Humanitext Reader

プラトン · ティマイオス §58-59

宇宙の収縮による運動の持続と諸元素の変種の生成

23 / 41 箇所 · ギリシア語

要旨

宇宙の球形構造による収縮力が微細な元素を空隙に押し込むことで、不均一さと運動が絶え間なく継続する仕組みを解説し、さらに火、空気、水の様々な変種や、金・青銅などの金属、雹・氷・雪・霜などの生成メカニズムを説明する。

§58ΤΙ. οὕτω δὴ στάσιν μὲν ἐν ὁμαλότητι, κίνησιν δὲ εἰς ἀνωμαλότητα ἀεὶ τιθῶμεν·
【ティマイオス】このようにして、静止は均一さの中に、運動は不均一さの中に常に位置づけることにしよう。
αἰτία δὲ ἀνισότης αὖ τῆς ἀνωμάλου φύσεως.
そして、不均一な本性の原因は他方、不同さである。
ἀνισότητος δὲ γένεσιν μὲν διεληλύθαμεν·
不同さの生成についてはすでに詳述した。
πῶς δέ ποτε οὐ κατὰ γένη διαχωρισθέντα ἕκαστα πέπαυται τῆς διʼ ἀλλήλων κινήσεως καὶ φορᾶς, οὐκ εἴπομεν.
しかし、どのようにして個々のものが類ごとに引き離されることなく、互いを貫く運動と移動を停止させないでいるのかについては、まだ語っていなかった。
ὧδε οὖν πάλιν ἐροῦμεν.
そこで、再び次のように語ることにしよう。
ἡ τοῦ παντὸς περίοδος, ἐπειδὴ συμπεριέλαβεν τὰ γένη, κυκλοτερὴς οὖσα καὶ πρὸς αὑτὴν πεφυκυῖα βούλεσθαι συνιέναι, σφίγγει πάντα καὶ κενὴν χώραν οὐδεμίαν ἐᾷ λείπεσθαι.
全宇宙の循環は、すべての類を取り囲んでおり、球状であって本性上自らと結合しようとするため、あらゆるものを締めつけ、いかなる空隙も残るのを許さない。
διὸ δὴ πῦρ μὲν εἰς ἅπαντα διελήλυθε μάλιστα, ἀὴρ δὲ δεύτερον, ὡς λεπτότητι δεύτερον ἔφυ, καὶ τἆλλα ταύτῃ·
それゆえ実に、火は最も細かいためにすべてのものの中を最もよく通り抜け、空気は細かさにおいて第二であるために第二に通り抜け、その他のものもこの順に従う。
τὰ γὰρ ἐκ μεγίστων μερῶν γεγονότα μεγίστην κενότητα ἐν τῇ συστάσει παραλέλοιπεν, τὰ δὲ σμικρότατα ἐλαχίστην.
なぜなら、最も大きな部分からできたものは、その合成において最も大きな空隙を残しており、最も小さな部分からできたものは最も小さな空隙を残しているからである。
ἡ δὴ τῆς πιλήσεως σύνοδος τὰ σμικρὰ εἰς τὰ τῶν μεγάλων διάκενα συνωθεῖ.
この圧縮の収縮作用が、小さなものを大きなものの隙間へと押し込む。
σμικρῶν οὖν παρὰ μεγάλα τιθεμένων καὶ τῶν ἐλαττόνων τὰ μείζονα διακρινόντων, τῶν δὲ μειζόνων ἐκεῖνα συγκρινόντων, πάντʼ ἄνω κάτω μεταφέρεται πρὸς τοὺς ἑαυτῶν τόπους·
こうして、小さなものが大きなものの隣に置かれ、より小さなものがより大きなものを切り離し、より大きなものがより小さなものを結合させるとき、すべてのものはそれら自身の固有の場所へと上下に運ばれる。
μεταβάλλον γὰρ τὸ μέγεθος ἕκαστον καὶ τὴν τόπων μεταβάλλει στάσιν.
なぜなら、個々のものがその大きさを変化させることは、その場所の配置をも変化させるからである。
οὕτω δὴ διὰ ταῦτά τε ἡ τῆς ἀνωμαλότητος διασῳζομένη γένεσις ἀεὶ τὴν ἀεὶ κίνησιν τούτων οὖσαν ἐσομένην τε ἐνδελεχῶς παρέχεται.
このように、まさにこれらの原因によって、不均一さの生成が保存され続けることで、これらの常に現にあり、また将来にわたっても絶え間なくあり続ける運動が、絶えずもたらされるのである。
μετὰ δὴ ταῦτα δεῖ νοεῖν ὅτι πυρός τε γένη πολλὰ γέγονεν, οἷον φλὸξ τό τε ἀπὸ τῆς φλογὸς ἀπιόν, ὃ κάει μὲν οὔ, φῶς δὲ τοῖς ὄμμασιν παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης ἐν τοῖς διαπύροις καταλειπόμενον αὐτοῦ·
