§51ΤΙ. ταὐτὸν οὖν καὶ τῷ τὰ τῶν πάντων ἀεί τε ὄντων κατὰ πᾶν ἑαυτοῦ πολλάκις ἀφομοιώματα καλῶς μέλλοντι δέχεσθαι πάντων ἐκτὸς αὐτῷ προσήκει πεφυκέναι τῶν εἰδῶν.
提:因此,对于那要将那始终存在之万物的摹本,在自身整体中多次良好地接纳者而言,其自身天然地超然于一切形相之外也是合宜的。
διὸ δὴ τὴν τοῦ γεγονότος ὁρατοῦ καὶ πάντως αἰσθητοῦ μητέρα καὶ ὑποδοχὴν μήτε γῆν μήτε ἀέρα μήτε πῦρ μήτε ὕδωρ λέγωμεν, μήτε ὅσα ἐκ τούτων μήτε ἐξ ὧν ταῦτα γέγονεν·
因此,对于那已经生成的、可见的、且完全感觉得到的母亲和受容者,我们不应将其称为地,也不应称为空气,不应称为火,也不应称为水,既不应称为由这些所产生的东西,也不应称为这些所源自的东西。
ἀλλʼ ἀνόρατον εἶδός τι καὶ ἄμορφον, πανδεχές, μεταλαμβάνον δὲ ἀπορώτατά πῃ τοῦ νοητοῦ καὶ δυσαλωτότατον αὐτὸ λέγοντες οὐ ψευσόμεθα.
相反,它是一种不可见的、无形状的、接纳一切的类别,以某种极难理解的方式分有着理智之物,如果我们说它是极难捕获的,我们便没有说谎。
καθʼ ὅσον δʼ ἐκ τῶν προειρημένων δυνατὸν ἐφικνεῖσθαι τῆς φύσεως αὐτοῦ, τῇδʼ ἄν τις ὀρθότατα λέγοι· πῦρ μὲν ἑκάστοτε αὐτοῦ τὸ πεπυρωμένον μέρος φαίνεσθαι, τὸ δὲ ὑγρανθὲν ὕδωρ, γῆν τε καὶ ἀέρα καθʼ ὅσον ἂν μιμήματα τούτων δέχηται.
然而,在能从前文所述中达到其本性的限度内,人们如果这样说才是最正确的:在每一次,其被火化的部分显现为火,湿润的部分显现为水,而当它接纳这些的摹本时,则显现为地和空气。
λόγῳ δὲ δὴ μᾶλλον τὸ τοιόνδε διοριζομένους περὶ αὐτῶν διασκεπτέον· ἆρα ἔστιν τι πῦρ αὐτὸ ἐφʼ ἑαυτοῦ καὶ πάντα περὶ ὧν ἀεὶ λέγομεν οὕτως αὐτὰ καθʼ αὑτὰ ὄντα ἕκαστα, ἢ ταῦτα ἅπερ καὶ βλέπομεν, ὅσα τε ἄλλα διὰ τοῦ σώματος αἰσθανόμεθα, μόνα ἐστὶν τοιαύτην ἔχοντα ἀλήθειαν, ἄλλα δὲ οὐκ ἔστι παρὰ ταῦτα οὐδαμῇ οὐδαμῶς, ἀλλὰ μάτην ἑκάστοτε εἶναί τί φαμεν εἶδος ἑκάστου νοητόν, τὸ δʼ οὐδὲν ἄρʼ ἦν πλὴν λόγος;
但是,我们必须通过言论更进一步加以规定,以考察以下的问题:是否存在某种其自身独立存在的火本身,以及我们经常如此谈论的一切,它们每一个是否确实都是独立存在的? 还是说,唯独我们所看到的这些,以及其他我们通过身体所感觉到的东西,才具有这样的真实性,而在这些之外则无论如何没有任何别的东西存在,而我们每次都声称每一事物有某种可理知的形相存在,只是在徒劳地说话,那其实不过是言词而已?
