§30ΤΙ. ταύτην δὴ γενέσεως καὶ κόσμου μάλιστʼ ἄν τις ἀρχὴν κυριωτάτην παρʼ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατα ἀποδέχοιτʼ ἄν.
【ティマイオス】生成と宇宙のこのような始まりを、人は賢者たちから受け入れることによって、最も正しく受け入れることになるでしょう。
βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον.
なぜなら神は、すべてのものが善であり、不完全なものは何一つ力及ぶ限り存在しないことを望まれたので、このように、静止しておらず不調和かつ無秩序に動いていた、目に見えるすべてのものを受け取り、あの状態はこの状態よりも全面的に優れていると考え、無秩序から秩序へとそれを導いたからです。
θέμις δʼ οὔτʼ ἦν οὔτʼ ἔστιν τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλλιστον·
最も優れた者にとって、最も美しいもの以外の何事かをなすことは、許されぬことであったし、今も許されていません。
λογισάμενος οὖν ηὕρισκεν ἐκ τῶν κατὰ φύσιν ὁρατῶν οὐδὲν ἀνόητον τοῦ νοῦν ἔχοντος ὅλον ὅλου κάλλιον ἔσεσθαί ποτε ἔργον, νοῦν δʼ αὖ χωρὶς ψυχῆς ἀδύνατον παραγενέσθαι τῳ.
そこで神は熟考し、本性的に目に見えるものの中から、知性を持たない作品全体が、知性を持つ作品全体よりも美しくなることは決してありえないこと、そしてまた、知性が魂なしには何ものにも宿ることは不可能であることを見出しました。
διὰ δὴ τὸν λογισμὸν τόνδε νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δʼ ἐν σώματι συνιστὰς τὸ πᾶν συνετεκταίνετο, ὅπως ὅτι κάλλιστον εἴη κατὰ φύσιν ἄριστόν τε ἔργον ἀπειργασμένος.
まさにこの熟考ゆえに、神は知性を魂の中に、魂を身体の中に構築して万物を組み立て、本性上最も美しく、最も優れた作品を完成させようとしたのです。
οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.
したがって、このように尤もらしい言論に従えば、この宇宙は神の配慮によって、真に魂と知性を備えた生き物となったと言わねばなりません。
τούτου δʼ ὑπάρχοντος αὖ τὰ τούτοις ἐφεξῆς ἡμῖν λεκτέον, τίνι τῶν ζῴων αὐτὸν εἰς ὁμοιότητα ὁ συνιστὰς συνέστησεν.
これが前提された上で、次に私たちはこれに続く事柄を語らねばなりません。 構築者は、どのような生き物に似せて宇宙を構築したのでしょうか。
τῶν μὲν οὖν ἐν μέρους εἴδει πεφυκότων μηδενὶ καταξιώσωμεν —ἀτελεῖ γὰρ ἐοικὸς οὐδέν ποτʼ ἂν γένοιτο καλόν—οὗ δʼ ἔστιν τἆλλα ζῷα καθʼ ἓν καὶ κατὰ γένη μόρια, τούτῳ πάντων ὁμοιότατον αὐτὸν εἶναι τιθῶμεν.
まず、部分の種として本性的に存在するいかなるものにも、それに似せたとは見なさないようにしましょう。 不完全なものに似たものは、何一つ美しくなりえないからです。 しかし、他のすべての生き物が個々として、また類としてその部分であるような、そのようなものに宇宙が最もよく似ていると設定しましょう。
τὰ γὰρ δὴ νοητὰ ζῷα πάντα ἐκεῖνο ἐν ἑαυτῷ περιλαβὸν ἔχει, καθάπερ ὅδε ὁ κόσμος ἡμᾶς ὅσα τε ἄλλα θρέμματα συνέστηκεν ὁρατά.