この後に、火にも多くの類が生じたことを考えねばならない。 例えば、炎や、炎から発して燃やすことはないが眼に光を提供するもの、そして炎が消えた後に熱せられたものの中に残されるその残り火などである。
κατὰ ταὐτὰ δὲ ἀέρος, τὸ μὲν εὐαγέστατον ἐπίκλην αἰθὴρ καλούμενος, ὁ δὲ θολερώτατος ὁμίχλη τε καὶ σκότος, ἕτερά τε ἀνώνυμα εἴδη, γεγονότα διὰ τὴν τῶν τριγώνων ἀνισότητα.
空気についても同様であり、最も澄んだものはエーテルという名で呼ばれ、最も濁ったものは霧や闇であり、その他にも三角形の不同さによって生じた無名の形相が存在する。
τὰ δὲ ὕδατος διχῇ μὲν πρῶτον, τὸ μὲν ὑγρόν, τὸ δὲ χυτὸν γένος αὐτοῦ.
また水の類は、まず第一に、湿ったものと鋳造可能なものの二つに分かれる。
τὸ μὲν οὖν ὑγρὸν διὰ τὸ μετέχον εἶναι τῶν γενῶν τῶν ὕδατος ὅσα σμικρά, ἀνίσων ὄντων, κινητικὸν αὐτό τε καθʼ αὑτὸ καὶ ὑπʼ ἄλλου διὰ τὴν ἀνωμαλότητα καὶ τὴν τοῦ σχήματος ἰδέαν γέγονεν·
湿った水の類は、小さくて不同な水の類に参画しているため、その不均一さとその形状のあり方により、それ自体でも他によっても動きやすいものとなっている。
τὸ δὲ ἐκ μεγάλων καὶ ὁμαλῶν στασιμώτερον μὲν ἐκείνου καὶ βαρὺ πεπηγὸς ὑπὸ ὁμαλότητός ἐστιν, ὑπὸ δὲ πυρὸς εἰσιόντος καὶ διαλύοντος αὐτὸ τὴν ὁμαλότητα ἀποβάλλει, ταύτην δὲ ἀπολέσαν μετίσχει μᾶλλον κινήσεως, γενόμενον δὲ εὐκίνητον, ὑπὸ τοῦ πλησίον ἀέρος ὠθούμενον καὶ κατατεινόμενον ἐπὶ γῆν, τήκεσθαι μὲν τὴν τῶν ὄγκων καθαίρεσιν, ῥοὴν δὲ τὴν κατάτασιν ἐπὶ γῆν ἐπωνυμίαν ἑκατέρου τοῦ πάθους ἔλαβεν.
これに対して、大きくて均一なものからなる水の類は、前者よりも安定的であり、均一さゆえに重く凝固している。 しかし、火が進入してそれを分解すると、それは均一さを失い、均一さを失うことで、より運動に参画するようになる。 こうして動きやすくなり、隣接する空気によって押されて地へと向かって広がるとき、体積の崩壊に対しては「融解」、地へと向かう広がりに対しては「流動」という名が、それぞれの受動的状態に与えられた。
§59ΤΙ. πάλιν δʼ ἐκπίπτοντος αὐτόθεν τοῦ πυρός, ἅτε οὐκ εἰς κενὸν ἐξιόντος, ὠθούμενος ὁ πλησίον ἀὴρ εὐκίνητον ὄντα ἔτι τὸν ὑγρὸν ὄγκον εἰς τὰς τοῦ πυρὸς ἕδρας συνωθῶν αὐτὸν αὑτῷ συμμείγνυσιν·
【ティマイオス】しかし再び、そこから火が抜け出るとき、火は空虚の中に出ていくわけではないので、隣接する空気が押され、まだ動きやすい状態にある湿った体積を、火のあった座へと押し込み、それをそれ自体と混ぜ合わせる。
ὁ δὲ συνωθούμενος ἀπολαμβάνων τε τὴν ὁμαλότητα πάλιν, ἅτε τοῦ τῆς ἀνωμαλότητος δημιουργοῦ πυρὸς ἀπιόντος, εἰς ταὐτὸν αὑτῷ καθίσταται.
押し込まれたものは、不均一さの形成者である火が去ったために、再び均一さを取り戻し、自己同一的な状態に落ち着く。
καὶ τὴν μὲν τοῦ πυρὸς ἀπαλλαγὴν ψῦξιν, τὴν δὲ σύνοδον ἀπελθόντος ἐκείνου πεπηγὸς εἶναι γένος προσερρήθη.
そして、火から脱することを「冷却」、火が去った後の凝集を「凝固した」類であると呼んだ。
τούτων δὴ πάντων ὅσα χυτὰ προσείπομεν ὕδατα, τὸ μὲν ἐκ λεπτοτάτων καὶ ὁμαλωτάτων πυκνότατον γιγνόμενον, μονοειδὲς γένος, στίλβοντι καὶ ξανθῷ χρώματι κοινωθέν, τιμαλφέστατον κτῆμα χρυσὸς ἠθημένος διὰ πέτρας ἐπάγη·
