Humanitext Reader

プラトン · ティマイオス §24-25

古代アテナイの体制とアトランティス撃退の偉業

5 / 41 箇所 · ギリシア語

要旨

クリティアスは、かつて女神アテナがアテネを創設した際に授けた社会体制について語り、その古代アテネがかつてアトランティスからの傲慢な侵略軍を打ち破って地中海世界を解放したという偉業を紹介する。

§24ΚΡ. τὸ δʼ ἀκριβὲς περὶ πάντων ἐφεξῆς εἰς αὖθις κατὰ σχολὴν αὐτὰ τὰ γράμματα λαβόντες διέξιμεν.
【クリティアス】そして、これらすべてについての正確な内容は、後ほど時間があるときに、文書そのものを手にとって順に詳しく読んでいくことにしましょう。
τοὺς μὲν οὖν νόμους σκόπει πρὸς τοὺς τῇδε·
まずは、そちらの法律をこの地のものと比較して見てごらんなさい。
πολλὰ γὰρ παραδείγματα τῶν τότε παρʼ ὑμῖν ὄντων ἐνθάδε νῦν ἀνευρήσεις, πρῶτον μὲν τὸ τῶν ἱερέων γένος ἀπὸ τῶν ἄλλων χωρὶς ἀφωρισμένον, μετὰ δὲ τοῦτο τὸ τῶν δημιουργῶν, ὅτι καθʼ αὑτὸ ἕκαστον ἄλλῳ δὲ οὐκ ἐπιμειγνύμενον δημιουργεῖ, τό τε τῶν νομέων καὶ τὸ τῶν θηρευτῶν τό τε τῶν γεωργῶν.
当時のあなたがたの法律の多くの先例を、今ここで見出すでしょう。 第一に、他の人々から離れて区分された神官の階級。 その次には職人の階級であり、彼らは各々が独立して、他と交じることなく手仕事に携わっています。 また牧人、狩人、そして農民の階級。
καὶ δὴ καὶ τὸ μάχιμον γένος ᾔσθησαί που τῇδε ἀπὸ πάντων τῶν γενῶν κεχωρισμένον, οἷς οὐδὲν ἄλλο πλὴν τὰ περὶ τὸν πόλεμον ὑπὸ τοῦ νόμου προσετάχθη μέλειν·
そしてさらに、戦士の階級もまた、この地では他のすべての階級から区別されていることに気づいたことでしょう。 彼らには、法律によって戦争に関すること以外は何も関与しないよう命じられています。
ἔτι δὲ ἡ τῆς ὁπλίσεως αὐτῶν σχέσις ἀσπίδων καὶ δοράτων, οἷς ἡμεῖς πρῶτοι τῶν περὶ τὴν Ἀσίαν ὡπλίσμεθα, τῆς θεοῦ καθάπερ ἐν ἐκείνοις τοῖς τόποις παρʼ ὑμῖν πρώτοις ἐνδειξαμένης.
さらに、彼らの武装である盾と槍の装備について。 私たちはアジアの人々の中で最初にこれで武装したのですが、これは女神が、あちらの地において、あなたがたに最初にそれを示されたのと同じようにしたのです。
τὸ δʼ αὖ περὶ τῆς φρονήσεως, ὁρᾷς που τὸν νόμον τῇδε ὅσην ἐπιμέλειαν ἐποιήσατο εὐθὺς κατʼ ἀρχὰς περί τε τὸν κόσμον, ἅπαντα μέχρι μαντικῆς καὶ ἰατρικῆς πρὸς ὑγίειαν ἐκ τούτων θείων ὄντων εἰς τὰ ἀνθρώπινα ἀνευρών, ὅσα τε ἄλλα τούτοις ἕπεται μαθήματα πάντα κτησάμενος.
また知恵について言えば、この地の法律が最初からいかに大きな配慮を注いだか、おわかりでしょう。 宇宙の秩序について、神的なものから人間の事柄に至るまで、占いから健康のための医術に至るまですべてを考案し、これらに続く他のすべての知識を獲得したのです。
ταύτην οὖν δὴ τότε σύμπασαν τὴν διακόσμησιν καὶ σύνταξιν ἡ θεὸς προτέρους ὑμᾶς διακοσμήσασα κατῴκισεν, ἐκλεξαμένη τὸν τόπον ἐν ᾧ γεγένησθε, τὴν εὐκρασίαν τῶν ὡρῶν ἐν αὐτῷ κατιδοῦσα, ὅτι φρονιμωτάτους ἄνδρας οἴσοι·
女神は、当時この秩序と組織のすべてを、まずあなたがたに対して整えてから、あなたがたを入植させました。 女神は、あなたがたが生まれたその土地を選び出されたのですが、それはその地の気候の調和を見て、極めて賢明な人々を生み出すであろうと考えられたからです。
