Humanitext Reader

柏拉图 · 蒂迈欧篇 §58-59

宇宙收缩下的永恒运动与各元素的变种生成

第 23 段,共 41 段 · 希腊语

内容简介

提迈欧阐明了由于宇宙球形结构的收缩力将微细元素挤入空隙,从而维持不均匀性与永恒运动的机制,并详细解释了火、空气、水的各种变种,黄金与青铜等金属,以及冰雹、冰、雪、霜等冷冻状态的生成原理。

§58ΤΙ. οὕτω δὴ στάσιν μὲν ἐν ὁμαλότητι, κίνησιν δὲ εἰς ἀνωμαλότητα ἀεὶ τιθῶμεν· αἰτία δὲ ἀνισότης αὖ τῆς ἀνωμάλου φύσεως.
提迈欧:因此,我们当始终将静止置于均匀之中,而将运动置于不均匀之中;而不均匀天性的原因反过来则是不同。
ἀνισότητος δὲ γένεσιν μὲν διεληλύθαμεν· πῶς δέ ποτε οὐ κατὰ γένη διαχωρισθέντα ἕκαστα πέπαυται τῆς διʼ ἀλλήλων κινήσεως καὶ φορᾶς, οὐκ εἴπομεν.
关于不同的生成,我们已经详述;然而,为什么这些事物在按类别分离之后,各自并没有停止在彼此之间的运动和移动,我们尚未说明。
ὧδε οὖν πάλιν ἐροῦμεν.
那么,我们且再次作如下说明。
ἡ τοῦ παντὸς περίοδος, ἐπειδὴ συμπεριέλαβεν τὰ γένη, κυκλοτερὴς οὖσα καὶ πρὸς αὑτὴν πεφυκυῖα βούλεσθαι συνιέναι, σφίγγει πάντα καὶ κενὴν χώραν οὐδεμίαν ἐᾷ λείπεσθαι.
全宇宙的循环,既然已经将这些类别包裹其中,因其是球形的且在天性上趋向于自我结合,便紧紧束缚着一切,不容许任何空隙留存。
διὸ δὴ πῦρ μὲν εἰς ἅπαντα διελήλυθε μάλιστα, ἀὴρ δὲ δεύτερον, ὡς λεπτότητι δεύτερον ἔφυ, καὶ τἆλλα ταύτῃ·
因此确实,火因其微细而最能穿透一切,空气则占第二位,正如它在细微度上天生占第二位一样,其他事物亦依此类推。
τὰ γὰρ ἐκ μεγίστων μερῶν γεγονότα μεγίστην κενότητα ἐν τῇ συστάσει παραλέλοιπεν, τὰ δὲ σμικρότατα ἐλαχίστην.
因为由最大部分构成的事物,在其构造中留下了最大的空隙,而由最小部分构成的事物则留下了最小的空隙。
ἡ δὴ τῆς πιλήσεως σύνοδος τὰ σμικρὰ εἰς τὰ τῶν μεγάλων διάκενα συνωθεῖ.
这种压实的聚合作用,便将微小的物质挤进巨大物质的间隙之中。
σμικρῶν οὖν παρὰ μεγάλα τιθεμένων καὶ τῶν ἐλαττόνων τὰ μείζονα διακρινόντων, τῶν δὲ μειζόνων ἐκεῖνα συγκρινόντων, πάντʼ ἄνω κάτω μεταφέρεται πρὸς τοὺς ἑαυτῶν τόπους· μεταβάλλον γὰρ τὸ μέγεθος ἕκαστον καὶ τὴν τόπων μεταβάλλει στάσιν.
因此,当微小者置于巨大者之旁,且较小者分解较大者,较大者凝聚较小者时,一切物质都被上下运往其自身的处所;因为每一个物质在改变其大小的同时,也在改变其处所的配置。
οὕτω δὴ διὰ ταῦτά τε ἡ τῆς ἀνωμαλότητος διασῳζομένη γένεσις ἀεὶ τὴν ἀεὶ κίνησιν τούτων οὖσαν ἐσομένην τε ἐνδελεχῶς παρέχεται.
正是由于这些原因,不均匀之生成的保存,使得这些事物始终保持着现存的以及未来也将持续不断的运动。
μετὰ δὴ ταῦτα δεῖ νοεῖν ὅτι πυρός τε γένη πολλὰ γέγονεν, οἷον φλὸξ τό τε ἀπὸ τῆς φλογὸς ἀπιόν, ὃ κάει μὲν οὔ, φῶς δὲ τοῖς ὄμμασιν παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης ἐν τοῖς διαπύροις καταλειπόμενον αὐτοῦ·
