Humanitext Reader

プラトン · ティマイオス §22-23

エジプトの神官がソロンに語る人類の破滅と忘却

4 / 41 箇所 · ギリシア語

要旨

ソロンがエジプトのサイスを訪れ、老神官からギリシア人が歴史の破滅を繰り返して記憶を失っていること、かつてアテネにはエジプトよりも古く優れた都市文明が存在していたことを告げられます。

§22ΚΡ. οἷ δὴ Σόλων ἔφη πορευθεὶς σφόδρα τε γενέσθαι παρʼ αὐτοῖς ἔντιμος, καὶ δὴ καὶ τὰ παλαιὰ ἀνερωτῶν ποτε τοὺς μάλιστα περὶ ταῦτα τῶν ἱερέων ἐμπείρους, σχεδὸν οὔτε αὑτὸν οὔτε ἄλλον Ἕλληνα οὐδένα οὐδὲν ὡς ἔπος εἰπεῖν εἰδότα περὶ τῶν τοιούτων ἀνευρεῖν.
【クリティアス】そこへ旅行したソロンは、彼らの間で大いに重んじられるようになったと語りました。 そしてあるとき、これらのことに最も通じた神官たちに古代のことを尋ねたところ、自分自身も、また他のどのギリシア人も、そういう事柄については、いわば何一つ知らないことを見出したのでした。
καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους, τῶν τῇδε τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖν, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης, καὶ μετὰ τὸν κατακλυσμὸν αὖ περὶ Δευκαλίωνος καὶ Πύρρας ὡς διεγένοντο μυθολογεῖν, καὶ τοὺς ἐξ αὐτῶν γενεαλογεῖν, καὶ τὰ τῶν ἐτῶν ὅσα ἦν οἷς ἔλεγεν πειρᾶσθαι διαμνημονεύων τοὺς χρόνους ἀριθμεῖν·
そしてあるとき、彼らを古代についての対話へと導こうとして、この地の最も古い事柄を語り始め、最初の人間と言われるフォロネウスやニオベについて、また大洪水ののちにはデウカリオンとピュラがどのように生き延びたかという伝説を語り、その子孫たちの系図を説き、また自分が語る対象の年代が何年になるかを、歳月を数えながら思い起こそうと試みました。
καί τινα εἰπεῖν τῶν ἱερέων εὖ μάλα παλαιόν·
すると、神官たちの中の極めて高齢の一人が言いました。
ὦ Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐκ ἔστιν.
「ソロンよ、ソロンよ。 あなたがたギリシア人は常に子供であり、老いたギリシア人など存在しない。
ἀκούσας οὖν, πῶς τί τοῦτο λέγεις;
」これを聞いたソロンは、「それはどういう意味ですか」と尋ねました。
φάναι.
すると神官は言いました。
νέοι ἐστέ, εἰπεῖν, τὰς ψυχὰς πάντες·
「あなたがたはみな、魂において若いのです。
οὐδεμίαν γὰρ ἐν αὐταῖς ἔχετε διʼ ἀρχαίαν ἀκοὴν παλαιὰν δόξαν οὐδὲ μάθημα χρόνῳ πολιὸν οὐδέν.
なぜなら、あなたがたの魂には、古い伝承に基づく古くからの意見も、時の経過によって白髪となったいかなる知識もないからです。
τὸ δὲ τούτων αἴτιον τόδε.
その原因は次の通りです。
πολλαὶ κατὰ πολλὰ φθοραὶ γεγόνασιν ἀνθρώπων καὶ ἔσονται, πυρὶ μὲν καὶ ὕδατι μέγισται, μυρίοις δὲ ἄλλοις ἕτεραι βραχύτεραι.
これまでにも人間の破滅は様々な形で何度も起こっており、これからも起こるでしょう。 火と水によるものが最大ですが、他の無数の原因による、より規模の小さい破滅もまたあります。
τὸ γὰρ οὖν καὶ παρʼ ὑμῖν λεγόμενον, ὥς ποτε Φαέθων Ἡλίου παῖς τὸ τοῦ πατρὸς ἅρμα ζεύξας διὰ τὸ μὴ δυνατὸς εἶναι κατὰ τὴν τοῦ πατρὸς ὁδὸν ἐλαύνειν τά τʼ ἐπὶ γῆς συνέκαυσεν καὶ αὐτὸς κεραυνωθεὶς διεφθάρη, τοῦτο μύθου μὲν σχῆμα ἔχον λέγεται, τὸ δὲ ἀληθές ἐστι τῶν περὶ γῆν κατʼ οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ μακρῶν χρόνων γιγνομένη τῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθορά.