なぜなら、あのものは、知性によって捉えられるすべての生き物を自分の中に包括しているからです。 あたかも、この宇宙が私たちや、その他構築された目に見える生き物すべてを包括しているように。
§31ΤΙ. τῷ γὰρ τῶν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελέῳ μάλιστα αὐτὸν ὁ θεὸς ὁμοιῶσαι βουληθεὶς ζῷον ἓν ὁρατόν, πάνθʼ ὅσα αὐτοῦ κατὰ φύσιν συγγενῆ ζῷα ἐντὸς ἔχον ἑαυτοῦ, συνέστησε.
【ティマイオス】というのも、神は、知性で捉えられるもののうちで最も美しく、あらゆる点で完全なものに宇宙を最もよく似せようと望まれたので、その本性において自身と同族である生き物をすべてその内側に含んでいる、目に見える一つの生き物として宇宙を構築されたからです。
πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον;
それでは、私たちは一つの天と呼んだのは正しかったのでしょうか、それとも、多くあるいは無数であると語る方がより正しかったのでしょうか。
ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται.
一つです。 もしそれが模範に従って製作されたものであるならば。
τὸ γὰρ περιέχον πάντα ὁπόσα νοητὰ ζῷα μεθʼ ἑτέρου δεύτερον οὐκ ἄν ποτʼ εἴη·
なぜなら、知性によって捉えられるすべての生き物を包括しているものは、他者と並んで二番目のものとなることは決してありえないからです。
πάλιν γὰρ ἂν ἕτερον εἶναι τὸ περὶ ἐκείνω δέοι ζῷον, οὗ μέρος ἂν εἴτην ἐκείνω, καὶ οὐκ ἂν ἔτι ἐκείνοιν ἀλλʼ ἐκείνῳ τῷ περιέχοντι τόδʼ ἂν ἀφωμοιωμένον λέγοιτο ὀρθότερον.
もしそうなら、その二つを包括するまた別の生き物が存在せねばならず、その二つはそこの部分となるでしょう。 そうすると、もはやその二つではなく、それらを包括するあの別のものに、この宇宙が似せて作られたと言う方がより正しくなるからです。
ἵνα οὖν τόδε κατὰ τὴν μόνωσιν ὅμοιον ᾖ τῷ παντελεῖ ζῴῳ, διὰ ταῦτα οὔτε δύο οὔτʼ ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους, ἀλλʼ εἷς ὅδε μονογενὴς οὐρανὸς γεγονὼς ἔστιν καὶ ἔτʼ ἔσται.
したがって、この宇宙がその唯一性において、完全に完成された生き物に似るように、それゆえに製作者は二つの宇宙も無数の宇宙も作らず、唯一無二のこの天が生まれ、存在し、そしてこれからも存在し続けるのです。
σωματοειδὲς δὲ δὴ καὶ ὁρατὸν ἁπτόν τε δεῖ τὸ γενόμενον εἶναι, χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο, οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς·
さて、生まれたものは、身体的であり、目に見え、かつ触れられるものでなければなりません。 しかし、火から切り離されては、何ものも決して目に見えるものにはならず、また何らかの固体なしには触れられるものにはならず、土なしには固体にはなりません。
ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς ἀρχόμενος συνιστάναι σῶμα ὁ θεὸς ἐποίει.
それゆえ、神は火と土から、万物の身体を構築し始め、それを作られました。
δύο δὲ μόνω καλῶς συνίστασθαι τρίτου χωρὶς οὐ δυνατόν·
しかし、二つのものだけで、第三のものなしに美しく結びつくことは不可能です。
δεσμὸν γὰρ ἐν μέσῳ δεῖ τινα ἀμφοῖν συναγωγὸν γίγνεσθαι.
なぜなら、両者の間にあってそれらを結びつける何らかの絆が生じねばならないからです。
δεσμῶν δὲ κάλλιστος ὃς ἂν αὑτὸν καὶ τὰ συνδούμενα ὅτι μάλιστα ἓν ποιῇ, τοῦτο δὲ πέφυκεν ἀναλογία κάλλιστα ἀποτελεῖν.
そして、自らと結ばれるものたちを可能な限り一体にするものが最も美しい絆であり、比がこれを最も美しく成し遂げる本性を持っています。