Humanitext Reader

プラトン · ティマイオス §61-62

物質の融解と凝固の原理および身体的感覚の生起

25 / 41 箇所 · ギリシア語

要旨

地と水、空気の凝固や溶解の仕組み、および混合物の分類を粒子の観点から説明し、続いて温・冷、硬・軟、重・軽などの感覚が生じる原因を、球体宇宙の構造(絶対的な上下の不在)を前提に明らかにする。

§61ΤΙ. γῆν μὲν γὰρ ἀσύστατον ὑπὸ βίας οὕτως ὕδωρ μόνον λύει, συνεστηκυῖαν δὲ πλὴν πυρὸς οὐδέν·
ΤΙ. 実際、固まっていない地は、このように強引に水だけが解きほぐすが、固まった地は、火のほかには何も解きほぐさない。
εἴσοδος γὰρ οὐδενὶ πλὴν πυρὶ λέλειπται.
というのも、火のほかには何ものにも入り口が残されていないからである。
τὴν δὲ ὕδατος αὖ σύνοδον τὴν μὲν βιαιοτάτην πῦρ μόνον, τὴν δὲ ἀσθενεστέραν ἀμφότερα, πῦρ τε καὶ ἀήρ, διαχεῖτον, ὁ μὲν κατὰ τὰ διάκενα, τὸ δὲ καὶ κατὰ τὰ τρίγωνα· βίᾳ δὲ ἀέρα συστάντα οὐδὲν λύει πλὴν κατὰ τὸ στοιχεῖον, ἀβίαστον δὲ κατατήκει μόνον πῦρ.
他方、水の凝縮については、最も強固な凝縮は火だけが、より弱い凝縮は火と空気の両方が分散させる。 空気は隙間に沿って、火は三角形に沿ってもまた分散させるのである。 強引に凝縮された空気を解きほぐすものは、元素へと還元すること以外には何もなく、強引でなく凝縮されたものは、火だけが融解させる。
τὰ δὴ τῶν συμμείκτων ἐκ γῆς τε καὶ ὕδατος σωμάτων, μέχριπερ ἂν ὕδωρ αὐτοῦ τὰ τῆς γῆς διάκενα καὶ βίᾳ συμπεπιλημένα κατέχῃ, τὰ μὲν ὕδατος ἐπιόντα ἔξωθεν εἴσοδον οὐκ ἔχοντα μέρη περιρρέοντα τὸν ὅλον ὄγκον ἄτηκτον εἴασεν, τὰ δὲ πυρὸς εἰς τὰ τῶν ὑδάτων διάκενα εἰσιόντα, ὅπερ ὕδωρ γῆν, τοῦτο πῦρ ἀπεργαζόμενα, τηχθέντι τῷ κοινῷ σώματι ῥεῖν μόνα αἴτια συμβέβηκεν·
さて、地と水からなる混成体の諸物体は、水がその地の隙間(強引に圧縮された隙間)を占めている限りは、外部から押し寄せる水の諸部分は、入り口がないために塊全体を迂回して流れ、それを融解させないままにしておく。 しかし、火の諸部分が水の隙間に入り込み、水が地に対して行ったことと同じことを火が行うことによって、この共通の物体が融解して流動する唯一の原因となる。
τυγχάνει δὲ ταῦτα ὄντα, τὰ μὲν ἔλαττον ἔχοντα ὕδατος ἢ γῆς, τό τε περὶ τὴν ὕαλον γένος ἅπαν ὅσα τε λίθων χυτὰ εἴδη καλεῖται, τὰ δὲ πλέον ὕδατος αὖ, πάντα ὅσα κηροειδῆ καὶ θυμιατικὰ σώματα συμπήγνυται.
これらに該当するものは、一方では、地よりも水の含有量が少ないものであって、ガラスの類すべてや、融解性の石と呼ばれるすべての形相であり、他方では、水の方がより多いものであって、蝋のようであったり香料のようであったりして凝固するすべての物体である。
καὶ τὰ μὲν δὴ σχήμασι κοινωνίαις τε καὶ μεταλλαγαῖς εἰς ἄλληλα πεποικιλμένα εἴδη σχεδὸν ἐπιδέδεικται·
こうして、形や結びつき、および互いへの変化によって多様化された形相については、ほぼ示された。
τὰ δὲ παθήματα αὐτῶν διʼ ἃς αἰτίας γέγονεν πειρατέον ἐμφανίζειν.
しかし、それらの受苦がどのような原因で生じるのかを明らかにするよう試みなければならない。
πρῶτον μὲν οὖν ὑπάρχειν αἴσθησιν δεῖ τοῖς λεγομένοις ἀεί, σαρκὸς δὲ καὶ τῶν περὶ σάρκα γένεσιν, ψυχῆς τε ὅσον θνητόν, οὔπω διεληλύθαμεν·