あなたがたの間でも語られていること、すなわち、かつて太陽神の息子ファエトンが父の戦車に軛をかけたものの、父の軌道通りに駆ることができずに、地上のものを焼き払い、自らも雷に打たれて滅びたという話は、神話の形をとって語られていますが、その真相は、地球の周りの天界を運行する天体の軌道の逸れであり、長い時間の周期を経て起こる、地上にあるものの多大な火による破滅なのです。
τότε οὖν ὅσοι κατʼ ὄρη καὶ ἐν ὑψηλοῖς τόποις καὶ ἐν ξηροῖς οἰκοῦσιν μᾶλλον διόλλυνται τῶν ποταμοῖς καὶ θαλάττῃ προσοικούντων·
そのとき、山々や高地、乾燥した場所に住む人々は、川や海の近くに住む人々よりも、より甚だしく滅びます。
ἡμῖν δὲ ὁ Νεῖλος εἴς τε τἆλλα σωτὴρ καὶ τότε ἐκ ταύτης τῆς ἀπορίας σῴζει λυόμενος.
しかし私たちのところでは、ナイルが他の点でも救い手であるように、この窮地からも、その流れを解き放つことによって私たちを救ってくれるのです。
ὅταν δʼ αὖ θεοὶ τὴν γῆν ὕδασιν καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσιν διασῴζονται βουκόλοι νομῆς τε, οἱ δʼ ἐν ταῖς παρʼ ὑμῖν πόλεσιν εἰς τὴν θάλατταν ὑπὸ τῶν ποταμῶν φέρονται·
一方で、神々が水によって地球を洗い流し、洪水を引き起こすとき、山々にいる牛飼いや羊飼いたちは生き残りますが、あなたがたの都市に住む人々は、河川によって海へと押し流されてしまいます。
κατὰ δὲ τήνδε χώραν οὔτε τότε οὔτε ἄλλοτε ἄνωθεν ἐπὶ τὰς ἀρούρας ὕδωρ ἐπιρρεῖ, τὸ δʼ ἐναντίον κάτωθεν πᾶν ἐπανιέναι πέφυκεν.
しかしこの地方では、そのときも他のときも、耕地の上に天から水が降り注ぐことはなく、逆にすべて下から湧き上がる仕組みになっているのです。
§23ΚΡ. ὅθεν καὶ διʼ ἃς αἰτίας τἀνθάδε σῳζόμενα λέγεται παλαιότατα·
【クリティアス】そのため、またそのような原因によって、ここに保存されているものが最も古いと言われているのです。
τὸ δὲ ἀληθές, ἐν πᾶσιν τοῖς τόποις ὅπου μὴ χειμὼν ἐξαίσιος ἢ καῦμα ἀπείργει, πλέον, τοτὲ δὲ ἔλαττον ἀεὶ γένος ἐστὶν ἀνθρώπων.
しかし実のところ、異常な寒さや暑さがそれを妨げないあらゆる場所において、常にあるときは多く、あるときは少なく、人類は存在し続けているのです。
ὅσα δὲ ἢ παρʼ ὑμῖν ἢ τῇδε ἢ καὶ κατʼ ἄλλον τόπον ὧν ἀκοῇ ἴσμεν, εἴ πού τι καλὸν ἢ μέγα γέγονεν ἢ καί τινα διαφορὰν ἄλλην ἔχον, πάντα γεγραμμένα ἐκ παλαιοῦ τῇδʼ ἐστὶν ἐν τοῖς ἱεροῖς καὶ σεσωσμένα·
あなたがたの間でも、この地でも、あるいは私たちが伝え聞いている他の場所でも、何か美しく偉大なこと、あるいは他に類を見ない特徴を持つことが起こったなら、それらはすべて、古くからこの地の神殿に書き残され、保存されてきました。
τὰ δὲ παρʼ ὑμῖν καὶ τοῖς ἄλλοις ἄρτι κατεσκευασμένα ἑκάστοτε τυγχάνει γράμμασι καὶ ἅπασιν ὁπόσων πόλεις δέονται, καὶ πάλιν διʼ εἰωθότων ἐτῶν ὥσπερ νόσημα ἥκει φερόμενον αὐτοῖς ῥεῦμα οὐράνιον καὶ τοὺς ἀγραμμάτους τε καὶ ἀμούσους ἔλιπεν ὑμῶν, ὥστε πάλιν ἐξ ἀρχῆς οἷον νέοι γίγνεσθε, οὐδὲν εἰδότες οὔτε τῶν τῇδε οὔτε τῶν παρʼ ὑμῖν, ὅσα ἦν ἐν τοῖς παλαιοῖς χρόνοις.
しかし、あなたがたや他の人々のところでは、その都度、文字や都市が必要とするすべてのものが整えられたばかりのときに、再び、決まった年限を経て、あたかも疫病のように天からの奔流が彼らに襲いかかり、あなたがたのうちの文字を知らず教養のない人々だけを残すのです。 その結果、あなたがたは再び最初から、いわば若者として生まれ変わり、この地のことについても、あなたがた自身の地のことについても、古代に何があったかを何一つ知らなくなってしまいます。