此后,必须想到火也生成了许多类别:例如火焰,以及从火焰中发出的、虽不燃烧却给眼睛提供光亮的光,还有当火焰熄灭时在炽热的余烬中遗留下来的残留物。
κατὰ ταὐτὰ δὲ ἀέρος, τὸ μὲν εὐαγέστατον ἐπίκλην αἰθὴρ καλούμενος, ὁ δὲ θολερώτατος ὁμίχλη τε καὶ σκότος, ἕτερά τε ἀνώνυμα εἴδη, γεγονότα διὰ τὴν τῶν τριγώνων ἀνισότητα.
空气的情况也是如此:最清澈的部分被称为“以太”,而最浑浊的部分则是雾与黑暗,还有由于三角形的不同而生成的其他无名的种类。
τὰ δὲ ὕδατος διχῇ μὲν πρῶτον, τὸ μὲν ὑγρόν, τὸ δὲ χυτὸν γένος αὐτοῦ.
至于水,首先分为两类:其一为湿态的,其二为可融的类别。
τὸ μὲν οὖν ὑγρὸν διὰ τὸ μετέχον εἶναι τῶν γενῶν τῶν ὕδατος ὅσα σμικρά, ἀνίσων ὄντων, κινητικὸν αὐτό τε καθʼ αὑτὸ καὶ ὑπʼ ἄλλου διὰ τὴν ἀνωμαλότητα καὶ τὴν τοῦ σχήματος ἰδέαν γέγονεν·
湿态的水,因为分有了那些微小且不等的化学类别的海水,因其不均匀性及形状的样态,它自身和受他物作用都易于运动;而由巨大且均匀的部分构成的那一类,则比前者更稳定且沉重,因均匀性而凝固。
τὸ δὲ ἐκ μεγάλων καὶ ὁμαλῶν στασιμώτερον μὲν ἐκείνου καὶ βαρὺ πεπηγὸς ὑπὸ ὁμαλότητός ἐστιν, ὑπὸ δὲ πυρὸς εἰσιόντος καὶ διαλύοντος αὐτὸ τὴν ὁμαλότητα ἀποβάλλει, ταύτην δὲ ἀπολέσαν μετίσχει μᾶλλον κινήσεως, γενόμενον δὲ εὐκίνητον, ὑπὸ τοῦ πλησίον ἀέρος ὠθούμενον καὶ κατατεινόμενον ἐπὶ γῆν, τήκεσθαι μὲν τὴν τῶν ὄγκων καθαίρεσιν, ῥοὴν δὲ τὴν κατάτασιν ἐπὶ γῆν ἐπωνυμίαν ἑκατέρου τοῦ πάθους ἔλαβεν.
但是,当火进入并分解它时,它便丧失了均匀性;一旦失去这一点,它便更多地参与运动,并变得易于运动,在被邻近的空气推动并向大地铺展时,其体积的瓦解得到了“融化”之名,而向大地的铺展则得到了“流动”之名,这分别对应着各自的受动状态。
§59ΤΙ. πάλιν δʼ ἐκπίπτοντος αὐτόθεν τοῦ πυρός, ἅτε οὐκ εἰς κενὸν ἐξιόντος, ὠθούμενος ὁ πλησίον ἀὴρ εὐκίνητον ὄντα ἔτι τὸν ὑγρὸν ὄγκον εἰς τὰς τοῦ πυρὸς ἕδρας συνωθῶν αὐτὸν αὑτῷ συμμείγνυσιν·
提迈欧:然而,当火再次从那里逸出时,由于它并非走向真空,邻近的空气便受到推动,将仍处于易动状态的湿态体积推入火的座位中,使其与自身混合。
ὁ δὲ συνωθούμενος ἀπολαμβάνων τε τὴν ὁμαλότητα πάλιν, ἅτε τοῦ τῆς ἀνωμαλότητος δημιουργοῦ πυρὸς ἀπιόντος, εἰς ταὐτὸν αὑτῷ καθίσταται.
而被挤压在一起的物质,由于造成不均匀性的匠人——火的离去,再次重新获得均匀性,恢复到与自身相同的状态。
καὶ τὴν μὲν τοῦ πυρὸς ἀπαλλαγὴν ψῦξιν, τὴν δὲ σύνοδον ἀπελθόντος ἐκείνου πεπηγὸς εἶναι γένος προσερρήθη.
而火的脱离被称为“冷却”,火离去后的凝聚则被称为“凝固”的类别。
τούτων δὴ πάντων ὅσα χυτὰ προσείπομεν ὕδατα, τὸ μὲν ἐκ λεπτοτάτων καὶ ὁμαλωτάτων πυκνότατον γιγνόμενον, μονοειδὲς γένος, στίλβοντι καὶ ξανθῷ χρώματι κοινωθέν, τιμαλφέστατον κτῆμα χρυσὸς ἠθημένος διὰ πέτρας ἐπάγη·
