§60ΤΙ. τὰ δὲ δὴ πλεῖστα ὑδάτων εἴδη μεμειγμένα ἀλλήλοις—σύμπαν μὲν τὸ γένος, διὰ τῶν ἐκ γῆς φυτῶν ἠθημένα, χυμοὶ λεγόμενοι—διὰ δὲ τὰς μείξεις ἀνομοιότητα ἕκαστοι σχόντες τὰ μὲν ἄλλα πολλὰ ἀνώνυμα γένη παρέσχοντο, τέτταρα δὲ ὅσα ἔμπυρα εἴδη, διαφανῆ μάλιστα γενόμενα, εἴληφεν ὀνόματα αὐτῶν, τὸ μὲν τῆς ψυχῆς μετὰ τοῦ σώματος θερμαντικὸν οἶνος, τὸ δὲ λεῖον καὶ διακριτικὸν ὄψεως διὰ ταῦτά τε ἰδεῖν λαμπρὸν καὶ στίλβον λιπαρόν τε φανταζόμενον ἐλαιηρὸν εἶδος, πίττα καὶ κίκι καὶ ἔλαιον αὐτὸ ὅσα τʼ ἄλλα τῆς αὐτῆς δυνάμεως·
【ティマイオス】しかし、互いに混ざり合った、水の極めて多くの形相(全体としての類は、地から生じる植物を通じて濾過されたものであり、「汁」と呼ばれる)は、混ざり合いのあり方によって個々に異なる性質を持つようになり、他方では多くの無名の類を提供するが、火を含んだ四つの形相は、特に透明になり、それ自体の固有の名前を得た。
ὅσον δὲ διαχυτικὸν μέχρι φύσεως τῶν περὶ τὸ στόμα συνόδων, ταύτῃ τῇ δυνάμει γλυκύτητα παρεχόμενον, μέλι τὸ κατὰ πάντων μάλιστα πρόσρημα ἔσχεν, τὸ δὲ τῆς σαρκὸς διαλυτικὸν τῷ κάειν, ἀφρῶδες γένος, ἐκ πάντων ἀφορισθὲν τῶν χυμῶν, ὀπὸς ἐπωνομάσθη.
すなわち、体とともに魂を温めるものは「ワイン」であり、滑らかで視覚を分散させる性質を持ち、それゆえ見る目に輝かしく光り輝き、油脂の状態で現れる液状の形相は「ピッチ」や「ヒマシ油」や「油」そのもの、およびこれと同じ力を持つ他のすべてのものであり、また口の周りの収縮の本来の性質にまで浸透し、その力によって甘みをもたらすものは、すべてに対して最も一般的に「蜂蜜」という呼び名を持ち、燃やすことによって肉を分解する性質を持つ泡状の類は、すべての汁から区別されて「未熟果汁」と名付けられた。
γῆς δὲ εἴδη, τὸ μὲν ἠθημένον διὰ ὕδατος τοιῷδε τρόπῳ γίγνεται σῶμα λίθινον.
他方、地の形相について、水によって濾過されたものは、次のような方法で「石の体」となる。
τὸ συμμιγὲς ὕδωρ ὅταν ἐν τῇ συμμείξει κοπῇ, μετέβαλεν εἰς ἀέρος ἰδέαν·
混ざり合った水が、混ざり合いの中で砕かれるとき、空気の形相へと変化する。
γενόμενος δὲ ἀὴρ εἰς τὸν ἑαυτοῦ τόπον ἀναθεῖ.
このようにして生じた空気は、それ自体の固有の場所へと上昇する。
κενὸν δʼ ὑπερεῖχεν αὐτῶν οὐδέν·
しかし、それらの間に空虚な場所は一切残らないため、それは隣接する空気を押し出す。
τὸν οὖν πλησίον ἔωσεν ἀέρα. ὁ δὲ ἅτε ὢν βαρύς, ὠσθεὶς καὶ περιχυθεὶς τῷ τῆς γῆς ὄγκῳ, σφόδρα ἔθλιψεν συνέωσέν τε αὐτὸν εἰς τὰς ἕδρας ὅθεν ἀνῄει ὁ νέος ἀήρ·
押し出された空気は重いために、地の塊に押しつけられ、その周囲を取り囲み、新しい空気が上昇してきたその座へと、地の塊を激しく圧縮して押し込む。
συνωσθεῖσα δὲ ὑπὸ ἀέρος ἀλύτως ὕδατι γῆ συνίσταται πέτρα, καλλίων μὲν ἡ τῶν ἴσων καὶ ὁμαλῶν διαφανὴς μερῶν, αἰσχίων δὲ ἡ ἐναντία.