これらすべての流動的な水と我々が呼んだもののうち、最も細かく最も均一なものからできて、最も密になり、単一の形をしており、光沢のある黄色い色と組み合わされた、最も貴重な所有物、岩を通して濾過されて固まった金が生成した。
χρυσοῦ δὲ ὄζος, διὰ πυκνότητα σκληρότατον ὂν καὶ μελανθέν, ἀδάμας ἐκλήθη.
そして金の分枝であり、その密度ゆえに極めて硬く、黒ずんだものが金剛石と呼ばれた。
τὸ δʼ ἐγγὺς μὲν χρυσοῦ τῶν μερῶν, εἴδη δὲ πλείονα ἑνὸς ἔχον, πυκνότητι δέ, τῇ μὲν χρυσοῦ πυκνότερον ὄν, καὶ γῆς μόριον ὀλίγον καὶ λεπτὸν μετασχόν, ὥστε σκληρότερον εἶναι, τῷ δὲ μεγάλα ἐντὸς αὑτοῦ διαλείμματα ἔχειν κουφότερον, τῶν λαμπρῶν πηκτῶν τε ἓν γένος ὑδάτων χαλκὸς συσταθεὶς γέγονεν·
他方、部分において金に近いが、複数の形相を持ち、密度においては一方では金よりも密であり、わずかで細かい地の部分に参画しているために硬い一方で、内部に大きな隙間を持っているために軽いもの、輝く凝固した水の類の一つが、合成されてできた青銅である。
τὸ δʼ ἐκ γῆς αὐτῷ μειχθέν, ὅταν παλαιουμένω διαχωρίζησθον πάλιν ἀπʼ ἀλλήλων, ἐκφανὲς καθʼ αὑτὸ γιγνόμενον ἰὸς λέγεται.
これに混ざっている地の部分は、時が経て互いに再び分離するとき、それ自体で明白に現れるようになり、緑青と呼ばれる。
τἆλλα δὲ τῶν τοιούτων οὐδὲν ποικίλον ἔτι διαλογίσασθαι τὴν τῶν εἰκότων μύθων μεταδιώκοντα ἰδέαν·
その他のこの種のものについては、確からしい神話のあり方を追求する者にとって、これ以上複雑に推論する必要はない。
ἣν ὅταν τις ἀναπαύσεως ἕνεκα τοὺς περὶ τῶν ὄντων ἀεὶ καταθέμενος λόγους, τοὺς γενέσεως πέρι διαθεώμενος εἰκότας ἀμεταμέλητον ἡδονὴν κτᾶται, μέτριον ἂν ἐν τῷ βίῳ παιδιὰν καὶ φρόνιμον ποιοῖτο.
人は休息のために、実在するものについての永遠の議論を脇に置き、生成に関する確からしい議論を考察することで悔いのない快楽を獲得するが、それによって人生における適度で思慮深い娯楽を行うことができるであろう。
ταύτῃ δὴ καὶ τὰ νῦν ἐφέντες τὸ μετὰ τοῦτο τῶν αὐτῶν πέρι τὰ ἑξῆς εἰκότα δίιμεν τῇδε.
そこで我々も今、この方向に任せて、その後に続く同じ事柄についての次なる確からしい議論を、次のように進めよう。
τὸ πυρὶ μεμειγμένον ὕδωρ, ὅσον λεπτὸν ὑγρόν τε διὰ τὴν κίνησιν καὶ τὴν ὁδὸν ἣν κυλινδούμενον ἐπὶ γῆς ὑγρὸν λέγεται, μαλακόν τε αὖ τῷ τὰς βάσεις ἧττον ἑδραίους οὔσας ἢ τὰς γῆς ὑπείκειν, τοῦτο ὅταν πυρὸς ἀποχωρισθὲν ἀέρος τε μονωθῇ, γέγονεν μὲν ὁμαλώτερον, συνέωσται δὲ ὑπὸ τῶν ἐξιόντων εἰς αὑτό, παγέν τε οὕτως τὸ μὲν ὑπὲρ γῆς μάλιστα παθὸν ταῦτα χάλαζα, τὸ δʼ ἐπὶ γῆς κρύσταλλος, τὸ δὲ ἧττον, ἡμιπαγές τε ὂν ἔτι, τὸ μὲν ὑπὲρ γῆς αὖ χιών, τὸ δʼ ἐπὶ γῆς συμπαγὲν ἐκ δρόσου γενόμενον πάχνη λέγεται.
火と混ざり合っている水のうち、運動と地の上を転がる経路のために細かく流動的であって「湿ったもの」と呼ばれる部分、また底面が地のものよりも安定的でないために屈服して「柔らかいもの」と呼ばれる部分は、火から分離されて空気から孤立したとき、より均一になり、自らから抜け出るものたちによって押し固められ、このようにして凝固する。 このうち、地の上空でこの状態を最も被ったものが雹であり、地の上にあるものが氷である。 また、それよりも程度が低く、まだ半ば凝固した状態にあるもののうち、地の上空にあるものが雪であり、地の上で露から凝固してできたものが霜と呼ばれる。

