποξηραίνει, τραχύτερα μὲν ὄντα στρυφνά, ἧττον δὲ τραχύνοντα αὐστηρὰ φαίνεται·
なぜなら、侵入してくるもののうち、心臓へと張り巡らされた舌の検査機関のような小血管の周辺で、肉の湿った柔らかい部分に降りかかり、溶けかけた地的な部分であって、それらの小血管を引き締め、乾燥させるものは、より粗いものは「渋い」と見え、より粗くしないものは「酸渋い」と見えるからである。
τὰ δὲ τούτων τε ῥυπτικὰ καὶ πᾶν τὸ περὶ τὴν γλῶτταν ἀποπλύνοντα, πέρα μὲν τοῦ μετρίου τοῦτο δρῶντα καὶ προσεπιλαμβανόμενα ὥστε ἀποτήκειν αὐτῆς τῆς φύσεως, οἷον ἡ τῶν λίτρων δύναμις, πικρὰ πάνθʼ οὕτως ὠνόμασται, τὰ δὲ ὑποδεέστερα τῆς λιτρώδους ἕξεως ἐπὶ τὸ μέτριόν τε τῇ ῥύψει χρώμενα ἁλυκὰ ἄνευ πικρότητος τραχείας καὶ φίλα μᾶλλον ἡμῖν φαντάζεται.
他方、これらを洗浄し、舌の周りのすべてを洗い流すもののうち、中庸を超えてこれを行い、さらに舌自体の自然本性を溶かすほどに作用するもの(例えば炭酸ソーダの力のようなもの)は、すべてそのように「苦い」と名付けられている。 しかし、炭酸ソーダのような性質には及ばず、適度に洗浄を行うものは、粗い苦味を伴わずに「塩辛い」ものであり、我々にとってむしろ好ましいものとして現れる。
§66ΤΙ. τὰ δὲ τῇ τοῦ στόματος θερμότητι κοινωνήσαντα καὶ λεαινόμενα ὑπʼ αὐτοῦ, συνεκπυρούμενα καὶ πάλιν αὐτὰ ἀντικάοντα τὸ διαθερμῆναν, φερόμενά τε ὑπὸ κουφότητος ἄνω πρὸς τὰς τῆς κεφαλῆς αἰσθήσεις, τέμνοντά τε πάνθʼ ὁπόσοις ἂν προσπίπτῃ, διὰ ταύτας τὰς δυνάμεις δριμέα πάντα τὰ τοιαῦτα ἐλέχθη.
ΤΙ. さらに、口の中の熱と交わり、それによって滑らかにされ、ともに燃え上がり、逆に自らもその温めてくれたものを焼き返し、その軽さによって頭部の感覚器官へと上方に運ばれ、衝突するすべてのものを切断するものは、 66a¦ これらの力によって、そのようなものすべてが「辛い」と言われる。
τὸ δὲ αὖ τῶν προλελεπτυσμένων μὲν ὑπὸ σηπεδόνος, εἰς δὲ τὰς στενὰς φλέβας ἐνδυομένων, καὶ τοῖς ἐνοῦσιν αὐτόθι μέρεσιν γεώδεσιν καὶ ὅσα ἀέρος συμμετρίαν ἔχοντα, ὥστε κινήσαντα περὶ ἄλληλα ποιεῖν κυκᾶσθαι, κυκώμενα δὲ περιπίπτειν τε καὶ εἰς ἕτερα ἐνδυόμενα ἕτερα κοῖλα ἀπεργάζεσθαι περιτεινόμενα τοῖς εἰσιοῦσιν— ἃ δὴ νοτίδος περὶ ἀέρα κοίλης περιταθείσης, τοτὲ μὲν γεώδους, τοτὲ δὲ καὶ καθαρᾶς, νοτερὰ ἀγγεῖα ἀέρος, ὕδατα κοῖλα περιφερῆ τε γενέσθαι, καὶ τὰ μὲν τῆς καθαρᾶς διαφανεῖς περιστῆναι κληθείσας ὄνομα πομφόλυγας, τὰ δὲ τῆς γεώδους ὁμοῦ κινουμένης τε καὶ αἰρομένης ζέσιν τε καὶ ζύμωσιν ἐπίκλην λεχθῆναι—τὸ δὲ τούτων αἴτιον τῶν παθημάτων ὀξὺ προσρηθῆναι.
他方、腐敗によってあらかじめ細分化され、狭い血管に侵入し、そこにある地的な部分や空気の部分と釣り合いの取れた割合を持っているために、互いを動かして攪拌させ、攪拌されながら衝突し合い、別の部分へと侵入して、侵入してくるものたちを包み込みながら別の空洞を作り出すものは、―― ¦66b ――これらはまさに、湿気が空洞の空気の周囲に引き延ばされたものであり、時には地的な、時には純粋な、空気を含む湿った器、すなわち中空で球形の水となる。 そして、純粋な湿気からなるものは、透明なものとして周囲を囲み、「泡」という名で呼ばれ、地的な湿気が同時に動き、かつ持ち上げられるものは、「沸騰」あるいは「発酵」という呼称で語られるのであるが、――これらの受苦をもたらす原因は「酸っぱい」と呼ばれる。
σύμπασιν δὲ τοῖς περὶ ταῦτα εἰρημένοις πάθος ἐναντίον ἀπʼ ἐναντίας ἐστὶ προφάσεως·
しかし、これらに関して語られたすべてに対して、反対の原因から生じる反対の受苦がある。
ὁπόταν ἡ τῶν εἰσιόντων σύστασις ἐν ὑγροῖς, οἰκεία τῇ τῆς γλώττης ἕξει πεφυκυῖα, λεαίνῃ μὲν ἐπαλείφουσα τὰ τραχυνθέντα, τὰ δὲ παρὰ φύσιν συνεστῶτα ἢ κεχυμένα τὰ μὲν συνάγῃ, τὰ δὲ χαλᾷ, καὶ πάνθʼ ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν, ἡδὺ καὶ προσφιλὲς παντὶ πᾶν τὸ τοιοῦτον ἴαμα τῶν βιαίων παθημάτων γιγνόμενον κέκληται γλυκύ.
すなわち、液体の中に侵入してくるものの組成が、舌の状態に適した本性を備えており、荒れた部分を覆い滑らかにするとともに、自然に反して収縮しているものや拡散しているものを、一方は引き締め、他方は弛緩させ、すべてを可能な限り自然な状態へと定着させるとき、強制的な受苦に対するこのようなあらゆる治療薬は、すべての人にとって心地よく親しみやすいものとして、「甘い」と呼ばれている。
καὶ τὰ μὲν ταύτῃ ταῦτα·
さて、これらについてはこの通りである。
περὶ δὲ δὴ τὴν τῶν μυκτήρων δύναμιν, εἴδη μὲν οὐκ ἔνι.
しかし、鼻の能力に関しては、明確な「種」は存在しない。
τὸ γὰρ τῶν ὀσμῶν πᾶν ἡμιγενές, εἴδει δὲ οὐδενὶ συμβέβηκεν συμμετρία πρὸς τό τινα σχεῖν ὀσμήν·
なぜなら、香りのすべては半ばに形成された類であり、いかなる特定の種も、特定の香りを持つほどの対称性を備えていないからである。
ἀλλʼ ἡμῶν αἱ περὶ ταῦτα φλέβες πρὸς μὲν τὰ γῆς ὕδατός τε γένη στενότεραι συνέστησαν, πρὸς δὲ τὰ πυρὸς ἀέρος τε εὐρύτεραι, διὸ τούτων οὐδεὶς οὐδενὸς ὀσμῆς πώποτε ᾔσθετό τινος, ἀλλὰ ἢ βρεχομένων ἢ σηπομένων ἢ τηκομένων ἢ θυμιωμένων γίγνονταί τινων.
むしろ、我々のこれらに関する血管は、土や水の類に対しては狭く構成されており、火や空気の類に対しては広く構成されている。 そのため、これらのもののいずれの香りも、決して誰も直接には感知できず、湿るか、腐敗するか、溶解するか、あるいは煙として燻されるかのいずれかの過程において、それらの香りが生じるのである。
μεταβάλλοντος γὰρ ὕδατος εἰς ἀέρα ἀέρος τε εἰς ὕδωρ ἐν τῷ μεταξὺ τούτων γεγόνασιν, εἰσίν τε ὀσμαὶ σύμπασαι καπνὸς ἢ ὁμίχλη, τούτων δὲ τὸ μὲν ἐξ ἀέρος εἰς ὕδωρ ἰὸν ὁμίχλη, τὸ δὲ ἐξ ὕδατος εἰς ἀέρα καπνός·
なぜなら、水から空気へ、また空気から水へと変化する、これらの中間において香りが発生するからである。 すべての香りは煙または霧であり、これらのうち、空気から水へと移行するものが霧であり、水から空気へと移行するものが煙である。
ὅθεν λεπτότεραι μὲν ὕδατος, παχύτεραι δὲ ὀσμαὶ σύμπασαι γεγόνασιν ἀέρος.
それゆえ、すべての香りは水よりも希薄であり、空気よりも濃密に生じるのである。

