§22ΚΡ.
οἷ δὴ Σόλων ἔφη πορευθεὶς σφόδρα τε γενέσθαι παρʼ αὐτοῖς ἔντιμος, καὶ δὴ καὶ τὰ παλαιὰ ἀνερωτῶν ποτε τοὺς μάλιστα περὶ ταῦτα τῶν ἱερέων ἐμπείρους, σχεδὸν οὔτε αὑτὸν οὔτε ἄλλον Ἕλληνα οὐδένα οὐδὲν ὡς ἔπος εἰπεῖν εἰδότα περὶ τῶν τοιούτων ἀνευρεῖν.
克里底亚:索伦说,当他旅行到那里时,在他们中间受到了极大的尊敬,确实,有一次当他向那些在这些事情上最有经验的祭司询问古代的事物时,他发现实际上他自己和任何其他希腊人,对这类事情可以说几乎一无所知。
καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους, τῶν τῇδε τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖν, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης, καὶ μετὰ τὸν κατακλυσμὸν αὖ περὶ Δευκαλίωνος καὶ Πύρρας ὡς διεγένοντο μυθολογεῖν, καὶ τοὺς ἐξ αὐτῶν γενεαλογεῖν, καὶ τὰ τῶν ἐτῶν ὅσα ἦν οἷς ἔλεγεν πειρᾶσθαι διαμνημονεύων τοὺς χρόνους ἀριθμεῖν·
有一次,他想引导他们探讨古代的事,便试着讲述这个地方最古老的事情,讲述被称为第一人的福罗纽斯和尼奥贝,以及在大洪水之后,德乌卡利翁和皮拉是如何幸存下来的传说,并追溯他们后代的谱系,试着通过记住他所说的事情的年数来计算时间。
καί τινα εἰπεῖν τῶν ἱερέων εὖ μάλα παλαιόν· ὦ Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐκ ἔστιν.
这时,祭司中一位极年长的人说道: “啊,索伦,索伦,你们希腊人永远是孩子,没有一个希腊人是老人。
ἀκούσας οὖν,
πῶς τί τοῦτο λέγεις;
” 索伦听了,便问道: “你这是什么意思? 为什么这么说?
φάναι. νέοι ἐστέ,
εἰπεῖν,
τὰς ψυχὰς πάντες· οὐδεμίαν γὰρ ἐν αὐταῖς ἔχετε διʼ ἀρχαίαν ἀκοὴν παλαιὰν δόξαν οὐδὲ μάθημα χρόνῳ πολιὸν οὐδέν.
” 祭司回答道: “你们在灵魂上都是年轻的;因为在你们的灵魂中,既没有源于古代传说的古老意见,也没有因时间流逝而苍老的知识。
τὸ δὲ τούτων αἴτιον τόδε.
而造成这种情况的原因如下。
πολλαὶ κατὰ πολλὰ φθοραὶ γεγόνασιν ἀνθρώπων καὶ ἔσονται, πυρὶ μὲν καὶ ὕδατι μέγισται, μυρίοις δὲ ἄλλοις ἕτεραι βραχύτεραι.
人类曾因许多原因发生过多次毁灭,未来也还会发生,最大的是由火和水引起的,而由无数其他原因引起的毁灭则较小。
τὸ γὰρ οὖν καὶ παρʼ ὑμῖν λεγόμενον, ὥς ποτε Φαέθων Ἡλίου παῖς τὸ τοῦ πατρὸς ἅρμα ζεύξας διὰ τὸ μὴ δυνατὸς εἶναι κατὰ τὴν τοῦ πατρὸς ὁδὸν ἐλαύνειν τά τʼ ἐπὶ γῆς συνέκαυσεν καὶ αὐτὸς κεραυνωθεὶς διεφθάρη, τοῦτο μύθου μὲν σχῆμα ἔχον λέγεται, τὸ δὲ ἀληθές ἐστι τῶν περὶ γῆν κατʼ οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ μακρῶν χρόνων γιγνομένη τῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθορά.
