Humanitext Reader

柏拉图 · 蒂迈欧篇 §61-62

物质的熔解与凝固机制及感官体验的成因

第 25 段,共 41 段 · 希腊语

内容简介

从微粒几何的角度解释了地、水、空气的熔化与凝固机制,介绍了玻璃和蜡等混合物,接着通过否定球形宇宙中存在绝对的上下,开始分析冷热、软硬、轻重等感觉产生的原因。

§61ΤΙ. γῆν μὲν γὰρ ἀσύστατον ὑπὸ βίας οὕτως ὕδωρ μόνον λύει, συνεστηκυῖαν δὲ πλὴν πυρὸς οὐδέν·
提迈欧:事实上,对于未凝固的地,只有水能以这种强力将其分解;而对于已凝固的地,除了火以外,没有任何东西能将其分解。
εἴσοδος γὰρ οὐδενὶ πλὴν πυρὶ λέλειπται.
因为除了火之外,没有给任何东西留下进入的通道。
τὴν δὲ ὕδατος αὖ σύνοδον τὴν μὲν βιαιοτάτην πῦρ μόνον, τὴν δὲ ἀσθενεστέραν ἀμφότερα, πῦρ τε καὶ ἀήρ, διαχεῖτον, ὁ μὲν κατὰ τὰ διάκενα, τὸ δὲ καὶ κατὰ τὰ τρίγωνα·
反之,关于水的凝固,最强烈的凝固只有火能消解,而较弱的凝固则由火和空气两者共同消解,空气是通过其空隙,而火则是还通过其三角形。
βίᾳ δὲ ἀέρα συστάντα οὐδὲν λύει πλὴν κατὰ τὸ στοιχεῖον, ἀβίαστον δὲ κατατήκει μόνον πῦρ.
而对于强力凝固的空气,除了将其还原为元素之外,没有任何东西能分解它;至于非强力凝固的,则只有火能将其熔化。
τὰ δὴ τῶν συμμείκτων ἐκ γῆς τε καὶ ὕδατος σωμάτων, μέχριπερ ἂν ὕδωρ αὐτοῦ τὰ τῆς γῆς διάκενα καὶ βίᾳ συμπεπιλημένα κατέχῃ, τὰ μὲν ὕδατος ἐπιόντα ἔξωθεν εἴσοδον οὐκ ἔχοντα μέρη περιρρέοντα τὸν ὅλον ὄγκον ἄτηκτον εἴασεν, τὰ δὲ πυρὸς εἰς τὰ τῶν ὑδάτων διάκενα εἰσιόντα, ὅπερ ὕδωρ γῆν, τοῦτο πῦρ ἀπεργαζόμενα, τηχθέντι τῷ κοινῷ σώματι ῥεῖν μόνα αἴτια συμβέβηκεν·
至于由地和水混合而成的物体,只要水还占据着其中地之空隙(即那些甚至被强力压缩的空隙),那么从外部进犯的水之部分由于没有通道进入,便会绕着整个块体流动,使其保持不熔化;但是,火的部分进入水的空隙中,对水起到了水对地所起到的相同作用,从而成为使这共同的物体熔化并流动的唯一原因。
τυγχάνει δὲ ταῦτα ὄντα, τὰ μὲν ἔλαττον ἔχοντα ὕδατος ἢ γῆς, τό τε περὶ τὴν ὕαλον γένος ἅπαν ὅσα τε λίθων χυτὰ εἴδη καλεῖται, τὰ δὲ πλέον ὕδατος αὖ, πάντα ὅσα κηροειδῆ καὶ θυμιατικὰ σώματα συμπήγνυται.
这些物体碰巧包括:一方面是含水量少于含地量的物体,即玻璃这一大类以及所有被称为可融化之石的形相;另一方面则是含水量较多的物体,即所有凝结成蜡状或香料状的物体。
καὶ τὰ μὲν δὴ σχήμασι κοινωνίαις τε καὶ μεταλλαγαῖς εἰς ἄλληλα πεποικιλμένα εἴδη σχεδὸν ἐπιδέδεικται· τὰ δὲ παθήματα αὐτῶν διʼ ἃς αἰτίας γέγονεν πειρατέον ἐμφανίζειν.
至此,由于形状、结合以及彼此转化而变得多样化的形相,已几乎阐明完毕;但我们必须试图阐明它们受苦的原因为何。
πρῶτον μὲν οὖν ὑπάρχειν αἴσθησιν δεῖ τοῖς λεγομένοις ἀεί, σαρκὸς δὲ καὶ τῶν περὶ σάρκα γένεσιν, ψυχῆς τε ὅσον θνητόν, οὔπω διεληλύθαμεν·