τὰ γοῦν νυνδὴ γενεαλογηθέντα, ὦ Σόλων, περὶ τῶν παρʼ ὑμῖν ἃ διῆλθες, παίδων βραχύ τι διαφέρει μύθων, οἳ πρῶτον μὲν ἕνα γῆς κατακλυσμὸν μέμνησθε πολλῶν ἔμπροσθεν γεγονότων, ἔτι δὲ τὸ κάλλιστον καὶ ἄριστον γένος ἐπʼ ἀνθρώπους ἐν τῇ χώρᾳ παρʼ ὑμῖν οὐκ ἴστε γεγονός, ἐξ ὧν σύ τε καὶ πᾶσα ἡ πόλις ἔστιν τὰ νῦν ὑμῶν, περιλειφθέντος ποτὲ σπέρματος βραχέος, ἀλλʼ ὑμᾶς λέληθεν διὰ τὸ τοὺς περιγενομένους ἐπὶ πολλὰς γενεὰς γράμμασιν τελευτᾶν ἀφώνους.
実際、ソロンよ、あなたが先ほど語った、あなたがたの側の系図は、子供の絵本とほとんど変わりません。 第一に、あなたがたは、それ以前に多くあった大洪水のうち、ただ一回の大洪水しか覚えていません。 さらに、あなたがたは、その国にかつて存在した、人類のうちで最も美しく最も優れた種族のことを知りません。 あなた自身も、今のあなたがたの都市全体も、かつてわずかに取り残されたその種族の末裔なのです。 しかし、生き残った人々が多くの世代にわたり、文字を持たずに口を閉ざしたまま死んでいったために、あなたがたはそのことを知らないのです。
ἦν γὰρ δή ποτε, ὦ Σόλων, ὑπὲρ τὴν μεγίστην φθορὰν ὕδασιν ἡ νῦν Ἀθηναίων οὖσα πόλις ἀρίστη πρός τε τὸν πόλεμον καὶ κατὰ πάντα εὐνομωτάτη διαφερόντως·
ソロンよ、かつて、あの最大の水の破滅が起こる前、現在のあのアテネの都市は、戦争において最も優れ、あらゆる点で際立って極めて秩序ある秩序を持っていました。
ᾗ κάλλιστα ἔργα καὶ πολιτεῖαι γενέσθαι λέγονται κάλλισται πασῶν ὁπόσων ὑπὸ τὸν οὐρανὸν ἡμεῖς ἀκοὴν παρεδεξάμεθα.
その都市において、最も美しい偉業が成し遂げられ、私たちが天の下で伝え聞いているすべてのものの中で、最も美しい国制が存在したと言われているのです。
ἀκούσας οὖν ὁ Σόλων ἔφη θαυμάσαι καὶ πᾶσαν προθυμίαν σχεῖν δεόμενος τῶν ἱερέων πάντα διʼ ἀκριβείας οἱ τὰ περὶ τῶν πάλαι πολιτῶν ἑξῆς διελθεῖν.
」これを聞いたソロンは驚き、大いに熱意を抱いて、神官たちに対して、かつての市民たちに関するすべてのことを順序立てて正確に語ってくれるよう求めたと言いました。
τὸν οὖν ἱερέα φάναι·
するとその神官は言いました。
φθόνος οὐδείς, ὦ Σόλων, ἀλλὰ σοῦ τε ἕνεκα ἐρῶ καὶ τῆς πόλεως ὑμῶν, μάλιστα δὲ τῆς θεοῦ χάριν, ἣ τήν τε ὑμετέραν καὶ τήνδε ἔλαχεν καὶ ἔθρεψεν καὶ ἐπαίδευσεν, προτέραν μὲν τὴν παρʼ ὑμῖν ἔτεσιν χιλίοις, ἐκ Γῆς τε καὶ Ἡφαίστου τὸ σπέρμα παραλαβοῦσα ὑμῶν, τήνδε δὲ ὑστέραν.
「惜しむことはありません、ソロンよ。 あなたのため、またあなたがたの都市のため、そして何よりも、あなたがたの都市とこの都市を自らの分け前とし、養育し、教育した女神のために語りましょう。 女神は、あなたがたの都市を、大地とヘパイストスからその種を受け継いで、千年も前に先に創設し、こちらの都市を後に創設されたのです。
τῆς δὲ ἐνθάδε διακοσμήσεως παρʼ ἡμῖν ἐν τοῖς ἱεροῖς γράμμασιν ὀκτακισχιλίων ἐτῶν ἀριθμὸς γέγραπται.
こちらの体制については、私たちの神殿の記録に八千年の年月が記されています。
περὶ δὴ τῶν ἐνακισχίλια γεγονότων ἔτη πολιτῶν σοι δηλώσω διὰ βραχέων νόμους, καὶ τῶν ἔργων αὐτοῖς ὃ κάλλιστον ἐπράχθη·
したがって、九千年前に存在したあなたがたの市民の法律と、彼らによって成し遂げられた最も美しい偉業について、簡潔に説明しましょう。