ἅτε οὖν φιλοπόλεμός τε καὶ φιλόσοφος ἡ θεὸς οὖσα τὸν προσφερεστάτους αὐτῇ μέλλοντα οἴσειν τόπον ἄνδρας, τοῦτον ἐκλεξαμένη πρῶτον κατῴκισεν.
女神は戦争を愛しまた知恵を愛するお方であったので、ご自身に最もよく似た人々を生み出すはずのその土地を選び、最初にそこに入植させられたのです。
ᾠκεῖτε δὴ οὖν νόμοις τε τοιούτοις χρώμενοι καὶ ἔτι μᾶλλον εὐνομούμενοι πάσῃ τε παρὰ πάντας ἀνθρώπους ὑπερβεβληκότες ἀρετῇ, καθάπερ εἰκὸς γεννήματα καὶ παιδεύματα θεῶν ὄντας.
こうしてあなたがたは、このような法律を用いて暮らし、さらに優れた法秩序を保ち、すべての人間を凌駕するあらゆる徳において卓越していました。 神々の子であり、神々に育てられた者としてふさわしいように。
πολλὰ μὲν οὖν ὑμῶν καὶ μεγάλα ἔργα τῆς πόλεως τῇδε γεγραμμένα θαυμάζεται, πάντων μὴν ἓν ὑπερέχει μεγέθει καὶ ἀρετῇ·
そちらの都市の、私たちのところに書き残されている多くの偉大な業績は称賛されていますが、そのすべてのうち、一つだけ規模と卓越性において他を圧倒するものがあります。
λέγει γὰρ τὰ γεγραμμένα ὅσην ἡ πόλις ὑμῶν ἔπαυσέν ποτε δύναμιν ὕβρει πορευομένην ἅμα ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν, ἔξωθεν ὁρμηθεῖσαν ἐκ τοῦ Ἀτλαντικοῦ πελάγους.
記録によれば、かつてアトランティス海から外へ向かって進出し、ヨーロッパとアジアのすべてに対して傲慢にも一斉に進撃してきた巨大な勢力を、あなたがたの都市が阻止したというのです。
§25ΚΡ. τότε γὰρ πορεύσιμον ἦν τὸ ἐκεῖ πέλαγος·
【クリティアス】というのも、当時その海は航行可能であったからです。
νῆσον γὰρ πρὸ τοῦ στόματος εἶχεν ὃ καλεῖτε, ὥς φατε, ὑμεῖς Ἡρακλέους στήλας, ἡ δὲ νῆσος ἅμα Λιβύης ἦν καὶ Ἀσίας μείζων, ἐξ ἧς ἐπιβατὸν ἐπὶ τὰς ἄλλας νήσους τοῖς τότε ἐγίγνετο πορευομένοις, ἐκ δὲ τῶν νήσων ἐπὶ τὴν καταντικρὺ πᾶσαν ἤπειρον τὴν περὶ τὸν ἀληθινὸν ἐκεῖνον πόντον.
あなたがたが「ヘラクレスの柱」と呼んでいると語るところのその口(海峡)の前に、一つの島がありました。 その島は、リビアとアジアを合わせたものよりも大きく、そこから当時の航行者たちは他の島々へと渡ることができ、またそれらの島々から、本当の意味での海を囲む対岸の全大陸へと渡ることができたのです。
τάδε μὲν γάρ, ὅσα ἐντὸς τοῦ στόματος οὗ λέγομεν, φαίνεται λιμὴν στενόν τινα ἔχων εἴσπλουν· ἐκεῖνο δὲ πέλαγος ὄντως ἥ τε περιέχουσα αὐτὸ γῆ παντελῶς ἀληθῶς ὀρθότατʼ ἂν λέγοιτο ἤπειρος.
なぜなら、私たちが言っているその口の内側にあるこの側(地中海)は、狭い入り口を持つ港のように見えますが、あちら側は本当の海であり、それを囲む土地は、完全に、そして最も正しく大陸と呼ばれるにふさわしいからです。
ἐν δὲ δὴ τῇ Ἀτλαντίδι νήσῳ ταύτῃ μεγάλη συνέστη καὶ θαυμαστὴ δύναμις βασιλέων, κρατοῦσα μὲν ἁπάσης τῆς νήσου, πολλῶν δὲ ἄλλων νήσων καὶ μερῶν τῆς ἠπείρου·
そして、このアトランティス島において、王たちの巨大で驚異的な連合勢力が結成されました。 彼らは島全体を支配していただけでなく、他の多くの島々や大陸の一部をも支配していました。