在所有这些我们称为可融的水中,那由最细微且最均匀的部分构成的最致密的一类,具有单一的形态,结合了闪烁和黄色的色彩,成为最珍贵的财产,即通过岩石过滤后凝固而成的黄金。
χρυσοῦ δὲ ὄζος, διὰ πυκνότητα σκληρότατον ὂν καὶ μελανθέν, ἀδάμας ἐκλήθη.
而黄金的侧枝,因其致密而极硬且变黑的,被称为金刚石。
τὸ δʼ ἐγγὺς μὲν χρυσοῦ τῶν μερῶν, εἴδη δὲ πλείονα ἑνὸς ἔχον, πυκνότητι δέ, τῇ μὲν χρυσοῦ πυκνότερον ὄν, καὶ γῆς μόριον ὀλίγον καὶ λεπτὸν μετασχόν, ὥστε σκληρότερον εἶναι, τῷ δὲ μεγάλα ἐντὸς αὑτοῦ διαλείμματα ἔχειν κουφότερον, τῶν λαμπρῶν πηκτῶν τε ἓν γένος ὑδάτων χαλκὸς συσταθεὶς γέγονεν·
另一方面,其部分接近黄金,但具有不止一种形态,在致密度上,一方面比黄金更密,并分有了少量而微细的地之部分以致更硬,但在另一方面因内部有巨大空隙而较轻的,亮丽而凝固的水的一类,合成而生成了青铜。
τὸ δʼ ἐκ γῆς αὐτῷ μειχθέν, ὅταν παλαιουμένω διαχωρίζησθον πάλιν ἀπʼ ἀλλήλων, ἐκφανὲς καθʼ αὑτὸ γιγνόμενον ἰὸς λέγεται.
而在它之中混合的地之部分,当其随时间老化而再次相互分离时,会独自显现出来,被称为铜绿。
τἆλλα δὲ τῶν τοιούτων οὐδὲν ποικίλον ἔτι διαλογίσασθαι τὴν τῶν εἰκότων μύθων μεταδιώκοντα ἰδέαν·
关于这类事物的其他情况,对于追求合理的虚构故事之形态的人来说,已经无需再进行复杂的推论。
ἣν ὅταν τις ἀναπαύσεως ἕνεκα τοὺς περὶ τῶν ὄντων ἀεὶ καταθέμενος λόγους, τοὺς γενέσεως πέρι διαθεώμενος εἰκότας ἀμεταμέλητον ἡδονὴν κτᾶται, μέτριον ἂν ἐν τῷ βίῳ παιδιὰν καὶ φρόνιμον ποιοῖτο.
当一个人为了休息,放下关于永恒实相的讨论,去考察关于生成的合理言论并获得毫无悔意的快乐时,他便在生活中进行了一种适度且聪慧的娱乐。
ταύτῃ δὴ καὶ τὰ νῦν ἐφέντες τὸ μετὰ τοῦτο τῶν αὐτῶν πέρι τὰ ἑξῆς εἰκότα δίιμεν τῇδε.
我们现在也顺从这个方向,将接下来的关于相同事物的合理言论,依序作如下阐述。
τὸ πυρὶ μεμειγμένον ὕδωρ, ὅσον λεπτὸν ὑγρόν τε διὰ τὴν κίνησιν καὶ τὴν ὁδὸν ἣν κυλινδούμενον ἐπὶ γῆς ὑγρὸν λέγεται, μαλακόν τε αὖ τῷ τὰς βάσεις ἧττον ἑδραίους οὔσας ἢ τὰς γῆς ὑπείκειν, τοῦτο ὅταν πυρὸς ἀποχωρισθὲν ἀέρος τε μονωθῇ, γέγονεν μὲν ὁμαλώτερον, συνέωσται δὲ ὑπὸ τῶν ἐξιόντων εἰς αὑτό, παγέν τε οὕτως τὸ μὲν ὑπὲρ γῆς μάλιστα παθὸν ταῦτα χάλαζα, τὸ δʼ ἐπὶ γῆς κρύσταλλος, τὸ δὲ ἧττον, ἡμιπαγές τε ὂν ἔτι, τὸ μὲν ὑπὲρ γῆς αὖ χιών, τὸ δʼ ἐπὶ γῆς συμπαγὲν ἐκ δρόσου γενόμενον πάχνη λέγεται.
与火混合的水中,凡是因其运动及在地上滚动的路径而微细且呈液态的,被称为“湿的”;又因其底面不如地的底面稳固而屈服,被称为“软的”。 这部分水在与火分离并与空气隔绝时,变得更加均匀,并被那些向自身内部排出的物质挤压在一起,从而以这种方式凝固。 其中,在地上空最严重地经受了这些受动的是冰雹,在地面上的则是冰;而经受程度较轻、仍处于半凝固状态的,在地上空的则是雪,而在地面上由露水凝固而成的则被称为霜。