語釈・文法注

  1. 22aσχεδὸν οὔτε αὑτὸν οὔτε ἄλλον Ἕλληνα οὐδένα οὐδὲν ὡς ἔπος εἰπεῖν εἰδότα περὶ τῶν τοιούτων ἀνευρεῖν — 不定詞 `ἀνευρεῖν`(見出す)は主動詞 `ἔφη` に導かれており、その補足分詞として対格の `εἰδότα`(知っていること)を取ります。主格であるソロン自身(`αὑτόν`)および他のギリシア人(`ἄλλον Ἕλληνα οὐδένα`)がこの分詞の意味上の主語(対格)であり、全体として「自分も他のギリシア人もそのような事柄について何一つ知っていないことを見出した」という構造になります。
  2. 22bτὰ τῶν ἐτῶν ὅσα ἦν οἷς ἔλεγεν — 関係代名詞 `οἷς` は、本来は `ἔλεγεν` の直接目的語(対格 `ἅ`)となるべきところ、先行詞(省略されている与格の `τοῖς ἔτεσιν`)に引かれて与格へと格変化(牽引)しています。`ὅσα ἦν` は「(その件数が)どれほどであったか」という間接疑問節を形成し、`ἀριθμεῖν` の目的語である `τοὺς χρόνους` を説明しています。
  3. 23aἄρτι κατεσκευασμένα ἑκάστοτε τυγχάνει γράμμασι καὶ ἅπασιν ὁπόσων πόλεις δέονται — 非人称的ではない `τυγχάνω` は主格の補足分詞を伴って「現に〜している」を意味します。ここでは主語(`τὰ παρʼ ὑμῖν...`)に対応する中性複数分詞 `κατεσκευασμένα` が補語となり、「文字や都市が必要とする万物が整えられたばかりのときである」という状態を示します。`γράμμασι` および `ἅπασιν` は手段あるいは伴随の与格です。
  4. 23bοἳ πρῶτον μὲν ἕνα γῆς κατακλυσμὸν μέμνησθε πολλῶν ἔμπροσθεν γεγονότων — 関係代名詞 `οἳ` は、前文の「あなたがた(2人称複数)」を先行詞とし、動詞 `μέμνησθε`(2人称複数)の主語となっています。後半の `πολλῶν ἔμπροσθεν γεγονότων` は属格独立構文(分詞 `γεγονότων` と名詞 `πολλῶν` [大洪水])であり、「以前に多くの洪水が起こっていたにもかかわらず」という譲歩的なニュアンスを表します。

この箇所を引用する

プラトン, ティマイオス §22-23. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:22-23

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。