§26ΚΡ. οὐ μὴν ἐβουλήθην παραχρῆμα εἰπεῖν·
克里底亚:然而,我并不想立即把这件事说出来,因为隔了这么久,我的记忆已经不够充分了。
διὰ χρόνου γὰρ οὐχ ἱκανῶς ἐμεμνήμην. ἐνενόησα οὖν ὅτι χρεὼν εἴη με πρὸς ἐμαυτὸν πρῶτον ἱκανῶς πάντα ἀναλαβόντα λέγειν οὕτως.
因此我意识到,我必须先在自己心里把所有事情充分地温习一遍,然后才能这样说。
ὅθεν ταχὺ συνωμολόγησά σοι τὰ ἐπιταχθέντα χθές, ἡγούμενος, ὅπερ ἐν ἅπασι τοῖς τοιοῖσδε μέγιστον ἔργον, λόγον τινὰ πρέποντα τοῖς βουλήμασιν ὑποθέσθαι, τούτου μετρίως ἡμᾶς εὐπορήσειν.
这就是为什么昨天我很快就同意了你交给我们的任务,因为我认为,在这类事情中最重要的工作——即为我们的意图奠定一个合适的论说基础——我们已经有了相当温和的储备。
οὕτω δή, καθάπερ ὅδʼ εἶπεν, χθές τε εὐθὺς ἐνθένδε ἀπιὼν πρὸς τούσδε ἀνέφερον αὐτὰ ἀναμιμνῃσκόμενος, ἀπελθών τε σχεδόν τι πάντα ἐπισκοπῶν τῆς νυκτὸς ἀνέλαβον.
因此,正如他所说的,昨天我一离开这里,就向他们提及这些事情,边想边说;回去之后,几乎整夜都在反复琢磨,终于把它们全部恢复了。
ὡς δή τοι, τὸ λεγόμενον, τὰ παίδων μαθήματα θαυμαστὸν ἔχει τι μνημεῖον.
正如俗话所说,童年时代的学习确实有着奇妙的记忆力!
ἐγὼ γὰρ ἃ μὲν χθὲς ἤκουσα, οὐκ ἂν οἶδʼ εἰ δυναίμην ἅπαντα ἐν μνήμῃ πάλιν λαβεῖν· ταῦτα δὲ ἃ πάμπολυν χρόνον διακήκοα, παντάπασι θαυμάσαιμʼ ἂν εἴ τί με αὐτῶν διαπέφευγεν.
我不知道自己是否能把昨天听到的一切重新记在脑海里,但对于这些很久以前听到过的事情,如果其中有什么漏掉了,那我真的会感到非常惊讶。
ἦν μὲν οὖν μετὰ πολλῆς ἡδονῆς καὶ παιδιᾶς τότε ἀκουόμενα, καὶ τοῦ πρεσβύτου προθύμως με διδάσκοντος, ἅτʼ ἐμοῦ πολλάκις ἐπανερωτῶντος, ὥστε οἷον ἐγκαύματα ἀνεκπλύτου γραφῆς ἔμμονά μοι γέγονεν·
当时听到这些时,充满了极大的乐趣和欢声笑语,而且老人家也很热心地教我,因为我反复提问,所以这些事情就像无法洗掉的蜡画灼痕一样,深深地留在了我的记忆中。
καὶ δὴ καὶ τοῖσδε εὐθὺς ἔλεγον ἕωθεν αὐτὰ ταῦτα, ἵνα εὐποροῖεν λόγων μετʼ ἐμοῦ.
确实,今天天一亮我就把这些话告诉了他们,以便他们和我一起,在谈话时有充足的话题。
νῦν οὖν, οὗπερ ἕνεκα πάντα ταῦτα εἴρηται, λέγειν εἰμὶ ἕτοιμος, ὦ Σώκρατες, μὴ μόνον ἐν κεφαλαίοις ἀλλʼ ὥσπερ ἤκουσα καθʼ ἕκαστον·
现在,为了达到说这些话的目的,苏格拉底,我已经准备好不仅从大体上、而且要像我所听到的一样,一字不漏地讲出来。
τοὺς δὲ πολίτας καὶ τὴν πόλιν ἣν χθὲς ἡμῖν ὡς ἐν μύθῳ διῄεισθα σύ, νῦν μετενεγκόντες ἐπὶ τἀληθὲς δεῦρο θήσομεν ὡς ἐκείνην τήνδε οὖσαν, καὶ τοὺς πολίτας οὓς διενοοῦ φήσομεν ἐκείνους τοὺς ἀληθινοὺς εἶναι προγόνους ἡμῶν, οὓς ἔλεγεν ὁ ἱερεύς.
至于你昨天像讲神话一样向我们描述的市民和城邦,我们现在要把他们转移到现实中来,假设那个城邦就是这里的这个,并且我们要说,你所设想的那些市民就是祭司所说的我们真正的祖先。
πάντως ἁρμόσουσι καὶ οὐκ ἀπᾳσόμεθα λέγοντες αὐτοὺς εἶναι τοὺς ἐν τῷ τότε ὄντας χρόνῳ.
他们将完全吻合,我们说他们就是当时的那些人,绝不会有任何不和谐。
κοινῇ δὲ διαλαμβάνοντες ἅπαντες πειρασόμεθα τὸ πρέπον εἰς δύναμιν οἷς ἐπέταξας ἀποδοῦναι.
我们将共同分工,尽最大努力来回报你所交托的任务。
σκοπεῖν οὖν δὴ χρή, ὦ Σώκρατες, εἰ κατὰ νοῦν ὁ λόγος ἡμῖν οὗτος, ἤ τινα ἔτʼ ἄλλον ἀντʼ αὐτοῦ ζητητέον.