因为在你们那里流传的故事,说昔日太阳神之子法厄同虽然驾驭了父亲的战车,却因为无法沿着父亲的轨道驾驶,烧毁了地上的一切,他自己也被雷电击中而毁灭,这个故事虽然是以神话的形式讲述的,但其真实情况是围绕地球在天空中运行的星体的轨道偏转,以及在漫长的周期之后,地上的万物因大火而发生的毁灭。
τότε οὖν ὅσοι κατʼ ὄρη καὶ ἐν ὑψηλοῖς τόποις καὶ ἐν ξηροῖς οἰκοῦσιν μᾶλλον διόλλυνται τῶν ποταμοῖς καὶ θαλάττῃ προσοικούντων·
在那个时候,居住在山区、高地和干燥地方的人,比居住在河流和大海附近的人更容易毁灭。
ἡμῖν δὲ ὁ Νεῖλος εἴς τε τἆλλα σωτὴρ καὶ τότε ἐκ ταύτης τῆς ἀπορίας σῴζει λυόμενος.
但在我们这里,尼罗河在其他方面是我们的救星,在那个时候也通过其源流的释放使我们免于这种困境。
ὅταν δʼ αὖ θεοὶ τὴν γῆν ὕδασιν καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσιν διασῴζονται βουκόλοι νομῆς τε, οἱ δʼ ἐν ταῖς παρʼ ὑμῖν πόλεσιν εἰς τὴν θάλατταν ὑπὸ τῶν ποταμῶν φέρονται·
另一方面,当神用洪水清洗大地并使其淹没时,山上的牧牛人和牧羊人得以幸存,但在你们城邦里的人,则被河流冲入大海。
κατὰ δὲ τήνδε χώραν οὔτε τότε οὔτε ἄλλοτε ἄνωθεν ἐπὶ τὰς ἀρούρας ὕδωρ ἐπιρρεῖ, τὸ δʼ ἐναντίον κάτωθεν πᾶν ἐπανιέναι πέφυκεν.
而在我们这个地方,无论是在那时还是在其他时候,水都不会从上方降落到田地上,相反,所有水分自然地从下方升起。
§23ΚΡ.
ὅθεν καὶ διʼ ἃς αἰτίας τἀνθάδε σῳζόμενα λέγεται παλαιότατα·
克里底亚:因此,由于这些原因,这里保存的东西被称为最古老的。
τὸ δὲ ἀληθές, ἐν πᾶσιν τοῖς τόποις ὅπου μὴ χειμὼν ἐξαίσιος ἢ καῦμα ἀπείργει, πλέον, τοτὲ δὲ ἔλαττον ἀεὶ γένος ἐστὶν ἀνθρώπων.
但实际上,在所有没有异常寒冷或炎热阻碍的地方,人类始终存在,有时较多,有时较少。
ὅσα δὲ ἢ παρʼ ὑμῖν ἢ τῇδε ἢ καὶ κατʼ ἄλλον τόπον ὧν ἀκοῇ ἴσμεν, εἴ πού τι καλὸν ἢ μέγα γέγονεν ἢ καί τινα διαφορὰν ἄλλην ἔχον, πάντα γεγραμμένα ἐκ παλαιοῦ τῇδʼ ἐστὶν ἐν τοῖς ἱεροῖς καὶ σεσωσμένα·
无论是在你们那里,还是在这里,或者在其他我们通过传闻知道的地方,如果发生了什么美丽或伟大、或者具有其他特殊之处的事情,所有这些从古至今都被记录在我们的神殿中并保存下来。
τὰ δὲ παρʼ ὑμῖν καὶ τοῖς ἄλλοις ἄρτι κατεσκευασμένα ἑκάστοτε τυγχάνει γράμμασι καὶ ἅπασιν ὁπόσων πόλεις δέονται, καὶ πάλιν διʼ εἰωθότων ἐτῶν ὥσπερ νόσημα ἥκει φερόμενον αὐτοῖς ῥεῦμα οὐράνιον καὶ τοὺς ἀγραμμάτους τε καὶ ἀμούσους ἔλιπεν ὑμῶν, ὥστε πάλιν ἐξ ἀρχῆς οἷον νέοι γίγνεσθε, οὐδὲν εἰδότες οὔτε τῶν τῇδε οὔτε τῶν παρʼ ὑμῖν, ὅσα ἦν ἐν τοῖς παλαιοῖς χρόνοις.
