§51ΤΙ. ταὐτὸν οὖν καὶ τῷ τὰ τῶν πάντων ἀεί τε ὄντων κατὰ πᾶν ἑαυτοῦ πολλάκις ἀφομοιώματα καλῶς μέλλοντι δέχεσθαι πάντων ἐκτὸς αὐτῷ προσήκει πεφυκέναι τῶν εἰδῶν.
【ティマイオス】それゆえ、永遠に存在するすべてのものの模倣を、自らの全領域において何度も見事に受け入れようとするものにとっても、それ自身があらゆる形相の外部に生まれついているのがふさわしい。
διὸ δὴ τὴν τοῦ γεγονότος ὁρατοῦ καὶ πάντως αἰσθητοῦ μητέρα καὶ ὑποδοχὴν μήτε γῆν μήτε ἀέρα μήτε πῦρ μήτε ὕδωρ λέγωμεν, μήτε ὅσα ἐκ τούτων μήτε ἐξ ὧν ταῦτα γέγονεν·
それゆえ、生じた、目に見え、かつ全面的に感覚されるものの母であり受容者であるものを、地とも空気とも火とも水とも呼んではならず、これらから生じたものや、あるいはこれらがそこから生じたもののいずれとも呼んではならない。
ἀλλʼ ἀνόρατον εἶδός τι καὶ ἄμορφον, πανδεχές, μεταλαμβάνον δὲ ἀπορώτατά πῃ τοῦ νοητοῦ καὶ δυσαλωτότατον αὐτὸ λέγοντες οὐ ψευσόμεθα.
むしろ、目に見えず、形をもたず、すべてを受け入れ、知的なものにきわめて不可解な仕方で与かり、きわめて捉えがたい一種の形であるとそれを呼ぶなら、我々は偽りを語ることにはならない。
καθʼ ὅσον δʼ ἐκ τῶν προειρημένων δυνατὸν ἐφικνεῖσθαι τῆς φύσεως αὐτοῦ, τῇδʼ ἄν τις ὀρθότατα λέγοι·
しかし、これまでに述べられたことからその本性に達することが可能である限りにおいて、次のように言うなら最も正しいであろう。
πῦρ μὲν ἑκάστοτε αὐτοῦ τὸ πεπυρωμένον μέρος φαίνεσθαι, τὸ δὲ ὑγρανθὲν ὕδωρ, γῆν τε καὶ ἀέρα καθʼ ὅσον ἂν μιμήματα τούτων δέχηται.
すなわち、その都度、その火に化された部分は火として現れ、湿らされた部分は水として現れ、またこれらの模倣を受け入れる限りにおいて地や空気として現れる、と。
λόγῳ δὲ δὴ μᾶλλον τὸ τοιόνδε διοριζομένους περὶ αὐτῶν διασκεπτέον·
しかし、言論によってさらに次のような区別を確定した上で、これらについて検討せねばならない。
ἆρα ἔστιν τι πῦρ αὐτὸ ἐφʼ ἑαυτοῦ καὶ πάντα περὶ ὧν ἀεὶ λέγομεν οὕτως αὐτὰ καθʼ αὑτὰ ὄντα ἕκαστα, ἢ ταῦτα ἅπερ καὶ βλέπομεν, ὅσα τε ἄλλα διὰ τοῦ σώματος αἰσθανόμεθα, μόνα ἐστὶν τοιαύτην ἔχοντα ἀλήθειαν, ἄλλα δὲ οὐκ ἔστι παρὰ ταῦτα οὐδαμῇ οὐδαμῶς, ἀλλὰ μάτην ἑκάστοτε εἶναί τί φαμεν εἶδος ἑκάστου νοητόν, τὸ δʼ οὐδὲν ἄρʼ ἦν πλὴν λόγος;
すなわち、それ自体として独立して存在する火なるものが何かあり、また我々が常にそのように語るすべてのものについて、それら自体として個々に存在するものが何かあるのだろうか。 それとも、我々が実際に見ているこれらや、身体を通じて感覚する他のすべてのものだけが、そのような真実性を持つ唯一のものであって、これらを離れては他のものは何一ついかなる方法でも存在せず、我々がその都度、それぞれの知的な形相が存在すると無駄に言っているだけで、それは結局のところ言論にすぎなかったのだろうか。
οὔτε οὖν δὴ τὸ παρὸν ἄκριτον καὶ ἀδίκαστον ἀφέντα ἄξιον φάναι διισχυριζόμενον ἔχειν οὕτως, οὔτʼ ἐπὶ λόγου μήκει πάρεργον ἄλλο μῆκος ἐπεμβλητέον·
それゆえ、現在の問題を未解決のまま、判定も下さずに放置して、物事はこうであると断定的に語ることはふさわしくなく、かといって、議論の長さに、付け足しとなる別の長い議論を付け加えるべきでもない。
εἰ δέ τις ὅρος ὁρισθεὶς μέγας διὰ βραχέων φανείη, τοῦτο μάλιστα ἐγκαιριώτατον γένοιτʼ ἄν.