οὔτε οὖν δὴ τὸ παρὸν ἄκριτον καὶ ἀδίκαστον ἀφέντα ἄξιον φάναι διισχυριζόμενον ἔχειν οὕτως, οὔτʼ ἐπὶ λόγου μήκει πάρεργον ἄλλο μῆκος ἐπεμβλητέον·
因此,既不能把当前的问题不加裁决和判断地搁置,断然宣称事实就是这样,也不应当在已然冗长的论述上强加另一个作为附带的冗长论述。
εἰ δέ τις ὅρος ὁρισθεὶς μέγας διὰ βραχέων φανείη, τοῦτο μάλιστα ἐγκαιριώτατον γένοιτʼ ἄν.
如果能通过简短的界定而显明一个伟大的界限,那将是最适时宜的。
ὧδε οὖν τήν γʼ ἐμὴν αὐτὸς τίθεμαι ψῆφον.
因此,我在此投下我自己的赞成票。
εἰ μὲν νοῦς καὶ δόξα ἀληθής ἐστον δύο γένη, παντάπασιν εἶναι καθʼ αὑτὰ ταῦτα, ἀναίσθητα ὑφʼ ἡμῶν εἴδη, νοούμενα μόνον·
如果理智和真意见是两个不同的类别,那么这些形相——它们对于我们是不可感觉的,仅能被理智所认知——是完全独立存在的。
εἰ δʼ, ὥς τισιν φαίνεται, δόξα ἀληθὴς νοῦ διαφέρει τὸ μηδέν, πάνθʼ ὁπόσʼ αὖ διὰ τοῦ σώματος αἰσθανόμεθα θετέον βεβαιότατα.
但如果像某些人所认为的,真意见与理智毫无区别,那么我们通过身体所感觉到的所有事物,就必须被设定为最确凿无疑的。
δύο δὴ λεκτέον ἐκείνω, διότι χωρὶς γεγόνατον ἀνομοίως τε ἔχετον.
显然应该说那两者是不同的,因为它们是分开产生且处于不同的状态。
τὸ μὲν γὰρ αὐτῶν διὰ διδαχῆς, τὸ δʼ ὑπὸ πειθοῦς ἡμῖν ἐγγίγνεται· καὶ τὸ μὲν ἀεὶ μετʼ ἀληθοῦς λόγου, τὸ δὲ ἄλογον· καὶ τὸ μὲν ἀκίνητον πειθοῖ, τὸ δὲ μεταπειστόν· καὶ τοῦ μὲν πάντα ἄνδρα μετέχειν φατέον, νοῦ δὲ θεούς, ἀνθρώπων δὲ γένος βραχύ τι.
因为其中一者是通过教学在我们之中产生的,而另一者是通过说服;一者始终伴随着真实的言论,另一者则是无言论的;一者是不受说服动摇的,另一者则是可被说服改变的;而且,应该说人人都有份于后者,但唯有神和人类中极少数的一部分人才有份于理智。
§52ΤΙ. τούτων δὲ οὕτως ἐχόντων ὁμολογητέον ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον, ἀγέννητον καὶ ἀνώλεθρον, οὔτε εἰς ἑαυτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον, τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν· τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον, αἰσθητόν, γεννητόν, πεφορημένον ἀεί, γιγνόμενόν τε ἔν τινι τόπῳ καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετʼ αἰσθήσεως περιληπτόν· τρίτον δὲ αὖ γένος ὂν τὸ τῆς χώρας ἀεί, φθορὰν οὐ προσδεχόμενον, ἕδραν δὲ παρέχον ὅσα ἔχει γένεσιν πᾶσιν, αὐτὸ δὲ μετʼ ἀναισθησίας ἁπτὸν λογισμῷ τινι νόθῳ, μόγις πιστόν, πρὸς ὃ δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες καί φαμεν ἀναγκαῖον εἶναί που τὸ ὂν ἅπαν ἔν τινι τόπῳ καὶ κατέχον χώραν τινά, τὸ δὲ μήτʼ ἐν γῇ μήτε που κατʼ οὐρανὸν οὐδὲν εἶναι.
