§9.573ὅταν δʼ ἐλπίσωσιν οἱ δεινοὶ μάγοι τε καὶ τυραννοποιοὶ οὗτοι μὴ ἄλλως τὸν νέον καθέξειν, ἔρωτά τινα αὐτῷ μηχανωμένους ἐμποιῆσαι προστάτην τῶν ἀργῶν καὶ τὰ ἕτοιμα διανεμομένων ἐπιθυμιῶν, ὑπόπτερον καὶ μέγαν κηφῆνά τινα—ἢ τί ἄλλο οἴει εἶναι τὸν τῶν τοιούτων ἔρωτα;
「『そして、これら恐るべき魔術師や僭主製造者たちが、他の方法ではこの若者を惹き止めておけないと絶望するとき、彼らは彼の内に、怠惰で手元にあるものを分配する諸欲望の支配者として、あるエロースを、あの羽の生えた巨大な雄蜂のようなエロースを仕組んで生み出すのだ。 ――それとも君は、そのような者たちのエロースが何か他の一物であると思うかね?
— οὐδὲν ἔγωγε, ἦ δʼ ὅς, ἄλλʼ ἢ τοῦτο.
』『いいえ、』と彼は言った、『これ以外の何物でもありません。
οὐκοῦν ὅταν δὴ περὶ αὐτὸν βομβοῦσαι αἱ ἄλλαι ἐπιθυμίαι, θυμιαμάτων τε γέμουσαι καὶ μύρων καὶ στεφάνων καὶ οἴνων καὶ τῶν ἐν ταῖς τοιαύταις συνουσίαις ἡδονῶν ἀνειμένων, ἐπὶ τὸ ἔσχατον αὔξουσαί τε καὶ τρέφουσαι πόθου κέντρον ἐμποιήσωσι τῷ κηφῆνι, τότε δὴ δορυφορεῖταί τε ὑπὸ μανίας καὶ οἰστρᾷ οὗτος ὁ προστάτης τῆς ψυχῆς, καὶ ἐάν τινας ἐν αὐτῷ δόξας ἢ ἐπιθυμίας λάβῃ ποιουμένας χρηστὰς καὶ ἔτι ἐπαισχυνομένας, ἀποκτείνει τε καὶ ἔξω ὠθεῖ παρʼ αὑτοῦ, ἕως ἂν καθήρῃ σωφροσύνης, μανίας δὲ πληρώσῃ ἐπακτοῦ.
』『したがって、他の欲望が彼の周りでブンブン羽音を立て、お香や香油、花冠、葡萄酒、そしてそのような交わりにおける奔放な快楽に満たされ、それらの欲望が極限まで増大し、養い育てて、雄蜂の内に激しい憧れの針を植え付けるとき、そのときこそ、この魂の支配者は狂気によって護衛され、狂乱するのだ。 そして、もし彼の中に良きものとされ、いまだ恥を知る意見や欲望を見つければ、それらを殺し、自分の外へ追い出し、ついに節制をすっかり一掃して、外部から持ち込まれた狂気で満たすのだ。
παντελῶς, ἔφη, τυραννικοῦ ἀνδρὸς λέγεις γένεσιν.
』『全くその通り、』と彼は言った、『僭主的な人間の誕生について語っておられます。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ τὸ πάλαι διὰ τὸ τοιοῦτον τύραννος ὁ Ἔρως λέγεται;
』『では、』と私は言った、『昔からエロースが「僭主」と呼ばれるのも、こうしたことのためではないだろうか?
κινδυνεύει, ἔφη.
』『そのようですね』と彼は言った。
οὐκοῦν, ὦ φίλε, εἶπον, καὶ μεθυσθεὶς ἀνὴρ τυραννικόν τι φρόνημα ἴσχει;
『では、友よ、』と私は言った、『泥酔した人間もまた、何やら僭主的な心構えを持つのではないかね?
ἴσχει γάρ.
