Humanitext Reader

柏拉图 · 蒂迈欧篇 §65-66

舌部味觉与鼻部嗅觉的产生原理

第 27 段,共 41 段 · 希腊语

内容简介

本节解释了作为身体特定受苦的舌头所感知的各种味觉(涩、酸涩、苦、咸、辣、酸、甘)的物理机制,随后讨论了鼻孔感知的气味之特质及其产生原因。

§65ΤΙ. τὰ δʼ ἐκ μειζόνων μερῶν σώματα μόγις εἴκοντα τῷ δρῶντι, διαδιδόντα δὲ εἰς ὅλον τὰς κινήσεις, ἡδονὰς ἴσχει καὶ λύπας, ἀλλοτριούμενα μὲν λύπας, καθιστάμενα δὲ εἰς τὸ αὐτὸ πάλιν ἡδονάς.
提:相反,由较大部分构成的物体,勉强屈从于作用者,但把运动传递到全身,因而拥有快乐和痛苦——当它们被变得疏离异己时 65a¦ 产生痛苦,而当它们再次恢复到原状时产生快乐。
ὅσα δὲ κατὰ σμικρὸν τὰς ἀποχωρήσεις ἑαυτῶν καὶ κενώσεις εἴληφεν, τὰς δὲ πληρώσεις ἁθρόας καὶ κατὰ μεγάλα, κενώσεως μὲν ἀναίσθητα, πληρώσεως δὲ αἰσθητικὰ γιγνόμενα, λύπας μὲν οὐ παρέχει τῷ θνητῷ τῆς ψυχῆς, μεγίστας δὲ ἡδονάς· ἔστιν δὲ ἔνδηλα περὶ τὰς εὐωδίας.
至于那些自身成分的流失和排空是逐渐发生的,而充满确是突发且大量的,由于它们对排空无感觉,对充满有感觉,因而不会给灵魂的可死部分带来痛苦,却会带来极大的快乐;这在芳香中是显而易见。
ὅσα δὲ ἀπαλλοτριοῦται μὲν ἁθρόα, κατὰ σμικρὰ δὲ μόγις τε εἰς ταὐτὸν πάλιν ἑαυτοῖς καθίσταται, τοὐναντίον τοῖς ἔμπροσθεν πάντα ἀποδίδωσιν· ταῦτα δʼ αὖ περὶ τὰς καύσεις καὶ τομὰς τοῦ σώματος γιγνόμενά ἐστιν κατάδηλα.
相反,那些突发地变得疏离异己,却极其困难且逐渐地再次恢复原状的,则呈现出与前者完全相反的一切;这些反过来在身体的灼烧和切断中是显而易见的。
καὶ τὰ μὲν δὴ κοινὰ τοῦ σώματος παντὸς παθήματα, τῶν τʼ ἐπωνυμιῶν ὅσαι τοῖς δρῶσιν αὐτὰ γεγόνασι, σχεδὸν εἴρηται·
至此,关于整个身体所共同具有的受苦,以及那些导致这些受苦的作用者所得的所有名称,已基本说完了。
τὰ δʼ ἐν ἰδίοις μέρεσιν ἡμῶν γιγνόμενα, τά τε πάθη καὶ τὰς αἰτίας αὖ τῶν δρώντων, πειρατέον εἰπεῖν, ἄν πῃ δυνώμεθα.
接下来,我们必须尝试说明那些发生在特定部分中的受苦,以及导致这些受苦的作用者的原因,如果我们能够做到的话。
πρῶτον οὖν ὅσα τῶν χυμῶν πέρι λέγοντες ἐν τοῖς πρόσθεν ἀπελίπομεν, ἴδια ὄντα παθήματα περὶ τὴν γλῶτταν, ἐμφανιστέον ᾗ δυνατόν.
那么首先,正如我们在前面谈到液汁时所遗留下来的、关于舌头的特有受苦,必须尽可能予以说明。
φαίνεται δὲ καὶ ταῦτα, ὥσπερ οὖν καὶ τὰ πολλά, διὰ συγκρίσεών τέ τινων καὶ διακρίσεων γίγνεσθαι, πρὸς δὲ αὐταῖς κεχρῆσθαι μᾶλλόν τι τῶν ἄλλων τραχύτησί τε καὶ λειότησιν.
而这些受苦显然也和大多数事物一样,是通过某种结合和分离而产生的,此外,它们似乎比其他事物更多地利用了粗糙和光滑。
ὅσα μὲν γὰρ εἰσιόντα περὶ τὰ φλέβια, οἷόνπερ δοκίμια τῆς γλώττης τεταμένα ἐπὶ τὴν καρδίαν, εἰς τὰ νοτερὰ τῆς σαρκὸς καὶ ἁπαλὰ ἐμπίπτοντα γήϊνα μέρη κατατηκόμενα συνάγει τὰ φλέβια καὶ ἀποξηραίνει, τραχύτερα μὲν ὄντα στρυφνά, ἧττον δὲ τραχύνοντα αὐστηρὰ φαίνεται·
因为,凡是侵入到犹如舌头测试器般延伸至心脏的静脉管周围,落在肉的湿润且柔软的部分,并溶解的地之种类部分,它们使静脉管收缩并使之干燥,较粗糙的就显得“涩”,而较少粗糙化的就显得“酸涩”。
τὰ δὲ τούτων τε ῥυπτικὰ καὶ πᾶν τὸ περὶ τὴν γλῶτταν ἀποπλύνοντα, πέρα μὲν τοῦ μετρίου τοῦτο δρῶντα καὶ προσεπιλαμβανόμενα ὥστε ἀποτήκειν αὐτῆς τῆς φύσεως, οἷον ἡ τῶν λίτρων δύναμις, πικρὰ πάνθʼ οὕτως ὠνόμασται, τὰ δὲ ὑποδεέστερα τῆς λιτρώδους ἕξεως ἐπὶ τὸ μέτριόν τε τῇ ῥύψει χρώμενα ἁλυκὰ ἄνευ πικρότητος τραχείας καὶ φίλα μᾶλλον ἡμῖν φαντάζεται.
至于那些清洗这些东西并洗净舌头周围一切的作用者,当它们超过适度程度做这件事,并进一步夺取以致溶化舌头本身的本性时(如碱的力量),所有这些都因此被命名为“苦”。 而那些低于碱性状态,且适度地进行清洗的作用者,则呈现为没有粗糙苦味的“咸”,并且对我们更为友好。