词汇与语法注释

  1. 58aἡ τοῦ παντὸς περίοδος — 此为句子的主语,伴随着分词短语 `κυκλοτερὴς οὖσα...` 以及原因从句 `ἐπειδὴ συμπεριέλαβεν...`,并控制主动词 `σφίγγει` 与 `ἐᾷ`。这一复杂的句法结构说明了宇宙向内收缩的球形结构如何防止空隙产生,从而使元素的压实(πιλήσεως σύνοδος)成为可能。
  2. 58bσμικρῶν οὖν παρὰ μεγάλα τιθεμένων — 连续并列了三个属格独立结构(`σμικρῶν... τιθεμένων`、`τῶν ἐλαττόνων... διακρινόντων` 和 `των δὲ μειζόνων... συγκρινόντων`)。它们共同阐明了主句 `πάντʼ ἄνω κάτω μεταφέρεται` 发生的因果背景,生动地描述了不同大小的元素之间反复进行分解(διακρινόντων)与结合(συγκρινόντων)的动态过程。
  3. 59cἣν ὅταν τις ἀναπαύσεως ἕνεκα τοὺς περὶ τῶν ὄντων ἀεὶ καταθέμενος λόγους... — 这是一个由关系代词 `ἣν`(指代前文的“寻求样态”或预指 `παιδιάν`)引导的、包含多重嵌套的冗长条件句结构。主句谓语为潜在希求法 `ποιεῖτο ἂν`,其内部插入了时间/条件从句 `ὅταν τις... κτᾶται`。它在结构上承载了哲学家暂时放下对永恒实相(τῶν ὄντων ἀεὶ)的探讨、转而在关于生成(γενέσεως πέρι)的合理言论中寻找休息的认知与道德合理性。

引用这一段

柏拉图, 蒂迈欧篇 §58-59. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:58-59

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。