§30ΤΙ. ταύτην δὴ γενέσεως καὶ κόσμου μάλιστʼ ἄν τις ἀρχὴν κυριωτάτην παρʼ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατα ἀποδέχοιτʼ ἄν.
提迈欧:如果有人从智者那里接受这作为生成和宇宙最首要的起点,他便是最正确地接受了它。
βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον.
因为神希望一切都是善的,在能力所及的范围内没有任何不好的事物,于是他接管了所有可见之物——它们并非处于静止,而是处于不协调且无秩序的运动之中——并将它们从无秩序中引入秩序,因为他认为秩序在一切方面都比无秩序更好。
θέμις δʼ οὔτʼ ἦν οὔτʼ ἔστιν τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλλιστον· λογισάμενος οὖν ηὕρισκεν ἐκ τῶν κατὰ φύσιν ὁρατῶν οὐδὲν ἀνόητον τοῦ νοῦν ἔχοντος ὅλον ὅλου κάλλιον ἔσεσθαί ποτε ἔργον, νοῦν δʼ αὖ χωρὶς ψυχῆς ἀδύνατον παραγενέσθαι τῳ.
而对于最优秀者来说,过去和现在都不允许做除了最美好者之外的任何事情;因此他经过思量发现,在自然可见的事物中,作为一个整体的无理智之作,绝不会比作为一个整体的有理智之作更美好,而且理智是不可能在没有灵魂的情况下存在于任何事物中的。
διὰ δὴ τὸν λογισμὸν τόνδε νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δʼ ἐν σώματι συνιστὰς τὸ πᾶν συνετεκταίνετο, ὅπως ὅτι κάλλιστον εἴη κατὰ φύσιν ἄριστόν τε ἔργον ἀπειργασμένος.
正是出于这种考虑,他将理智构建于灵魂之中,而将灵魂构建于身体之中,以此来建造万物,从而完成了一部在本性上最美好、最优秀的作品。
οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.
因此,根据似真的言论,我们必须说,由于神的预见,这个宇宙真正成为了一个具有灵魂和理智的活生生的生命体。
τούτου δʼ ὑπάρχοντος αὖ τὰ τούτοις ἐφεξῆς ἡμῖν λεκτέον, τίνι τῶν ζῴων αὐτὸν εἰς ὁμοιότητα ὁ συνιστὰς συνέστησεν.
在此前提下,我们接着必须说明紧随其后的问题:构建者是仿照哪一种生命体来构建它的?
τῶν μὲν οὖν ἐν μέρους εἴδει πεφυκότων μηδενὶ καταξιώσωμεν —ἀτελεῖ γὰρ ἐοικὸς οὐδέν ποτʼ ἂν γένοιτο καλόν—οὗ δʼ ἔστιν τἆλλα ζῷα καθʼ ἓν καὶ κατὰ γένη μόρια, τούτῳ πάντων ὁμοιότατον αὐτὸν εἶναι τιθῶμεν.
首先,我们不要认为它是仿照任何属于部分之物而存在的——因为任何与不完美者相似的东西都绝不会是美好的——但让我们假定,宇宙与那个“其他所有生命体不论在个体上还是在类别上都是其部分”的事物最相似。
τὰ γὰρ δὴ νοητὰ ζῷα πάντα ἐκεῖνο ἐν ἑαυτῷ περιλαβὸν ἔχει, καθάπερ ὅδε ὁ κόσμος ἡμᾶς ὅσα τε ἄλλα θρέμματα συνέστηκεν ὁρατά.
因为那个事物在自身之中包含并包容了所有理智所能把握的生命体,正如这宇宙包含着我们以及其他所有已被构建的可见生物一样。
§31ΤΙ. τῷ γὰρ τῶν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελέῳ μάλιστα αὐτὸν ὁ θεὸς ὁμοιῶσαι βουληθεὶς ζῷον ἓν ὁρατόν, πάνθʼ ὅσα αὐτοῦ κατὰ φύσιν συγγενῆ ζῷα ἐντὸς ἔχον ἑαυτοῦ, συνέστησε.
提迈欧:因为神希望使之最相似于理智所能把握的最美好且在各方面都最完美的事物,所以他将宇宙构建为一个单一的、可见的生命体,在其自身内部包含着所有在本性上与其同族的生命体。
πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον;
那么,我们将天称为“单一的”是正确的,还是说它是许多乃至无数的才更为正确?
ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται.
一个,如果它确实是要按照范型来建造的话。
τὸ γὰρ περιέχον πάντα ὁπόσα νοητὰ ζῷα μεθʼ ἑτέρου δεύτερον οὐκ ἄν ποτʼ εἴη· πάλιν γὰρ ἂν ἕτερον εἶναι τὸ περὶ ἐκείνω δέοι ζῷον, οὗ μέρος ἂν εἴτην ἐκείνω, καὶ οὐκ ἂν ἔτι ἐκείνοιν ἀλλʼ ἐκείνῳ τῷ περιέχοντι τόδʼ ἂν ἀφωμοιωμένον λέγοιτο ὀρθότερον.
因为那包容了所有理智所能把握之生命体的事物,绝不可能与另一个并列而成为第二个;因为若是那样,就必须存在另一个包容那两者的生命体,那两者将成为它的部分,而这个宇宙也就不再被说是仿照那两者,而是更正确地被说是仿照那包容了它们的生命体。
ἵνα οὖν τόδε κατὰ τὴν μόνωσιν ὅμοιον ᾖ τῷ παντελεῖ ζῴῳ, διὰ ταῦτα οὔτε δύο οὔτʼ ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους, ἀλλʼ εἷς ὅδε μονογενὴς οὐρανὸς γεγονὼς ἔστιν καὶ ἔτʼ ἔσται.
因此,为了使这个宇宙在唯一性上与那完全完美的生命体相似,建造者既没有创造两个也没有创造无数个世界,而是这独一无二、已生成的宇宙现在存在,且将来仍将存在。
σωματοειδὲς δὲ δὴ καὶ ὁρατὸν ἁπτόν τε δεῖ τὸ γενόμενον εἶναι, χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο, οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς·
凡是生成的,都必须具有身体、可见且可触;但在没有火的情况下,任何东西都绝不可能变得可见,在没有某种固体的情况下,也绝不可能变得可触,而没有土,就不会有固体。
ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς ἀρχόμενος συνιστάναι σῶμα ὁ θεὸς ἐποίει.
因此,神从火和土开始构建万物的身体,并制作了它。
δύο δὲ μόνω καλῶς συνίστασθαι τρίτου χωρὶς οὐ δυνατόν· δεσμὸν γὰρ ἐν μέσῳ δεῖ τινα ἀμφοῖν συναγωγὸν γίγνεσθαι.
但是,仅仅两个事物在没有第三个事物的情况下,是无法美好地结合在一起的,因为在它们中间必须产生某种将两者联结在一起的纽带。
δεσμῶν δὲ κάλλιστος ὃς ἂν αὑτὸν καὶ τὰ συνδούμενα ὅτι μάλιστα ἓν ποιῇ, τοῦτο δὲ πέφυκεν ἀναλογία κάλλιστα ἀποτελεῖν.
而在诸多纽带中,最美好的纽带是那个能将自身和被绑在一起的事物尽可能融为一体的纽带,而比例在本性上最能完美地实现这一点。