』『確かに持ちます。
καὶ μὴν ὅ γε μαινόμενος καὶ ὑποκεκινηκὼς οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ θεῶν ἐπιχειρεῖ τε καὶ ἐλπίζει δυνατὸς εἶναι ἄρχειν.
』『さらに、狂気にとらわれ、精神を病んだ者は、人間だけでなく神々さえも自分が支配できると企て、また期待する。
καὶ μάλʼ, ἔφη.
』『全くその通りです』と彼は言った。
τυραννικὸς δέ, ἦν δʼ ἐγώ, ὦ δαιμόνιε, ἀνὴρ ἀκριβῶς γίγνεται, ὅταν ἢ φύσει ἢ ἐπιτηδεύμασιν ἢ ἀμφοτέροις μεθυστικός τε καὶ ἐρωτικὸς καὶ μελαγχολικὸς γένηται.
『では、不思議な友よ、』と私は言った、『本性によるか、習慣によるか、あるいはその両方によって、泥酔的、エロース的、そして憂鬱質になるとき、その人は厳密な意味で僭主的な人間になるのだ。
παντελῶς μὲν οὖν.
』『完全にその通りです。
γίγνεται μέν, ὡς ἔοικεν, οὕτω καὶ τοιοῦτος ἁνήρ· ζῇ δὲ δὴ πῶς;
』『そのような人間はこのようにして生じるようだが、では、彼はどのように生きるのだろうか?
τὸ τῶν παιζόντων, ἔφη, τοῦτο σὺ καὶ ἐμοὶ ἐρεῖς.
』『遊びをする者たちの言うように、』と彼は言った、『それを今度はあなたが私に教えてくださるでしょう。
λέγω δή, ἔφην.
』『では言おう、』と私は言った。
οἶμαι γὰρ τὸ μετὰ τοῦτο ἑορταὶ γίγνονται παρʼ αὐτοῖς καὶ κῶμοι καὶ θάλειαι καὶ ἑταῖραι καὶ τὰ τοιαῦτα πάντα, ὧν ἂν Ἔρως τύραννος ἔνδον οἰκῶν διακυβερνᾷ τὰ τῆς ψυχῆς ἅπαντα.
『思うに、この後、彼らの間では、祭り、どんちゃん騒ぎ、宴会、情婦たち、その他すべてのそのようなことが行われ、それらを内に住む僭主たるエロースが、魂のすべてを操舵することになる。
ἀνάγκη, ἔφη.
』『必然的にそうなります』と彼は言った。
ἆρʼ οὖν οὐ πολλαὶ καὶ δειναὶ παραβλαστάνουσιν ἐπιθυμίαι ἡμέρας τε καὶ νυκτὸς ἑκάστης, πολλῶν δεόμεναι;
『では、昼夜を問わず、多くの恐るべき欲望が次々と傍らから生長し、多くを要求するのではないか?
πολλαὶ μέντοι.
』『本当に多いですね。
ταχὺ ἄρα ἀναλίσκονται ἐάν τινες ὦσι πρόσοδοι.
』『したがって、もし何らかの収入があったとしても、すぐに使い果たされてしまう。
πῶς δʼ οὔ;
』『当然そうです。
καὶ μετὰ τοῦτο δὴ δανεισμοὶ καὶ τῆς οὐσίας παραιρέσεις.
』『そして、この後には、借金や財産の剥奪が続く。
τί μήν;
』『言うまでもありません。
§9.574ὅταν δὲ δὴ πάντʼ ἐπιλείπῃ, ἆρα οὐκ ἀνάγκη μὲν τὰς ἐπιθυμίας βοᾶν πυκνάς τε καὶ σφοδρὰς ἐννενεοττευμένας, τοὺς δʼ ὥσπερ ὑπὸ κέντρων ἐλαυνομένους τῶν τε ἄλλων ἐπιθυμιῶν καὶ διαφερόντως ὑπʼ αὐτοῦ τοῦ Ἔρωτος, πάσαις ταῖς ἄλλαις ὥσπερ δορυφόροις ἡγουμένου, οἰστρᾶν καὶ σκοπεῖν τίς τι ἔχει, ὃν δυνατὸν ἀφελέσθαι ἀπατήσαντα ἢ βιασάμενον;
』『しかし、ついにすべてのものが底をついたとき、巣の中に新しく生まれた、頻繁で激しい欲望たちが大声を上げ、人間は他の欲望の、そしてとりわけ、他のすべての欲望を護衛兵のように率いるエロース自身の、刺激によって駆り立てられ、狂乱して、誰が何を持っているか、誰から騙し取るか、あるいは力ずくで奪い取ることができるか、と探し回ることは必然ではないか?