因此,苏格拉底,我们必须考虑这个方案是否符合我们的意愿,或者是否还要寻找其他的方案来代替它。
§27ΣΩ. καὶ τίνʼ ἄν, ὦ Κριτία, μᾶλλον ἀντὶ τούτου μεταλάβοιμεν, ὃς τῇ τε παρούσῃ τῆς θεοῦ θυσίᾳ διὰ τὴν οἰκειότητʼ ἂν πρέποι μάλιστα, τό τε μὴ πλασθέντα μῦθον ἀλλʼ ἀληθινὸν λόγον εἶναι πάμμεγά που.
苏格拉底:克里底亚啊,除了这个方案,我们还能用什么来代替它呢? 由于这个故事与当前的女神祭典有着极其亲密的关系,它再合适不过了;而且,它不是虚构的神话,而是真实的歷史,这可是至关重要的。
πῶς γὰρ καὶ πόθεν ἄλλους ἀνευρήσομεν ἀφέμενοι τούτων;
如果我们放弃这些,又该如何、从何处去寻找其他的呢?
οὐκ ἔστιν, ἀλλʼ ἀγαθῇ τύχῃ χρὴ λέγειν μὲν ὑμᾶς, ἐμὲ δὲ ἀντὶ τῶν χθὲς λόγων νῦν ἡσυχίαν ἄγοντα ἀντακούειν.
这是不可能的。 所以,祝你们好运,请你们说吧,而我作为对昨天言论的回报,现在应该保持安静,轮流倾听。
ΚΡ. σκόπει δὴ τὴν τῶν ξενίων σοι διάθεσιν, ὦ Σώκρατες, ᾗ διέθεμεν.
克里底亚:苏格拉底啊,请看看我们为你安排的这份“款待”的顺序。
ἔδοξεν γὰρ ἡμῖν Τίμαιον μέν, ἅτε ὄντα ἀστρονομικώτατον ἡμῶν καὶ περὶ φύσεως τοῦ παντὸς εἰδέναι μάλιστα ἔργον πεποιημένον, πρῶτον λέγειν ἀρχόμενον ἀπὸ τῆς τοῦ κόσμου γενέσεως, τελευτᾶν δὲ εἰς ἀνθρώπων φύσιν· ἐμὲ δὲ μετὰ τοῦτον, ὡς παρὰ μὲν τούτου δεδεγμένον ἀνθρώπους τῷ λόγῳ γεγονότας, παρὰ σοῦ δὲ πεπαιδευμένους διαφερόντως αὐτῶν τινας, κατὰ δὲ τὸν Σόλωνος λόγον τε καὶ νόμον εἰσαγαγόντα αὐτοὺς ὡς εἰς δικαστὰς ἡμᾶς ποιῆσαι πολίτας τῆς πόλεως τῆσδε ὡς ὄντας τοὺς τότε Ἀθηναίους, οὓς ἐμήνυσεν ἀφανεῖς ὄντας ἡ τῶν ἱερῶν γραμμάτων φήμη, τὰ λοιπὰ δὲ ὡς περὶ πολιτῶν καὶ Ἀθηναίων ὄντων ἤδη ποιεῖσθαι τοὺς λόγους.
我们认为,提迈欧既然是我们中间最精通天文学的人,并且把认识宇宙的本性作为自己的首要工作,他就应该最先发言,从宇宙的生成开始,一直讲到人类的本性;而我则在他之后发言,从他那里接过在言论中诞生的人类,再从你这里接过其中接受了杰出教育的几个人,并根据索伦的论说和法律,把他们带到我们这些裁判官面前,使他们成为这个城邦的市民,因为他们就是当时神圣文献记载中已经消失的那些雅典人。 此后,我们就要把他们当作我们雅典市民来进行剩下的讨论。
ΣΩ. τελέως τε καὶ λαμπρῶς ἔοικα ἀνταπολήψεσθαι τὴν τῶν λόγων ἑστίασιν.
苏格拉底:看来我将得到一次完整而辉煌的言论盛宴作为回报。
σὸν οὖν ἔργον λέγειν ἄν, ὦ Τίμαιε, τὸ μετὰ τοῦτο, ὡς ἔοικεν, εἴη καλέσαντα κατὰ νόμον θεούς.
提迈欧,接下来的工作就看你的了,看样子你应当按照惯例祈求神明开始发言了。
ΤΙ. ἀλλʼ, ὦ Σώκρατες, τοῦτό γε δὴ πάντες ὅσοι καὶ κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ καὶ μεγάλου πράγματος θεὸν ἀεί που καλοῦσιν·
提迈欧:但是,苏格拉底,任何只要有一点点理智的人,在开始任何大大小小的事情时,总会祈求神明。
ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, ᾗ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παντάπασι παραλλάττομεν, ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα, ἑπομένως δὲ ἡμῖν εἰπεῖν.
而我们这些准备以某种方式对宇宙进行探讨的人——探讨它是如何生成的,或者它甚至是没有生成的——除非我们完全糊涂了,否则我们必须向诸神和女神祈求,使我们所说的一切首先最符合他们的意愿,其次也能让我们最顺畅地表达。
καὶ τὰ μὲν περὶ θεῶν ταύτῃ παρακεκλήσθω· τὸ δʼ ἡμέτερον παρακλητέον, ᾗ ῥᾷστʼ ἂν ὑμεῖς μὲν μάθοιτε, ἐγὼ δὲ ᾗ διανοοῦμαι μάλιστʼ ἂν περὶ τῶν προκειμένων ἐνδειξαίμην.
对于诸神的祈求就到此为止;但我们也必须对我们自己的一方进行祈求,以便你们最容易理解,而我最能将我对于提出之主题的思考表达出来。