こうして空気によって押し固められ、水と不溶に結合した地が「岩石」として合成されるが、等しく均一な部分からできた透明な岩石の方がより美しく、その反対のものはより醜い。
τὸ δὲ ὑπὸ πυρὸς τάχους τὸ νοτερὸν πᾶν ἐξαρπασθὲν καὶ κραυρότερον ἐκείνου συστάν, ᾧ γένει κέραμον ἐπωνομάκαμεν, τοῦτο γέγονεν·
他方、火の熱によって湿ったものがすべて急速に奪い去られ、前者の岩石よりも脆く合成されたものは、我々が「陶器」と呼んだ類であり、これである。
ἔστιν δὲ ὅτε νοτίδος ὑπολειφθείσης χυτὴ γῆ γενομένη διὰ πυρὸς ὅταν ψυχθῇ, γίγνεται τὸ μέλαν χρῶμα ἔχον λίθος.
また時には、湿気が取り残されたまま、可融の地が火によって、それが冷却したとき、黒い色を持つ「石」となる。
τὼ δʼ αὖ κατὰ ταὐτὰ μὲν ταῦτα ἐκ συμμείξεως ὕδατος ἀπομονουμένω πολλοῦ, λεπτοτέρων δὲ ἐκ γῆς μερῶν ἁλμυρώ τε ὄντε, ἡμιπαγῆ γενομένω καὶ λυτὼ πάλιν ὑφʼ ὕδατος, τὸ μὲν ἐλαίου καὶ γῆς καθαρτικὸν γένος λίτρον, τὸ δʼ εὐάρμοστον ἐν ταῖς κοινωνίαις ταῖς περὶ τὴν τοῦ στόματος αἴσθησιν ἁλῶν κατὰ λόγον θεοφιλὲς σῶμα ἐγένετο.
他方、さらに、これらと同じ方法で、多量の水との混ざり合いから孤立した二つのものは、地から生じたより細かい部分からなり、塩気があって、半ば凝固した状態となり、再び水によって融解されうるものである。 その一方は、油と地の洗浄剤となる類であって「ソーダ」であり、他方は、口の感覚に関する交わりにおいてよく調和するもので、「塩」として、道理に適った、神に愛される体となった。
τὰ δὲ κοινὰ ἐξ ἀμφοῖν ὕδατι μὲν οὐ λυτά, πυρὶ δέ, διὰ τὸ τοιόνδε οὕτω συμπήγνυται.
また、両者からなる共通のものは、水によっては融解しないが、火によっては融解するが、それは次のような理由により、このように凝固する。
γῆς ὄγκους πῦρ μὲν ἀήρ τε οὐ τήκει·
地の塊を、火や空気は融解しない。
τῆς γὰρ συστάσεως τῶν διακένων αὐτῆς σμικρομερέστερα πεφυκότα, διὰ πολλῆς εὐρυχωρίας ἰόντα, οὐ βιαζόμενα, ἄλυτον αὐτὴν ἐάσαντα ἄτηκτον παρέσχεν·
なぜなら、それらは地の構造の隙間よりも小さな部分からなっており、多くの広い空間を通って進み、力を加えることなく、それを分解しないままにしておくため、融解しないものとして残すからである。
τὰ δὲ ὕδατος ἐπειδὴ μείζω πέφυκεν μέρη, βίαιον ποιούμενα τὴν διέξοδον, λύοντα αὐτὴν τήκει.
しかし、水の諸部分はより大きくできているため、強引に通り抜けようとして、地を分解して融解させる。