もし、短く語られることで大きな定義が明らかになるなら、それこそが最も時宜を得たことであろう。
ὧδε οὖν τήν γʼ ἐμὴν αὐτὸς τίθεμαι ψῆφον.
そこで、私自身は次のように一票を投じることとする。
εἰ μὲν νοῦς καὶ δόξα ἀληθής ἐστον δύο γένη, παντάπασιν εἶναι καθʼ αὑτὰ ταῦτα, ἀναίσθητα ὑφʼ ἡμῶν εἴδη, νοούμενα μόνον·
もし知性と真なる意見が二つの異なる類であるならば、これら、すなわち我々には感覚されず、知性によってのみ捉えられる形相は、完全にそれ自体として存在する。
εἰ δʼ, ὥς τισιν φαίνεται, δόξα ἀληθὴς νοῦ διαφέρει τὸ μηδέν, πάνθʼ ὁπόσʼ αὖ διὰ τοῦ σώματος αἰσθανόμεθα θετέον βεβαιότατα.
しかし、もし一部の人々に思われるように、真なる意見が知性と何ら異ならないのであるならば、逆に、身体を通じて感覚するすべてのものを、最も確実なものとして想定せねばならない。
δύο δὴ λεκτέον ἐκείνω, διότι χωρὶς γεγόνατον ἀνομοίως τε ἔχετον.
ところで、それら二つは異なったものとして語らねばならない。 なぜなら、それらは別々に生じ、また異なった状態にあるからである。
τὸ μὲν γὰρ αὐτῶν διὰ διδαχῆς, τὸ δʼ ὑπὸ πειθοῦς ἡμῖν ἐγγίγνεται·
実際、一方は教授によって我々に生じ、他方は説得によって生じる。
καὶ τὸ μὲν ἀεὶ μετʼ ἀληθοῦς λόγου, τὸ δὲ ἄλογον·
また、一方は常に真実の言論を伴い、他方は言論を持たない。
καὶ τὸ μὲν ἀκίνητον πειθοῖ, τὸ δὲ μεταπειστόν·
また、一方は説得によって動かされないが、他方は説得によって変えられうる。
καὶ τοῦ μὲν πάντα ἄνδρα μετέχειν φατέον, νοῦ δὲ θεούς, ἀνθρώπων δὲ γένος βραχύ τι.
そして、他方にはすべての人があずかっていると言わねばならないが、知性には神々と、人間のうちのわずかな者だけがあずかっている。
§52ΤΙ. τούτων δὲ οὕτως ἐχόντων ὁμολογητέον ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον, ἀγέννητον καὶ ἀνώλεθρον, οὔτε εἰς ἑαυτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον, τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν·
【ティマイオス】これらのことがこのようにある以上、次のことを合意せねばならない。 第一に、同一の状態にとどまる形相があり、それは生じることもなく滅びることもなく、他から自らの内へと別のものを受け入れることも、それ自身が他のどこかへ入っていくこともなく、目に見えず、他の方法でも感覚されず、これこそが知性的思考が観察することを割り当てられているものである、と。
τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον, αἰσθητόν, γεννητόν, πεφορημένον ἀεί, γιγνόμενόν τε ἔν τινι τόπῳ καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετʼ αἰσθήσεως περιληπτόν·
第二に、それと同名であり、それに類似しているものがあり、それは感覚され、生み出され、常に動かされており、ある場所に生じては再びそこから消滅するものであって、感覚を伴う意見によって捉えられるものである。
τρίτον δὲ αὖ γένος ὂν τὸ τῆς χώρας ἀεί, φθορὰν οὐ προσδεχόμενον, ἕδραν δὲ παρέχον ὅσα ἔχει γένεσιν πᾶσιν, αὐτὸ δὲ μετʼ ἀναισθησίας ἁπτὸν λογισμῷ τινι νόθῳ, μόγις πιστόν, πρὸς ὃ δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες καί φαμεν ἀναγκαῖον εἶναί που τὸ ὂν ἅπαν ἔν τινι τόπῳ καὶ κατέχον χώραν τινά, τὸ δὲ μήτʼ ἐν γῇ μήτε που κατʼ οὐρανὸν οὐδὲν εἶναι.