πρὸς δὲ τούτοις ἔτι τῶν ἐντὸς τῇδε Λιβύης μὲν ἦρχον μέχρι πρὸς Αἴγυπτον, τῆς δὲ Εὐρώπης μέχρι Τυρρηνίας.
さらにその上、この内側の地域においても、リビアではエジプトに至るまで、ヨーロッパではテュレニアに至るまでを支配していたのです。
αὕτη δὴ πᾶσα συναθροισθεῖσα εἰς ἓν ἡ δύναμις τόν τε παρʼ ὑμῖν καὶ τὸν παρʼ ἡμῖν καὶ τὸν ἐντὸς τοῦ στόματος πάντα τόπον μιᾷ ποτὲ ἐπεχείρησεν ὁρμῇ δουλοῦσθαι.
この全勢力が一つに集結し、かつて一度の襲撃によって、あなたがたの地域も私たちの地域も、そしてこの海峡の内側にあるすべての土地を征服しようと企てました。
τότε οὖν ὑμῶν, ὦ Σόλων, τῆς πόλεως ἡ δύναμις εἰς ἅπαντας ἀνθρώπους διαφανὴς ἀρετῇ τε καὶ ῥώμῃ ἐγένετο·
ソロンよ、そのときこそ、あなたがたの都市の力が、その卓越性と強さにおいて全人類の前に明らかとなったのです。
πάντων γὰρ προστᾶσα εὐψυχίᾳ καὶ τέχναις ὅσαι κατὰ πόλεμον, τὰ μὲν τῶν Ἑλλήνων ἡγουμένη, τὰ δʼ αὐτὴ μονωθεῖσα ἐξ ἀνάγκης τῶν ἄλλων ἀποστάντων, ἐπὶ τοὺς ἐσχάτους ἀφικομένη κινδύνους, κρατήσασα μὲν τῶν ἐπιόντων τρόπαιον ἔστησεν, τοὺς δὲ μήπω δεδουλωμένους διεκώλυσεν δουλωθῆναι, τοὺς δʼ ἄλλους, ὅσοι κατοικοῦμεν ἐντὸς ὅρων Ἡρακλείων, ἀφθόνως ἅπαντας ἠλευθέρωσεν.
勇気と戦争に関わるすべての技術において他のすべての人々の先頭に立ち、あるときはギリシア人の指導者として、またあるときは他の人々が離反したためやむを得ず単独で立ち向かい、極限の危険にさらされながらも、侵略者を打ち破って戦勝記念碑を建て、未だ征服されていなかった人々が征服されるのを防ぎ、ヘラクレスの境界の内側に住む私たちその他のすべての人々を、少しの惜しみもなく解放したのです。
ὑστέρῳ δὲ χρόνῳ σεισμῶν ἐξαισίων καὶ κατακλυσμῶν γενομένων, μιᾶς ἡμέρας καὶ νυκτὸς χαλεπῆς ἐπελθούσης, τό τε παρʼ ὑμῖν μάχιμον πᾶν ἁθρόον ἔδυ κατὰ γῆς, ἥ τε Ἀτλαντὶς νῆσος ὡσαύτως κατὰ τῆς θαλάττης δῦσα ἠφανίσθη·
しかしその後、破滅的な地震と洪水が起こり、一日の、そして一つの恐ろしい夜が訪れたとき、あなたがたの側の戦士たちはみな一斉に地中に沈み、アトランティス島も同様に海中に沈んで姿を消しました。
διὸ καὶ νῦν ἄπορον καὶ ἀδιερεύνητον γέγονεν τοὐκεῖ πέλαγος, πηλοῦ κάρτα βραχέος ἐμποδὼν ὄντος, ὃν ἡ νῆσος ἱζομένη παρέσχετο.
それゆえ、現在でもあちらの海は航行不能で探検不可能となっており、島が沈下した際に生じた極めて浅い泥が、航行の妨げとなっているのです。
τὰ μὲν δὴ ῥηθέντα, ὦ Σώκρατες, ὑπὸ τοῦ παλαιοῦ Κριτίου κατʼ ἀκοὴν τὴν Σόλωνος, ὡς συντόμως εἰπεῖν, ἀκήκοας·
ソクラテスよ、年老いたクリティアスがソロンの伝承に基づいて語ったことの概要を、あなたはこうして聞かれたわけです。
λέγοντος δὲ δὴ χθὲς σοῦ περὶ πολιτείας τε καὶ τῶν ἀνδρῶν οὓς ἔλεγες, ἐθαύμαζον ἀναμιμνῃσκόμενος αὐτὰ ἃ νῦν λέγω, κατανοῶν ὡς δαιμονίως ἔκ τινος τύχης οὐκ ἄπο σκοποῦ συνηνέχθης τὰ πολλὰ οἷς Σόλων εἶπεν.
ところで、昨日あなたが国家体制やあなたが語られた人々について話されていたとき、私は今お話ししているこの事柄を思い出しながら驚嘆していました。 あなたの語られたことの大部分が、ソロンが語ったことと、何とも不思議な偶然によって的を外さずに一致していることに気づいたからです。