語釈・文法注

  1. 58aἡ τοῦ παντὸς περίοδος — 文の主語であり、分詞句 `κυκλοτερὴς οὖσα καὶ πρὸς αὑτὴν πεφυκυῖα βούλεσθαι συνιέναι` および原因を示す従属節 `ἐπειδὴ συμπεριέλαβεν τὰ γένη` を伴い、主動詞である `σφίγγει` と `ἐᾷ` を支配する。宇宙が自らを内側に圧縮する球形であることによって空虚が生じず、これが元素の圧縮(πιλήσεως σύνοδος)を可能にする動的な原因であることを示す複雑な構文構造である。
  2. 58bσμικρῶν οὖν παρὰ μεγάλα τιθεμένων — 独立属格構文(genitive absolute)が3つ(`σμικρῶν... τιθεμένων`、`τῶν ἐλαττόνων... διακρινόντων`、`των δὲ μειζόνων... συγκρινόντων`)連続して並置されている。これらはすべて主節の `πάντʼ ἄνω κάτω μεταφέρεται` が起こる因果関係や状況を多角的に説明しており、異なる大きさの元素同士が分解(διακρινόντων)と結合(συγκρινόντων)を繰り返す様子を動的に描いている。
  3. 59cἣν ὅταν τις ἀναπαύσεως ἕνεκα τοὺς περὶ τῶν ὄντων ἀεὶ καταθέμενος λόγους... — 関係代名詞 `ἣν`(前文の `ἰδέαν`、もしくは文脈上 `παιδιάν` を先行詞とする)から始まる、多重の入れ子を伴う長大な関係節かつ条件文。主節の述語は `ποιεῖτο ἂν`(潜在希求法)であり、その内部に `ὅταν τις... λόγους, τοὺς... διαθεώμενος... κτᾶται`(時間・条件節)が挿入されている。永遠の存在(τῶν ὄντων ἀεὶ)についての哲学的探究から一時的に離れて、生成(γενέσεως πέρι)についての確からしい議論で休息をとることの認知的・道徳的正当化を語る文脈的な骨格を形成している。

この箇所を引用する

プラトン, ティマイオス §58-59. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:58-59

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。