さて、まず何よりも、語られる事柄には常に感覚が備わっていなければならないが、我々は肉や肉に関わるものの生成、および魂の死すべき部分についてはまだ詳しく論じていない。
τυγχάνει δὲ οὔτε ταῦτα χωρὶς τῶν περὶ τὰ παθήματα ὅσα αἰσθητικὰ οὔτʼ ἐκεῖνα ἄνευ τούτων δυνατὰ ἱκανῶς λεχθῆναι, τὸ δὲ ἅμα σχεδὸν οὐ δυνατόν.
ところが、これらは感覚的な受苦に関する事柄なしには、またそれらはこれらなしには、十分に語られることが不可能であり、しかも両方を同時に語ることもほぼ不可能である。
ὑποθετέον δὴ πρότερον θάτερα, τὰ δʼ ὑποτεθέντα ἐπάνιμεν αὖθις.
したがって、どちらか一方をまず仮定しておき、仮定されたものへと後で再び戻ることにしなければならない。
ἵνα οὖν ἑξῆς τὰ παθήματα λέγηται τοῖς γένεσιν, ἔστω πρότερα ἡμῖν τὰ περὶ σῶμα καὶ ψυχὴν ὄντα.
それゆえ、諸々の類に続いて受苦が秩序立って語られるために、体と魂に関わる事柄がまず我々のために仮定されたものとして存在することとしよう。
πρῶτον μὲν οὖν ᾗ πῦρ θερμὸν λέγομεν, ἴδωμεν ὧδε σκοποῦντες, τὴν διάκρισιν καὶ τομὴν αὐτοῦ περὶ τὸ σῶμα ἡμῶν γιγνομένην ἐννοηθέντες.
そこでまず、火をどのような意味で熱いと我々が呼ぶのかを、次のように考察して見てみよう。 すなわち、我々の体に対して生じる火の分離と切断の作用を念頭に置くのである。
ὅτι μὲν γὰρ ὀξύ τι τὸ πάθος, πάντες σχεδὸν αἰσθανόμεθα·
それが鋭い受苦であることは、我々がほぼ全員感知している。
§62ΤΙ. τὴν δὲ λεπτότητα τῶν πλευρῶν καὶ γωνιῶν ὀξύτητα τῶν τε μορίων σμικρότητα καὶ τῆς φορᾶς τὸ τάχος, οἷς πᾶσι σφοδρὸν ὂν καὶ τομὸν ὀξέως τὸ προστυχὸν ἀεὶ τέμνει, λογιστέον ἀναμιμνῃσκομένοις τὴν τοῦ σχήματος αὐτοῦ γένεσιν, ὅτι μάλιστα ἐκείνη καὶ οὐκ ἄλλη φύσις διακρίνουσα ἡμῶν κατὰ σμικρά τε τὰ σώματα κερματίζουσα τοῦτο ὃ νῦν θερμὸν λέγομεν εἰκότως τὸ πάθημα καὶ τοὔνομα παρέσχεν.
ΤΙ. しかし、その稜の薄さ、角の鋭さ、諸部分の小ささ、そして移動の速さ(これらすべてによって、火は激しく切断力に富み、出会うものを常に鋭く切り刻む)については、その形の生成を思い起こしながら考慮しなければならない。 すなわち、あの自然本性が、我々の体を分解し、小さく細切れにすることによって、我々が今熱いと呼んでいるこの受苦と名前をまさに理に適って与えたのである。
τὸ δʼ ἐναντίον τούτων κατάδηλον μέν, ὅμως δὲ μηδὲν ἐπιδεὲς ἔστω λόγου.
これらと反対の受苦は明らかであるが、それでも説明を欠くことがないようにしよう。
τὰ γὰρ δὴ τῶν περὶ τὸ σῶμα ὑγρῶν μεγαλομερέστερα εἰσιόντα, τὰ σμικρότερα ἐξωθοῦντα, εἰς τὰς ἐκείνων οὐ δυνάμενα ἕδρας ἐνδῦναι, συνωθοῦντα ἡμῶν τὸ νοτερόν, ἐξ ἀνωμάλου κεκινημένου τε ἀκίνητον διʼ ὁμαλότητα καὶ τὴν σύνωσιν ἀπεργαζόμενα πήγνυσιν·
すなわち、体の周りの液体に属するより大きな部分を持ったものが侵入し、より小さなものを押し出し、それらの座に入り込むことができないため、我々の湿った部分を押し縮め、不均一で動いていた状態から、均一さと押し縮めによって動かない状態へと作り変えて凝固させるのである。
τὸ δὲ παρὰ φύσιν συναγόμενον μάχεται κατὰ φύσιν αὐτὸ ἑαυτὸ εἰς τοὐναντίον ἀπωθοῦν.
しかし、自然に反して引き締められたものは、自然に従って自らを反対の方向へと押し戻そうと戦う。
τῇ δὴ μάχῃ καὶ τῷ σεισμῷ τούτῳ τρόμος καὶ ῥῖγος ἐτέθη, ψυχρόν τε τὸ πάθος ἅπαν τοῦτο καὶ τὸ δρῶν αὐτὸ ἔσχεν ὄνομα.