語釈・文法注

  1. 24bτῆς θεοῦ ... ἐνδειξαμένης — 独立属格(genitive absolute)。前置詞句 `καθάπερ ἐν ἐκείνοις τοῖς τόποις παρʼ ὑμῖν πρώτοις` を伴い、女神がアテネ人に最初にこれら(武装)を示したのと「同様に」こちらの地(エジプト)でも示したことを表す。
  2. 24cοἴσοι — 直説法未来 `οἴσει` が過去時制の主節動詞 `κατιδοῦσα` に導かれた従属節(ὅτι-節)内で間接話法の希求法(future optative)となったもの。主語は `ὁ τόπος`(関係代名詞 `ἐν ᾧ` の先行詞 `τὸν τόπον`)で、「その土地が極めて賢明な人々を生み出すであろう」という確信・予期を表す。
  3. 25aὃ καλεῖτε ... Ἡρακλέους στήλας — 関係代名詞 `ὅ` は先行詞 `τοῦ στόματος`(中性)に一致。挿入節 `ὥς φατε, ὑμεῖς`「あなたがたが言うように」が加わり、続く `Ἡρακλέους στήλας`(対格)は「あなたがたがヘラクレスの柱と呼んでいるもの(の前に)」という二重対格(主動詞 `καλεῖτε` は二重対格をとる)の構造となっている。
  4. 25dὃν ἡ νῆσος ἱζομένη παρέσχετο — 関係代名詞 `ὅν` の先行詞は `πηλοῦ`(属格だが、前置詞 `ἐμποδὼν ὄντος` の主語として属格独立)。`ἱζομένη` は「沈下しながら」を意味する現在分詞中動態(または受動態)で、島の沈下というプロセスを記述している。

この箇所を引用する

プラトン, ティマイオス §24-25. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:24-25

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。