首先,对于所说的内容,感觉必须始终存在,但我们尚未详细讨论肉及与肉相关的产生,以及魂中属于凡俗的部分。
τυγχάνει δὲ οὔτε ταῦτα χωρὶς τῶν περὶ τὰ παθήματα ὅσα αἰσθητικὰ οὔτʼ ἐκεῖνα ἄνευ τούτων δυνατὰ ἱκανῶς λεχθῆναι, τὸ δὲ ἅμα σχεδὸν οὐ δυνατόν.
然而,既不能脱离那些有关感觉的受苦来充分说明这些,也不能脱离这些来说明那些,而要同时说明两者几乎是不可能的。
ὑποθετέον δὴ πρότερον θάτερα, τὰ δʼ ὑποτεθέντα ἐπάνιμεν αὖθις.
因此,必须先假定其中的一方,而关于已被假定的内容,我们以后会再次回头讨论。
ἵνα οὖν ἑξῆς τὰ παθήματα λέγηται τοῖς γένεσιν, ἔστω πρότερα ἡμῖν τὰ περὶ σῶμα καὶ ψυχὴν ὄντα.
因此,为了使受苦能顺着各类而依次被论述,就让关于身体和灵魂的事项先作为假定而存在于我们面前。
πρῶτον μὲν οὖν ᾗ πῦρ θερμὸν λέγομεν, ἴδωμεν ὧδε σκοποῦντες, τὴν διάκρισιν καὶ τομὴν αὐτοῦ περὶ τὸ σῶμα ἡμῶν γιγνομένην ἐννοηθέντες.
因此首先,我们如何称火为“热”,让我们以如下方式进行考察:考虑到火在我们的身体周围所产生的分解和切割。
ὅτι μὲν γὰρ ὀξύ τι τὸ πάθος, πάντες σχεδὸν αἰσθανόμεθα· §62ΤΙ. τὴν δὲ λεπτότητα τῶν πλευρῶν καὶ γωνιῶν ὀξύτητα τῶν τε μορίων σμικρότητα καὶ τῆς φορᾶς τὸ τάχος, οἷς πᾶσι σφοδρὸν ὂν καὶ τομὸν ὀξέως τὸ προστυχὸν ἀεὶ τέμνει, λογιστέον ἀναμιμνῃσκομένοις τὴν τοῦ σχήματος αὐτοῦ γένεσιν, ὅτι μάλιστα ἐκείνη καὶ οὐκ ἄλλη φύσις διακρίνουσα ἡμῶν κατὰ σμικρά τε τὰ σώματα κερματίζουσα τοῦτο ὃ νῦν θερμὸν λέγομεν εἰκότως τὸ πάθημα καὶ τοὔνομα παρέσχεν.
事实上,几乎我们所有人都能感觉到这一受苦是某种锐利的东西;提迈欧:但是,关于其棱边的薄、角的锐利、微粒的细小以及运动的快速——通过所有这些,它变得猛烈且具有切割力,总是能锐利地切割所遇到的东西——我们必须通过回忆其形状的产生来推导:正是那种自然,通过分解我们的身体并将其切成碎片,理所当然地提供了这一我们现在称之为“热”的受苦和名字。
τὸ δʼ ἐναντίον τούτων κατάδηλον μέν, ὅμως δὲ μηδὲν ἐπιδεὲς ἔστω λόγου.
与此相反的受苦虽然显而易见,但仍让我们不要让它在论述上有所欠缺。
τὰ γὰρ δὴ τῶν περὶ τὸ σῶμα ὑγρῶν μεγαλομερέστερα εἰσιόντα, τὰ σμικρότερα ἐξωθοῦντα, εἰς τὰς ἐκείνων οὐ δυνάμενα ἕδρας ἐνδῦναι, συνωθοῦντα ἡμῶν τὸ νοτερόν, ἐξ ἀνωμάλου κεκινημένου τε ἀκίνητον διʼ ὁμαλότητα καὶ τὴν σύνωσιν ἀπεργαζόμενα πήγνυσιν·
因为,当身体周围液体中较大的微粒侵入,将较小的微粒挤出,又无法钻入它们原先的座位时,便会挤压我们的湿气,使其由于均匀和挤压,而从不均匀和运动的状态变为不动,从而使其凝固。
τὸ δὲ παρὰ φύσιν συναγόμενον μάχεται κατὰ φύσιν αὐτὸ ἑαυτὸ εἰς τοὐναντίον ἀπωθοῦν.
而这种违背自然而被紧缩在一起的部分,则会依照自然进行抗争,将自己往相反的方向推回。
τῇ δὴ μάχῃ καὶ τῷ σεισμῷ τούτῳ τρόμος καὶ ῥῖγος ἐτέθη, ψυχρόν τε τὸ πάθος ἅπαν τοῦτο καὶ τὸ δρῶν αὐτὸ ἔσχεν ὄνομα.