但是,在你们和其他人那里,每次你们的城邦刚刚配备了文字和城市所需要的一切,再次经历了一定的年限,天上的洪流就像瘟疫一样降临在他们身上,只留下你们中间那些不识字且没有教养的人,以至于你们又像年轻人一样从头开始,对古代发生在这里或你们自己土地上的事情一无所知。
τὰ γοῦν νυνδὴ γενεαλογηθέντα, ὦ Σόλων, περὶ τῶν παρʼ ὑμῖν ἃ διῆλθες, παίδων βραχύ τι διαφέρει μύθων, οἳ πρῶτον μὲν ἕνα γῆς κατακλυσμὸν μέμνησθε πολλῶν ἔμπροσθεν γεγονότων, ἔτι δὲ τὸ κάλλιστον καὶ ἄριστον γένος ἐπʼ ἀνθρώπους ἐν τῇ χώρᾳ παρʼ ὑμῖν οὐκ ἴστε γεγονός, ἐξ ὧν σύ τε καὶ πᾶσα ἡ πόλις ἔστιν τὰ νῦν ὑμῶν, περιλειφθέντος ποτὲ σπέρματος βραχέος, ἀλλʼ ὑμᾶς λέληθεν διὰ τὸ τοὺς περιγενομένους ἐπὶ πολλὰς γενεὰς γράμμασιν τελευτᾶν ἀφώνους.
确实,索伦,你刚才讲述的关于你们人民的谱系,和孩子的神话差不了多少。 首先,你们只记得地上的一次大洪水,尽管在此之前曾发生过许多次;此外,你们不知道在你们那片土地上,曾存在过人类中最美丽、最优秀的种族,你和你们现在的整个城邦都是从他们曾经留下的微小种子里幸存下来的。 但这被你们遗忘了,因为幸存下来的许多代人死时都没有留下文字记录。
ἦν γὰρ δή ποτε, ὦ Σόλων, ὑπὲρ τὴν μεγίστην φθορὰν ὕδασιν ἡ νῦν Ἀθηναίων οὖσα πόλις ἀρίστη πρός τε τὸν πόλεμον καὶ κατὰ πάντα εὐνομωτάτη διαφερόντως· ᾗ κάλλιστα ἔργα καὶ πολιτεῖαι γενέσθαι λέγονται κάλλισται πασῶν ὁπόσων ὑπὸ τὸν οὐρανὸν ἡμεῖς ἀκοὴν παρεδεξάμεθα.
因为,索伦啊,在最严重的水灾之前,现在的雅典城邦在战争中曾是最优秀的,在各个方面都极其守法;据传,在天底下我们所听说过的一切事物中,雅典曾拥有最美丽的功绩和最美丽的政体。
ἀκούσας οὖν ὁ Σόλων ἔφη θαυμάσαι καὶ πᾶσαν προθυμίαν σχεῖν δεόμενος τῶν ἱερέων πάντα διʼ ἀκριβείας οἱ τὰ περὶ τῶν πάλαι πολιτῶν ἑξῆς διελθεῖν.
” 索伦听了,说他感到十分惊讶,并表现出极大的热忱,请求祭司们把以前市民的所有事情按顺序向他精确地讲述一遍。
τὸν οὖν ἱερέα φάναι· φθόνος οὐδείς, ὦ Σόλων, ἀλλὰ σοῦ τε ἕνεκα ἐρῶ καὶ τῆς πόλεως ὑμῶν, μάλιστα δὲ τῆς θεοῦ χάριν, ἣ τήν τε ὑμετέραν καὶ τήνδε ἔλαχεν καὶ ἔθρεψεν καὶ ἐπαίδευσεν, προτέραν μὲν τὴν παρʼ ὑμῖν ἔτεσιν χιλίοις, ἐκ Γῆς τε καὶ Ἡφαίστου τὸ σπέρμα παραλαβοῦσα ὑμῶν, τήνδε δὲ ὑστέραν.
于是那位祭司说道: “没有吝啬,索伦;为了你和你们城邦的缘故,我将告诉你,最重要的是为了那位把你们城邦和我们的城邦都作为自己的份,并培育和教育了它们的女神。 她比我们的城邦早一千年,从大地和赫斐斯托斯那里接受了你们的种子,建立了你们的城邦,随后建立了我们的城邦。
τῆς δὲ ἐνθάδε διακοσμήσεως παρʼ ἡμῖν ἐν τοῖς ἱεροῖς γράμμασιν ὀκτακισχιλίων ἐτῶν ἀριθμὸς γέγραπται.
在我们的神圣记录中,关于这里体制的年数记载着八千年。
περὶ δὴ τῶν ἐνακισχίλια γεγονότων ἔτη πολιτῶν σοι δηλώσω διὰ βραχέων νόμους, καὶ τῶν ἔργων αὐτοῖς ὃ κάλλιστον ἐπράχθη·
因此,关于九千年前存在的你们的公民,我将向你简要说明他们的法律,以及他们所完成的最美丽的功绩: