Humanitext Reader

プラトン · ティマイオス §26-27

対話の計画とティマイオスおよびクリティアスの登壇順序

6 / 41 箇所 · ギリシア語

要旨

クリティアスは、ソクラテスが昨日語った理想の市民を古代アテナイの歴史的市民に重ね合わせる計画を提案し、ティマイオスが宇宙と人間の生成を語った後に自身が人間社会の歴史を引き継ぐという「言論の饗宴」の順序を定める。

§26ΚΡ. οὐ μὴν ἐβουλήθην παραχρῆμα εἰπεῖν·
【クリティアス】しかし、私はすぐにはそれを言いたくなかったのです。
διὰ χρόνου γὰρ οὐχ ἱκανῶς ἐμεμνήμην.
時間が経っていたために、十分に記憶していなかったからです。
ἐνενόησα οὖν ὅτι χρεὼν εἴη με πρὸς ἐμαυτὸν πρῶτον ἱκανῶς πάντα ἀναλαβόντα λέγειν οὕτως.
それゆえ、まずは自分自身の中で全てを十分に思い出し、その上でこのように語らねばならないと考えたのです。
ὅθεν ταχὺ συνωμολόγησά σοι τὰ ἐπιταχθέντα χθές, ἡγούμενος, ὅπερ ἐν ἅπασι τοῖς τοιοῖσδε μέγιστον ἔργον, λόγον τινὰ πρέποντα τοῖς βουλήμασιν ὑποθέσθαι, τούτου μετρίως ἡμᾶς εὐπορήσειν.
だからこそ、私は昨日求められた役割をすぐに引き受けました。 このような事柄において最も重要な仕事である「意図に適した議論の前提を設けること」については、私たちも十分に果たすことができると考えたからです。
οὕτω δή, καθάπερ ὅδʼ εἶπεν, χθές τε εὐθὺς ἐνθένδε ἀπιὼν πρὸς τούσδε ἀνέφερον αὐτὰ ἀναμιμνῃσκόμενος, ἀπελθών τε σχεδόν τι πάντα ἐπισκοπῶν τῆς νυκτὸς ἀνέλαβον.
そういうわけで、彼が言った通り、昨日ここを去るとすぐに彼らにそのことを話し、思い出し始めました。 そして帰宅してからも、夜通しほぼ全てのことを検討して思い出したのです。
ὡς δή τοι, τὸ λεγόμενον, τὰ παίδων μαθήματα θαυμαστὸν ἔχει τι μνημεῖον.
ことわざにも言うように、子供の頃の学びというのは、実に不思議なほど記憶に残るものです。
ἐγὼ γὰρ ἃ μὲν χθὲς ἤκουσα, οὐκ ἂν οἶδʼ εἰ δυναίμην ἅπαντα ἐν μνήμῃ πάλιν λαβεῖν·
私は、昨日聞いたことでさえ、それを全て再び記憶から引き出すことができるかどうか分かりません。
ταῦτα δὲ ἃ πάμπολυν χρόνον διακήκοα, παντάπασι θαυμάσαιμʼ ἂν εἴ τί με αὐτῶν διαπέφευγεν.
しかし、はるか昔に聞いたこれらの事柄については、その一部でも私から消え去っているとしたら、全くもって驚くべきことです。
ἦν μὲν οὖν μετὰ πολλῆς ἡδονῆς καὶ παιδιᾶς τότε ἀκουόμενα, καὶ τοῦ πρεσβύτου προθύμως με διδάσκοντος, ἅτʼ ἐμοῦ πολλάκις ἐπανερωτῶντος, ὥστε οἷον ἐγκαύματα ἀνεκπλύτου γραφῆς ἔμμονά μοι γέγονεν·
当時、それは大いなる喜びと戯れの中で聞かれ、また私が何度も問い正したため、老人が熱心に教えてくれたものでした。 ですから、それはあたかも洗い落とせない絵の焼き付けのように、私の中に消えずに残っているのです。
καὶ δὴ καὶ τοῖσδε εὐθὺς ἔλεγον ἕωθεν αὐτὰ ταῦτα, ἵνα εὐποροῖεν λόγων μετʼ ἐμοῦ.
そして、彼らにも今朝早くからまさにこれらのことを話しておきました。 私と共に議論に困らないようにするためです。
νῦν οὖν, οὗπερ ἕνεκα πάντα ταῦτα εἴρηται, λέγειν εἰμὶ ἕτοιμος, ὦ Σώκρατες, μὴ μόνον ἐν κεφαλαίοις ἀλλʼ ὥσπερ ἤκουσα καθʼ ἕκαστον·
さて、これら全てを語った目的である本題に入ります。 ソクラテスよ、私は単に概要だけでなく、聞いた通りに一つ一つ詳しく語る用意ができています。
τοὺς δὲ πολίτας καὶ τὴν πόλιν ἣν χθὲς ἡμῖν ὡς ἐν μύθῳ διῄεισθα σύ, νῦν μετενεγκόντες ἐπὶ τἀληθὲς δεῦρο θήσομεν ὡς ἐκείνην τήνδε οὖσαν, καὶ τοὺς πολίτας οὓς διενοοῦ φήσομεν ἐκείνους τοὺς ἀληθινοὺς εἶναι προγόνους ἡμῶν, οὓς ἔλεγεν ὁ ἱερεύς.
あなたが昨日、あたかも神話の中のことのように私たちに語ってくれた市民たちと都市を、今や私たちは現実へと移し替え、あの都市がまさにこの都市であると仮定してここに据え置き、あなたが想定していた市民たちを、あの神官が語っていた私たちの真実の先祖であると言うことにしましょう。
πάντως ἁρμόσουσι καὶ οὐκ ἀπᾳσόμεθα λέγοντες αὐτοὺς εἶναι τοὺς ἐν τῷ τότε ὄντας χρόνῳ.
彼らは完全に適合するでしょうし、彼らこそが当時の時代に存在していた人々であると言っても、不協和音を奏でることはありません。
κοινῇ δὲ διαλαμβάνοντες ἅπαντες πειρασόμεθα τὸ πρέπον εἰς δύναμιν οἷς ἐπέταξας ἀποδοῦναι.
私たちは全員で手分けして、あなたが命じられたことに応え、できる限りそれにふさわしいお返しをするよう努めましょう。
σκοπεῖν οὖν δὴ χρή, ὦ Σώκρατες, εἰ κατὰ νοῦν ὁ λόγος ἡμῖν οὗτος, ἤ τινα ἔτʼ ἄλλον ἀντʼ αὐτοῦ ζητητέον.
ですからソクラテスよ、この計画が私たちの意に沿うものであるか、それともこれに代わる他のものを探すべきか、検討しなければなりません。
§27ΣΩ. καὶ τίνʼ ἄν, ὦ Κριτία, μᾶλλον ἀντὶ τούτου μεταλάβοιμεν, ὃς τῇ τε παρούσῃ τῆς θεοῦ θυσίᾳ διὰ τὴν οἰκειότητʼ ἂν πρέποι μάλιστα, τό τε μὴ πλασθέντα μῦθον ἀλλʼ ἀληθινὸν λόγον εἶναι πάμμεγά που.
【ソクラテス】クリティアスよ、この話の代わりに、私たちは他のどんな話を選び得ようか。 この話は、その親密な結びつきゆえに、今日の女神への犠牲祭に最もふさわしいし、何よりもこれが作り話ではなく真実の歴史であるということは極めて重大なことです。
πῶς γὰρ καὶ πόθεν ἄλλους ἀνευρήσομεν ἀφέμενοι τούτων;
これらを手放して、どうやって、またどこから他を探し出せるというのでしょう。
οὐκ ἔστιν, ἀλλʼ ἀγαθῇ τύχῃ χρὴ λέγειν μὲν ὑμᾶς, ἐμὲ δὲ ἀντὶ τῶν χθὲς λόγων νῦν ἡσυχίαν ἄγοντα ἀντακούειν.
そんなことはできません。 幸運を祈りつつ、あなたがたは語り、私は昨日の議論のお返しとして、今は静かに耳を傾けることにしましょう。
ΚΡ. σκόπει δὴ τὴν τῶν ξενίων σοι διάθεσιν, ὦ Σώκρατες, ᾗ διέθεμεν.
【クリティアス】では、ソクラテスよ、私たちが用意したあなたへのもてなしの割り振りがどのようであるか、見てください。
ἔδοξεν γὰρ ἡμῖν Τίμαιον μέν, ἅτε ὄντα ἀστρονομικώτατον ἡμῶν καὶ περὶ φύσεως τοῦ παντὸς εἰδέναι μάλιστα ἔργον πεποιημένον, πρῶτον λέγειν ἀρχόμενον ἀπὸ τῆς τοῦ κόσμου γενέσεως, τελευτᾶν δὲ εἰς ἀνθρώπων φύσιν·
私たちは、ティマイオスが私たちの中で最も天文学に精通しており、宇宙の本性を知ることを最大の仕事としてきたことから、まず彼が宇宙の生成から始めて、人間の本性(誕生)に至るまでを語ることに決めました。
ἐμὲ δὲ μετὰ τοῦτον, ὡς παρὰ μὲν τούτου δεδεγμένον ἀνθρώπους τῷ λόγῳ γεγονότας, παρὰ σοῦ δὲ πεπαιδευμένους διαφερόντως αὐτῶν τινας, κατὰ δὲ τὸν Σόλωνος λόγον τε καὶ νόμον εἰσαγαγόντα αὐτοὺς ὡς εἰς δικαστὰς ἡμᾶς ποιῆσαι πολίτας τῆς πόλεως τῆσδε ὡς ὄντας τοὺς τότε Ἀθηναίους, οὓς ἐμήνυσεν ἀφανεῖς ὄντας ἡ τῶν ἱερῶν γραμμάτων φήμη, τὰ λοιπὰ δὲ ὡς περὶ πολιτῶν καὶ Ἀθηναίων ὄντων ἤδη ποιεῖσθαι τοὺς λόγους.
そしてその後に私が、彼から言論において誕生させられた人間を受け取り、あなたからはそのうち並外れて教育された幾人かを受け取って、ソロンの言論と法律に従い、彼らをいわば裁判官である私たちの前に連れてきて、あの神聖な書物の伝承が歴史から消え去っていたと告げたアテナイ市民、すなわち当時の実際のアテナイ人としてこの都市の市民に仕立て、以後は彼らが本物のアテナイ市民であるとして議論を進めていくことにしたのです。
ΣΩ. τελέως τε καὶ λαμπρῶς ἔοικα ἀνταπολήψεσθαι τὴν τῶν λόγων ἑστίασιν.
【ソクラテス】私は、言論の饗宴を実に見事に、かつ完璧にお返ししてもらえることになりそうだ。
σὸν οὖν ἔργον λέγειν ἄν, ὦ Τίμαιε, τὸ μετὰ τοῦτο, ὡς ἔοικεν, εἴη καλέσαντα κατὰ νόμον θεούς.
それではティマイオス、次はあなたの番だ。 慣例に従って神々を呼んで始めてくれ。
ΤΙ. ἀλλʼ, ὦ Σώκρατες, τοῦτό γε δὴ πάντες ὅσοι καὶ κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ καὶ μεγάλου πράγματος θεὸν ἀεί που καλοῦσιν·
【ティマイオス】ですが、ソクラテスよ、少しでも理知をわきまえている者なら誰でも、大小を問わずいかなる物事を始めるにあたっても、常に神を呼ぶものです。
ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, ᾗ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παντάπασι παραλλάττομεν, ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα, ἑπομένως δὲ ἡμῖν εἰπεῖν.
まして、宇宙についての議論を、それがどのようにして生じたのか、あるいは生じていないのかについて行おうとしている私たちは、完全に常軌を逸していない限り、神々と女神たちに祈り、すべてが彼らの意に沿うように、そしてそれに従って私たちが最もよく語り、理解できるように願わねばなりません。
καὶ τὰ μὲν περὶ θεῶν ταύτῃ παρακεκλήσθω·
神々への祈りはこの程度にしておきましょう。
τὸ δʼ ἡμέτερον παρακλητέον, ᾗ ῥᾷστʼ ἂν ὑμεῖς μὲν μάθοιτε, ἐγὼ δὲ ᾗ διανοοῦμαι μάλιστʼ ἂν περὶ τῶν προκειμένων ἐνδειξαίμην.
そして、あなたがたが最も容易に理解でき、私が提出された主題について自分の考えを最もよく示せるように、私たち自身の側にも呼びかけをしなければなりません。

語釈・文法注

  1. 26bοὐκ ἂν οἶδʼ εἰ δυναίμην — 小辞 ἄν は οἶδα ではなく、間接疑問節内の動詞 δυναίμην(希求法)にかかり、「〜できるかどうか分からない」という潜在・可能の意味を表す。語順の倒置(hyperbaton)の一例である。
  2. 27aδεδεγμένον — δέχομαι の完了中動分詞(対格男性単数形)。前文の非人称動詞 ἔδοξεν から続く対格不定詞構文(ἐμὲ δὲ ... ποιῆσαι)において、不定詞の意味上の主語である対格の代名詞 ἐμέ に一致している。対格独立(非人称)の用法ではない。
  3. 27bὡς εἰς δικαστὰς ἡμᾶς — 接頭辞的に用いられる ὡς は前置詞 εἰς に伴って方向や意図(「〜であるかのように」)を強調する。ἡμᾶς(私たちを)は前置詞 εἰς の支配下(対格)にあり、δικαστάς(裁判官)と同格である。「いわば裁判官である私たちの前に」と訳される。

この箇所を引用する

プラトン, ティマイオス §26-27. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:26-27

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。