この戦いと震えに対して身震いや悪寒という名が与えられ、この受苦の全体に対して冷たい、またそれを引き起こすもの自体に対しても同じ名前が与えられた。
σκληρὸν δέ, ὅσοις ἂν ἡμῶν ἡ σὰρξ ὑπείκῃ, μαλακὸν δέ, ὅσα ἂν τῇ σαρκί· πρὸς ἄλληλά τε οὕτως.
他方、硬いとは我々の肉が譲るすべてのもののことであり、柔らかいとは肉に対して譲るすべてのもののことであり、互いの関係においても同様である。
ὑπείκει δὲ ὅσον ἐπὶ σμικροῦ βαίνει· τὸ δὲ ἐκ τετραγώνων ὂν βάσεων, ἅτε βεβηκὸς σφόδρα, ἀντιτυπώτατον εἶδος, ὅτι τε ἂν εἰς πυκνότητα συνιὸν πλείστην ἀντίτονον ᾖ μάλιστα.
そして、小さな底面の上に載っているものは譲るが、正方形の底面からなる形相は、極めて安定して載っているために最も反発力が強く、また極限の密度にまで凝縮して最も強い抵抗を示すものも同様である。
βαρὺ δὲ καὶ κοῦφον μετὰ τῆς τοῦ κάτω φύσεως ἄνω τε λεγομένης ἐξεταζόμενον ἂν δηλωθείη σαφέστατα.
他方、重いと軽いは、下および上と呼ばれる自然本性と結びつけて吟味されるとき、最も明白に示されるであろう。
φύσει γὰρ δή τινας τόπους δύο εἶναι διειληφότας διχῇ τὸ πᾶν ἐναντίους, τὸν μὲν κάτω, πρὸς ὃν φέρεται πάνθʼ ὅσα τινὰ ὄγκον σώματος ἔχει, τὸν δὲ ἄνω, πρὸς ὃν ἀκουσίως ἔρχεται πᾶν, οὐκ ὀρθὸν οὐδαμῇ νομίζειν·
というのも、自然本性によって二つの場所が存在し、それらが宇宙全体を二つに分け合って互いに反対であり、一方は下であって、何らかの物体の体積を持つすべてのものがそれに向かって運ばれ、他方は上であって、すべてのものが不本意ながらそこへと向かう、と考えることは決して正しくないからである。
τοῦ γὰρ παντὸς οὐρανοῦ σφαιροειδοῦς ὄντος, ὅσα μὲν ἀφεστῶτα ἴσον τοῦ μέσου γέγονεν ἔσχατα, ὁμοίως αὐτὰ χρὴ ἔσχατα πεφυκέναι, τὸ δὲ μέσον τὰ αὐτὰ μέτρα τῶν ἐσχάτων ἀφεστηκὸς ἐν τῷ καταντικρὺ νομίζειν δεῖ πάντων εἶναι.
なぜなら、宇宙全体の天が球形であるため、中心から等しく離れてできているすべての極限部は、同様に極限部としての自然本性を持たねばならず、中心は、極限部から等しい距離に離れているため、すべてのものの正反対の位置にあると考えねばならないからである。
τοῦ δὴ κόσμου ταύτῃ πεφυκότος, τί τῶν εἰρημένων ἄνω τις ἢ κάτω τιθέμενος οὐκ ἐν δίκῃ δόξει τὸ μηδὲν προσῆκον ὄνομα λέγειν;
こうして世界が自然にできている以上、言及されたもののうち、どれかを上あるいは下と置く者は、不当にも全くそぐわない名前を言っていると思われるのではないだろうか。
ὁ μὲν γὰρ μέσος ἐν αὐτῷ τόπος οὔτε κάτω πεφυκὼς οὔτε ἄνω λέγεσθαι δίκαιος, ἀλλʼ αὐτὸ ἐν μέσῳ· ὁ δὲ πέριξ οὔτε δὴ μέσος οὔτʼ ἔχων διάφορον αὑτοῦ μέρος ἕτερον θατέρου μᾶλλον πρὸς τὸ μέσον ἤ τι τῶν καταντικρύ.
なぜなら、その中の中心の場所は、本来下でもなく上でもなく、まさに中心の中と話されるのが正しいからであり、周囲の場所は、中心でもなければ、その一部が他の一部分よりも中心に対して、あるいは対向する何ものかに対して、異なった関係を持つこともないからである。
τοῦ δὲ ὁμοίως πάντῃ πεφυκότος ποῖά τις ἐπιφέρων ὀνόματα αὐτῷ ἐναντία καὶ πῇ καλῶς ἂν ἡγοῖτο λέγειν;
あらゆる方向において同様にできているものに対して、いかなる対立する名前を適用し、どのように語れば、正しく語っていると考えられるだろうか。