§66ΤΙ. τὰ δὲ τῇ τοῦ στόματος θερμότητι κοινωνήσαντα καὶ λεαινόμενα ὑπʼ αὐτοῦ, συνεκπυρούμενα καὶ πάλιν αὐτὰ ἀντικάοντα τὸ διαθερμῆναν, φερόμενά τε ὑπὸ κουφότητος ἄνω πρὸς τὰς τῆς κεφαλῆς αἰσθήσεις, τέμνοντά τε πάνθʼ ὁπόσοις ἂν προσπίπτῃ, διὰ ταύτας τὰς δυνάμεις δριμέα πάντα τὰ τοιαῦτα ἐλέχθη.
提:至于那些与口腔的温度相结合,并被它抚平的作用者,它们共同燃烧起来,反过来也烧灼那使它们温暖的部分,并且由于轻盈而向上传递到头部的感觉器,切断 66a¦ 一切它们所碰撞到的东西,所有这类事物都因为这些力量而被说成是“辣”。
τὸ δὲ αὖ τῶν προλελεπτυσμένων μὲν ὑπὸ σηπεδόνος, εἰς δὲ τὰς στενὰς φλέβας ἐνδυομένων, καὶ τοῖς ἐνοῦσιν αὐτόθι μέρεσιν γεώδεσιν καὶ ὅσα ἀέρος συμμετρίαν ἔχοντα, ὥστε κινήσαντα περὶ ἄλληλα ποιεῖν κυκᾶσθαι, κυκώμενα δὲ περιπίπτειν τε καὶ εἰς ἕτερα ἐνδυόμενα ἕτερα κοῖλα ἀπεργάζεσθαι περιτεινόμενα τοῖς εἰσιοῦσιν— ἃ δὴ νοτίδος περὶ ἀέρα κοίλης περιταθείσης, τοτὲ μὲν γεώδους, τοτὲ δὲ καὶ καθαρᾶς, νοτερὰ ἀγγεῖα ἀέρος, ὕδατα κοῖλα περιφερῆ τε γενέσθαι, καὶ τὰ μὲν τῆς καθαρᾶς διαφανεῖς περιστῆναι κληθείσας ὄνομα πομφόλυγας, τὰ δὲ τῆς γεώδους ὁμοῦ κινουμένης τε καὶ αἰρομένης ζέσιν τε καὶ ζύμωσιν ἐπίκλην λεχθῆναι—τὸ δὲ τούτων αἴτιον τῶν παθημάτων ὀξὺ προσρηθῆναι.
反之,那些因腐败而预先被细分,侵入到狭窄静脉管中,并且与存在于那里的、地之种类的以及空气之种类的部分有适当比例,以致使它们相互运动并引起搅拌,在被搅拌中相互碰撞并侵入到其他空腔中,制造出包围着侵入者的其他空洞—— 这些空洞是在空腔空气周围包围着湿气,有时是地之种类的,有时也是纯净的,成了空气的湿润容器,即中空而圆形的液体,那些由纯净湿气构成的透明地包围着的,被冠以“泡”的名字,而那些由一同运动并升起的接地湿气构成的,则被称为“沸腾”和“发酵”——而这些受苦的原因被称为“酸”。
σύμπασιν δὲ τοῖς περὶ ταῦτα εἰρημένοις πάθος ἐναντίον ἀπʼ ἐναντίας ἐστὶ προφάσεως· ὁπόταν ἡ τῶν εἰσιόντων σύστασις ἐν ὑγροῖς, οἰκεία τῇ τῆς γλώττης ἕξει πεφυκυῖα, λεαίνῃ μὲν ἐπαλείφουσα τὰ τραχυνθέντα, τὰ δὲ παρὰ φύσιν συνεστῶτα ἢ κεχυμένα τὰ μὲν συνάγῃ, τὰ δὲ χαλᾷ, καὶ πάνθʼ ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν, ἡδὺ καὶ προσφιλὲς παντὶ πᾶν τὸ τοιοῦτον ἴαμα τῶν βιαίων παθημάτων γιγνόμενον κέκληται γλυκύ.
但对于关于这些所说的一切,存在着来自相反原因的相反受苦;每当液体中侵入者的组成在天性上适合舌头的状态,一方面通过涂抹来抚平被弄粗糙的部分,另一方面使违背自然而紧缩的部分收缩,或者使已松散的部分弛豫,并使所有部分尽可能地安定在自然状态,那么,针对强暴受苦的所有这类疗法,因为对每个人都变得令人愉快和友好,所以被称为“甘”。
καὶ τὰ μὲν ταύτῃ ταῦτα·
这些方面就是如此。
περὶ δὲ δὴ τὴν τῶν μυκτήρων δύναμιν, εἴδη μὲν οὐκ ἔνι.
然而,关于鼻孔的能力,并没有任何形相。
τὸ γὰρ τῶν ὀσμῶν πᾶν ἡμιγενές, εἴδει δὲ οὐδενὶ συμβέβηκεν συμμετρία πρὸς τό τινα σχεῖν ὀσμήν· ἀλλʼ ἡμῶν αἱ περὶ ταῦτα φλέβες πρὸς μὲν τὰ γῆς ὕδατός τε γένη στενότεραι συνέστησαν, πρὸς δὲ τὰ πυρὸς ἀέρος τε εὐρύτεραι, διὸ τούτων οὐδεὶς οὐδενὸς ὀσμῆς πώποτε ᾔσθετό τινος, ἀλλὰ ἢ βρεχομένων ἢ σηπομένων ἢ τηκομένων ἢ θυμιωμένων γίγνονταί τινων.
因为气味的全体都是半形成的,没有任何一种形相适当地拥有某种比例以致能持有某种气味;相反,我们关于这些部位的静脉管相对于地和水的种类被构造得较窄,而相对于火和空气的种类被构造得较宽,因此从来没有人能感知到这些东西中的任何气味,只有当有些东西处于被浸湿、腐败、融化或被熏蒸的状态时,它们才会产生。
μεταβάλλοντος γὰρ ὕδατος εἰς ἀέρα ἀέρος τε εἰς ὕδωρ ἐν τῷ μεταξὺ τούτων γεγόνασιν, εἰσίν τε ὀσμαὶ σύμπασαι καπνὸς ἢ ὁμίχλη, τούτων δὲ τὸ μὲν ἐξ ἀέρος εἰς ὕδωρ ἰὸν ὁμίχλη, τὸ δὲ ἐξ ὕδατος εἰς ἀέρα καπνός· ὅθεν λεπτότεραι μὲν ὕδατος, παχύτεραι δὲ ὀσμαὶ σύμπασαι γεγόνασιν ἀέρος.
因为在水正在变成空气,以及空气在变成水的过程中,气味便产生在它们之间的过渡状态中,所有的气味都是烟或雾;而在这些中,从空气走向水的是雾,而从水走向空气的是烟;因此,所有的气味都产生为比水更细微,但比空气更浓密。