对这一抗争和震动,人们给予了“颤抖”和“寒战”的名字,而这整个受苦便得到了“冷”的名字,产生它的动因自身也得到了这一名字。
σκληρὸν δέ, ὅσοις ἂν ἡμῶν ἡ σὰρξ ὑπείκῃ, μαλακὸν δέ, ὅσα ἂν τῇ σαρκί· πρὸς ἄλληλά τε οὕτως.
另一方面,所谓“硬”,是指我们的肉对其让步的一切事物;而“软”,则是指对肉让步的一切事物;它们彼此之间的关系也是如此。
ὑπείκει δὲ ὅσον ἐπὶ σμικροῦ βαίνει· τὸ δὲ ἐκ τετραγώνων ὂν βάσεων, ἅτε βεβηκὸς σφόδρα, ἀντιτυπώτατον εἶδος, ὅτι τε ἂν εἰς πυκνότητα συνιὸν πλείστην ἀντίτονον ᾖ μάλιστα.
凡是立于微小底面之上的都会让步;但那由正方形底面构成的形相,因为立得极稳,是最具反弹性的形相,正如任何凝聚到最大密度、从而最具抵抗力的东西一样。
βαρὺ δὲ καὶ κοῦφον μετὰ τῆς τοῦ κάτω φύσεως ἄνω τε λεγομένης ἐξεταζόμενον ἂν δηλωθείη σαφέστατα.
另一方面,所谓“重”和“轻”,如果与被称为“下”和“上”的自然属性结合在一起来考查,就会被最清晰地阐明。
φύσει γὰρ δή τινας τόπους δύο εἶναι διειληφότας διχῇ τὸ πᾶν ἐναντίους, τὸν μὲν κάτω, πρὸς ὃν φέρεται πάνθʼ ὅσα τινὰ ὄγκον σώματος ἔχει, τὸν δὲ ἄνω, πρὸς ὃν ἀκουσίως ἔρχεται πᾶν, οὐκ ὀρθὸν οὐδαμῇ νομίζειν·
因为,认为在自然中存在着两个将宇宙整体一分为二且彼此对立的处所——一个是“下”,所有具有一定身体质量的物体都朝它运动;另一个是“上”,所有东西都违背其意愿而朝它去——这种看法在任何方面都是不正确的。
τοῦ γὰρ παντὸς οὐρανοῦ σφαιροειδοῦς ὄντος, ὅσα μὲν ἀφεστῶτα ἴσον τοῦ μέσου γέγονεν ἔσχατα, ὁμοίως αὐτὰ χρὴ ἔσχατα πεφυκέναι, τὸ δὲ μέσον τὰ αὐτὰ μέτρα τῶν ἐσχάτων ἀφεστηκὸς ἐν τῷ καταντικρὺ νομίζειν δεῖ πάντων εἶναι.
因为既然整个天穹是球形的,所有那些与中心等距的边缘部分,在天性上必须同样是边缘,而与所有边缘部分保持相同距离的中心,则必须被认为处于所有边缘的对立面。
τοῦ δὴ κόσμου ταύτῃ πεφυκότος, τί τῶν εἰρημένων ἄνω τις ἢ κάτω τιθέμενος οὐκ ἐν δίκῃ δόξει τὸ μηδὲν προσῆκον ὄνομα λέγειν;
既然世界在天性上是如此,那么如果有人将上述事物中的任何一个定为“上”或“下”,难道不会被理所当然地认为是在使用一个完全不恰当的名字吗?
ὁ μὲν γὰρ μέσος ἐν αὐτῷ τόπος οὔτε κάτω πεφυκὼς οὔτε ἄνω λέγεσθαι δίκαιος, ἀλλʼ αὐτὸ ἐν μέσῳ· ὁ δὲ πέριξ οὔτε δὴ μέσος οὔτʼ ἔχων διάφορον αὑτοῦ μέρος ἕτερον θατέρου μᾶλλον πρὸς τὸ μέσον ἤ τι τῶν καταντικρύ.
因为其中的中心处所,在天性上既不是“下”也不是“上”,而只能被正当地称为“在正中心”;而外围既不是中心,其自身的一部分也不会比另一部分更接近中心、或更接近任何对立面而有所不同。
τοῦ δὲ ὁμοίως πάντῃ πεφυκότος ποῖά τις ἐπιφέρων ὀνόματα αὐτῷ ἐναντία καὶ πῇ καλῶς ἂν ἡγοῖτο λέγειν;
而对于在各方面都同样如此的这一物体,人们如果对其施加怎样的对立名字,又在何种意义上会认为自己说得对呢?