語釈・文法注

  1. 61aτὴν δὲ ὕδατος αὖ σύνοδον τὴν μὲν βιαιοτάτην πῦρ μόνον, τὴν δὲ ἀσθενεστέραν ἀμφότερα, πῦρ τε καὶ ἀήρ, διαχεῖτον, ὁ μὲν κατὰ τὰ διάκενα, τὸ δὲ καὶ κατὰ τὰ τρίγωνα — ここで「空気は隙間に沿って、火は三角形に沿ってもまた」という対比(ὁ μὲν... τὸ δὲ...)において、ὁ μέν は男性単数の ἀήρ(空気)を指し、τὸ δέ は中性単数(あるいは πῦρ の中性を反映)として πῦρ(火)を指している。火が「三角形に沿っても」溶解するのは、火を構成する正四面体の基本三角形が水の二十面体の正三角形を物理的に分解・侵入できるためである。
  2. 61cἅπαν ὅσα τε λίθων χυτὰ εἴδη καλεῖται — 補足説明なしに「融解性の石(λίθων χυτὰ εἴδη)」と呼ばれるものを並置している。これは金属(主に青銅や鉄など)や、熱で液状になる鉱物類を指している。構文的には `τό τε περὶ τὴν ὕαλον γένος ἅπαν` と `ὅσα τε λίθων χυτὰ εἴδη` が並列になっており、`τὰ μὲν`(地よりも水の含有量が少ないもの)の具体例を構成している。
  3. 61dὑποθετέον δὴ πρότερον θάτερα — `θάτερα` は `τὰ ἕτερα`(二つのうちの一方)の縮約形。感覚的な受苦(pathēmata)と、それを感知する肉体(sarkos genesis)や魂の死すべき部分は相互依存関係にあるため、プラトンはまず一方(ここでは身体と魂の受苦能力)を前提(hypothesis)として話を進め、後でその解剖学的・生理学的構造に戻るという方法論的留保を述べている。
  4. 62aτὴν δὲ λεπτότητα τῶν πλευρῶν καὶ γωνιῶν ὀξύτητα τῶν τε μορίων σμικρότητα καὶ τῆς φορᾶς τὸ τάχος — この長い対格のリスト(`τὴν δὲ λεπτότητα...`)は、文脈上、動詞 `λογιστέον` の対象(目的語)であり、かつ関係代名詞 `οἷς`(「これらすべてによって」)の先行詞となる。火の熱さという感覚が、正四面体の幾何学的特徴(稜の薄さ、角の鋭さ、極小のサイズ、運動の高速さ)に還元される物理的根拠を提示している。
  5. 62cτὸ δὲ ἐκ τετραγώνων ὂν βάσεων, ἅτε βεβηκὸς σφόδρα, ἀντιτυπώτατον εἶδος — 「正方形の底面からなる形相」とは、地(土)の粒子である立方体(正六面体)を指す。立方体は四角形の面で構成され、底面が広いため安定性が高く、外力に対して最も強い反発(`ἀντιτυπώτατον`)を示す。これが「硬さ(`σκληρόν`)」のミクロな原因とされる。
  6. 62dτοῦ γὰρ παντὸς οὐρανοῦ σφαιροειδοῦς ὄντος — 属格独立構文(genitive absolute)。宇宙全体が球体であるため、周辺部はすべて中心から等距離にある極限(`ἔσχατα`)であり、特定の場所が他に対して優越的に「上」や「下」になることはないという宇宙論的説明の前提をなす。

この箇所を引用する

プラトン, ティマイオス §61-62. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:61-62

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。