词汇与语法注释

  1. 65aἀλλοτριούμενα — 分词 `ἀλλοτριούμενα` 和 `καθιστάμενα` 修饰主语 `τὰ δʼ ἐκ μειζόνων μερῶν σώματα`,作状语(时间或条件),意为“当它们变得疏离异己时”和“当它们被恢复原状时”,带有被动意味。
  2. 65dὅσα μὲν γὰρ εἰσιόντα — 关系代词 `ὅσα` 引导的从句为随后的 `στρυφνά... αὐστηρὰ φαίνεται` 构成了长大的主语名词从句。中间的 `γήϊνα μέρη` 和 `κατατηκόμενα` 等是对侵入部分的描述,主语从句的核心骨架为 `ὅσα... ἐμπίπτοντα... συνάγει... καὶ ἀποξηραίνει`(凡是落入……使之收缩并干燥的)。
  3. 66aτὸ δὲ αὖ τῶν προλελεπτυσμένων — 此句构成了一个长大的破格句(无关联句,anacoluthon)。在提出 `τὸ δὲ αὖ τῶν προλελεπτυσμένων...`(以属格成分开始)之后,插入了由关系代词 `ἃ δὴ...` 引导的关于“泡”等定义的长篇解释,最终以带对格的不定式结构 `τὸ δὲ τούτων αἴτιον τῶν παθημάτων ὀξὺ προσρηθῆναι`(“这些受苦的原因被称为‘酸’”)结句。

引用这一段

柏拉图, 蒂迈欧篇 §65-66. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:65-66

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。