語釈・文法注

  1. 65aἀλλοτριούμενα — 分詞 `ἀλλοτριούμενα` と `καθιστάμενα` は、主文の主語である `τὰ δʼ ἐκ μειζόνων μερῶν σώματα` を修飾する副詞的用法(条件または時)であり、「異質なものとされるとき」「元の状態に戻されるとき」という意味。これらは受動のニュアンスを持つ。
  2. 65dὅσα μὲν γὰρ εἰσιόντα — 関係代名詞 `ὅσα` で始まる節が、後に続く `στρυφνά... αὐστηρὰ φαίνεται` の主語となる長大な主語名詞節を形成している。途中の `γήϊνα μέρη` や `κατατηκόμενα` は侵入してくる要素の説明であり、全体の文構造としては `ὅσα... ἐμπίπτοντα... συνάγει... καὶ ἀποξηραίνει`(これらを行うものすべてが)が主部である。
  3. 66aτὸ δὲ αὖ τῶν προλελεπτυσμένων — この文は長大なアナコルートン(構文の破綻・不一致)を形成している。`τὸ δὲ αὖ τῶν προλελεπτυσμένων...`(属格の要素から始まる)が提示された後、関係代名詞 `ἃ δὴ...` による長い説明(ポムポリュクス(泡)などの定義)が挿入され、最終的に `τὸ δὲ τούτων αἴτιον τῶν παθημάτων ὀξὺ προσρηθῆναι`(「これら受苦の原因が『酸っぱい』と名付けられること」)という、対格不定詞構造で結ばれる。

この箇所を引用する

プラトン, ティマイオス §65-66. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:65-66

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。