提:在这些情况如此展开时,我们必须承认:第一,存在着那保持自身同一的形相,它是无生无灭的,既不从别处接纳别的物进入自身,它自己也不走向别的任何地方,它是不可见的,也是以其他方式不可感觉的,这正是理智的思考所分配去端详的;第二,存在着与它同名且相似的第二种东西,它是可感觉的、被生成的、始终处于运动之中的,在某个地方生成并再次从那里消灭,它是伴随着感觉的意见所能把握的;第三,还存在着始终存在的“空间”这一类别,它不接受毁灭,并为所有具有生成的事物提供居所,而其自身则在没有感觉的情况下,通过某种非正统的推论而被触及,是几乎难以令人信服的。 我们注视着它而做梦,并声称一切存在之物都必然在某个地方并占据一定的空间,而那既不在地上也不在天上的任何地方的东西就是无。
ταῦτα δὴ πάντα καὶ τούτων ἄλλα ἀδελφὰ καὶ περὶ τὴν ἄυπνον καὶ ἀληθῶς φύσιν ὑπάρχουσαν ὑπὸ ταύτης τῆς ὀνειρώξεως οὐ δυνατοὶ γιγνόμεθα ἐγερθέντες διοριζόμενοι τἀληθὲς λέγειν, ὡς εἰκόνι μέν, ἐπείπερ οὐδʼ αὐτὸ τοῦτο ἐφʼ ᾧ γέγονεν ἑαυτῆς ἐστιν, ἑτέρου δέ τινος ἀεὶ φέρεται φάντασμα, διὰ ταῦτα ἐν ἑτέρῳ προσήκει τινὶ γίγνεσθαι, οὐσίας ἁμωσγέπως ἀντεχομένην, ἢ μηδὲν τὸ παράπαν αὐτὴν εἶναι, τῷ δὲ ὄντως ὄντι βοηθὸς ὁ διʼ ἀκριβείας ἀληθὴς λόγος, ὡς ἕως ἄν τι τὸ μὲν ἄλλο ᾖ, τὸ δὲ ἄλλο, οὐδέτερον ἐν οὐδετέρῳ ποτὲ γενόμενον ἓν ἅμα ταὐτὸν καὶ δύο γενήσεσθον.
所有这些以及与这些相似的其他姐妹般的观点,由于这一梦境,对于那清醒的且真实存在的本性,我们在醒来时无法加以区分并说出真理。 那就是:因为摹像甚至连它赖以生成的那个基础都不属于它自己,而是始终作为其他某物的幻影而漂移,由于这些原因,它理应在其他某个东西中生成,以某种方式依附于实在,否则它就完全是无;而对于那真正存在之物,那严密而真实的言论是一个盟友,即:只要一物是这一物,另一物是那一物,两者之中的任何一者就绝不会在另一者中生成,从而在成为一的同时又是两个。
οὗτος μὲν οὖν δὴ παρὰ τῆς ἐμῆς ψήφου λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος, ὄν τε καὶ χώραν καὶ γένεσιν εἶναι, τρία τριχῇ, καὶ πρὶν οὐρανὸν γενέσθαι·
因此,这篇由我的赞成票所推论出来的、作为摘要的言论就如此奉上:存在、空间和生成是存在的,三者以三种方式存在,甚至在宇宙生成之前就存在了。
τὴν δὲ δὴ γενέσεως τιθήνην ὑγραινομένην καὶ πυρουμένην καὶ τὰς γῆς τε καὶ ἀέρος μορφὰς δεχομένην, καὶ ὅσα ἄλλα τούτοις πάθη συνέπεται πάσχουσαν, παντοδαπὴν μὲν ἰδεῖν φαίνεσθαι, διὰ δὲ τὸ μήθʼ ὁμοίων δυνάμεων μήτε ἰσορρόπων ἐμπίμπλασθαι κατʼ οὐδὲν αὐτῆς ἰσορροπεῖν, ἀλλʼ ἀνωμάλως πάντῃ ταλαντουμένην σείεσθαι μὲν ὑπʼ ἐκείνων αὐτήν, κινουμένην δʼ αὖ πάλιν ἐκεῖνα σείειν·
而那生成的哺乳者,在被湿润、被火化、接纳地和空气的形状,并承受所有其他伴随着这些的性质时,在视觉上显现出各种各样的样子。 但是,因为它既没有充满相似的力量,也没有充满均衡的力量,所以其任何部分都不处于均衡之中,而是在各处不均匀地被动摇,被那些东西所震动,而它在运动时又反过来震动那些东西。