そして第三に、常に存在する「場」という類があり、それは消滅を受け入れず、生成するすべてのものに座を提供し、それ自身は感覚を伴わずに一種の不純な推論によって触れられ、かろうじて信じられるものである。 我々がそれを見つめて夢を見、存在するすべてのものは必然的にどこかの場所にあり、何らかの場を占めていなければならず、地の上にも天のどこかにもないものは無であると言ってしまうのも、この「場」に関することなのである。
ταῦτα δὴ πάντα καὶ τούτων ἄλλα ἀδελφὰ καὶ περὶ τὴν ἄυπνον καὶ ἀληθῶς φύσιν ὑπάρχουσαν ὑπὸ ταύτης τῆς ὀνειρώξεως οὐ δυνατοὶ γιγνόμεθα ἐγερθέντες διοριζόμενοι τἀληθὲς λέγειν, ὡς εἰκόνι μέν, ἐπείπερ οὐδʼ αὐτὸ τοῦτο ἐφʼ ᾧ γέγονεν ἑαυτῆς ἐστιν, ἑτέρου δέ τινος ἀεὶ φέρεται φάντασμα, διὰ ταῦτα ἐν ἑτέρῳ προσήκει τινὶ γίγνεσθαι, οὐσίας ἁμωσγέπως ἀντεχομένην, ἢ μηδὲν τὸ παράπαν αὐτὴν εἶναι, τῷ δὲ ὄντως ὄντι βοηθὸς ὁ διʼ ἀκριβείας ἀληθὴς λόγος, ὡς ἕως ἄν τι τὸ μὲν ἄλλο ᾖ, τὸ δὲ ἄλλο, οὐδέτερον ἐν οὐδετέρῳ ποτὲ γενόμενον ἓν ἅμα ταὐτὸν καὶ δύο γενήσεσθον.
これらすべてのこと、およびこれらと同類の他の事柄について、我々はこの夢見のせいで、目を覚まして目覚めている真の本性に対して区別を立て、真実を語ることができないのである。 すなわち、模像にとっては、それが作られた対象であるそれ自体が自分自身のものではなく、常に他のあるものの幻影として漂っているのであるから、それゆえに模像はある別のものの内に生じるのがふさわしく、何とかして実在に頼るか、さもなければ完全に無でなければならない。 一方、本当に存在する(実在する)ものにとっては、厳密に真実な言論が助け手となる。 すなわち、一方が他方であり、他方が他方である限り、どちらも他方のうちに決して生じることがなく、同時に一つでありかつ二つであるようになることはない、という言論がそれである。
οὗτος μὲν οὖν δὴ παρὰ τῆς ἐμῆς ψήφου λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος, ὄν τε καὶ χώραν καὶ γένεσιν εἶναι, τρία τριχῇ, καὶ πρὶν οὐρανὸν γενέσθαι·
こうして、私の投票から推論された要約としての言論が、次のように与えられることとしよう。 すなわち、存在する(実在する)もの、場、生成という、三つのものが三様に、宇宙が生じる前にも存在していた、と。
τὴν δὲ δὴ γενέσεως τιθήνην ὑγραινομένην καὶ πυρουμένην καὶ τὰς γῆς τε καὶ ἀέρος μορφὰς δεχομένην, καὶ ὅσα ἄλλα τούτοις πάθη συνέπεται πάσχουσαν, παντοδαπὴν μὲν ἰδεῖν φαίνεσθαι, διὰ δὲ τὸ μήθʼ ὁμοίων δυνάμεων μήτε ἰσορρόπων ἐμπίμπλασθαι κατʼ οὐδὲν αὐτῆς ἰσορροπεῖν, ἀλλʼ ἀνωμάλως πάντῃ ταλαντουμένην σείεσθαι μὲν ὑπʼ ἐκείνων αὐτήν, κινουμένην δʼ αὖ πάλιν ἐκεῖνα σείειν·
そして、生成の乳母は、湿らされ、火に化され、地や空気の姿を受け入れ、またこれらに付随する他のすべての性質を被りながら、見た目にはあらゆる多様な姿を見せる。 しかし、それは類似した力や均衡した力で満たされることがないため、自らのどの部分においても均衡を保つことがなく、いたるところで不均等に揺り動かされ、それらのものによって自身が揺さぶられると同時に、自らが動かされることによって今度は逆にそれらのものを揺さぶるのである。