词汇与语法注释

  1. 61aτὴν δὲ ὕδατος αὖ σύνοδον τὴν μὲν βιαιοτάτην πῦρ μόνον, τὴν δὲ ἀσθενεστέραν ἀμφότερα, πῦρ τε καὶ ἀήρ, διαχεῖτον, ὁ μὲν κατὰ τὰ διάκενα, τὸ δὲ καὶ κατὰ τὰ τρίγωνα — 在 `ὁ μὲν... τὸ δὲ...` 的对比中,`ὁ μέν` 指代阳性的 `ἀήρ`(空气),而 `τὸ δέ`(中性)指代中性的 `πῦρ`(火)。火之所以“甚至通过三角形”消解,是因为构成火(正四面体)的基本三角形能够在物理上分解并穿透构成水(正二十面体)的等边三角形。
  2. 61cἅπαν ὅσα τε λίθων χυτὰ εἴδη καλεῖται — “可融化的石”(`λίθων χυτὰ εἴδη`)指在热力下会液化的金属或矿物。在句法上,`τό τε περὶ τὴν ὕαλον γένος ἅπαν` 与 `ὅσα τε λίθων χυτὰ εἴδη` 并列,共同构成了 `τὰ μὲν`(含水量少于含地量之物)的具体例子。
  3. 61dὑποθετέον δὴ πρότερον θάτερα — `θάτερα` 是 `τὰ ἕτερα`(两者之一)的缩约形。由于感觉的受苦(`pathēmata`)与感知受苦的肉体(`sarkos genesis`)及凡俗灵魂相互依存,柏拉图在此作出了方法论上的保留:先将其中一方(身体和灵魂的受苦能力)作为假定(hypothesis)来论述,稍后再回到其解剖学和生理学结构。
  4. 62aτὴν δὲ λεπτότητα τῶν πλευρῶν καὶ γωνιῶν ὀξύτητα τῶν τε μορίων σμικρότητα καὶ τῆς φορᾶς τὸ τάχος — 这一长串宾格名词(`τὴν δὲ λεπτότητα...`)在句法上是动词性形容词 `λογιστέον`(“必须推导/考虑”)的宾语,并作为关系代词 `οἷς`(“通过所有这些”)的先行词。它提供了将热感还原为正四面体几何特征(棱薄、角锐、体积极小、运动极快)的物理依据。
  5. 62cτὸ δὲ ἐκ τετραγώνων ὂν βάσεων, ἅτε βεβηκὸς σφόδρα, ἀντιτυπώτατον εἶδος — “由正方形底面构成的形相”指的是地(土)的微粒,即立方体(正六面体)。立方体由正方形面构成,因其底面稳定,故表现出最强的反弹性(`ἀντιτυπώτατον`),这是“硬”(`σκληρόν`)的微观成因。
  6. 62dτοῦ γὰρ παντὸς οὐρανοῦ σφαιροειδοῦς ὄντος — 这是一个属格独立结构(genitive absolute)。它作为宇宙论解释的前设:由于整个宇宙是球体的,外围的所有部分与中心的距离相等,皆为“边缘”(`ἔσχατα`),因此没有绝对的“上”或“下”之分。

引用这一段

柏拉图, 蒂迈欧篇 §61-62. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:61-62

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。