σφόδρα γʼ, ἔφη.
』『まったくその通りです』と彼は言った。
ἀναγκαῖον δὴ πανταχόθεν φέρειν, ἢ μεγάλαις ὠδῖσί τε καὶ ὀδύναις συνέχεσθαι.
『それゆえ、あらゆる場所から奪い集めるか、さもなければ大きな苦痛と苦悩に責め苛まれるかが必然となる。
ἀναγκαῖον.
』『必然です。
ἆρʼ οὖν, ὥσπερ αἱ ἐν αὐτῷ ἡδοναὶ ἐπιγιγνόμεναι τῶν ἀρχαίων πλέον εἶχον καὶ τὰ ἐκείνων ἀφῃροῦντο, οὕτω καὶ αὐτὸς ἀξιώσει νεώτερος ὢν πατρός τε καὶ μητρὸς πλέον ἔχειν, καὶ ἀφαιρεῖσθαι, ἐὰν τὸ αὑτοῦ μέρος ἀναλώσῃ, ἀπονειμάμενος τῶν πατρῴων;
』『では、彼の中に後から生じた快楽が、古い快楽よりも優位に立ち、それらのものを奪い取っていったように、彼自身もまた若輩でありながら、父や母よりも多くを持つ権利があると考え、自分の取り分を使い果たしたなら、父親の財産から父母の分を自分のものとして割り当てて、奪い取ろうとするのではないか?
ἀλλὰ τί μήν; ἔφη.
』『まさしくその通りです』と彼は言った。
ἂν δὲ δὴ αὐτῷ μὴ ἐπιτρέπωσιν, ἆρʼ οὐ τὸ μὲν πρῶτον ἐπιχειροῖ ἂν κλέπτειν καὶ ἀπατᾶν τοὺς γονέας;
『しかし、もし彼らがそれを許さなければ、彼はまず最初に、親から盗んだり欺いたりしようとするのではないか?
πάντως.
』『間違いなく。
ὁπότε δὲ μὴ δύναιτο, ἁρπάζοι ἂν καὶ βιάζοιτο μετὰ τοῦτο;
』『そして、それができないときは、その後、ひったくりや暴力を働くのではないか?
οἶμαι, ἔφη.
』『そう思います』と彼は言った。
ἀντεχομένων δὴ καὶ μαχομένων, ὦ θαυμάσιε, γέροντός τε καὶ γραός, ἆρʼ εὐλαβηθείη ἂν καὶ φείσαιτο μή τι δρᾶσαι τῶν τυραννικῶν;
『不思議な友よ、老いた父と老いた母が抵抗し戦うとき、彼は恐れを抱き、僭主的な行いを彼らに対してすることから手控えるだろうか?
οὐ πάνυ, ἦ δʼ ὅς, ἔγωγε θαρρῶ περὶ τῶν γονέων τοῦ τοιούτου.
』『そのような人物の親については、私はいささかも安心できませんね』と彼は言った。
ἀλλʼ, ὦ Ἀδείμαντε, πρὸς Διός, ἕνεκα νεωστὶ φίλης καὶ οὐκ ἀναγκαίας ἑταίρας γεγονυίας τὴν πάλαι φίλην καὶ ἀναγκαίαν μητέρα, ἢ ἕνεκα ὡραίου νεωστὶ φίλου γεγονότος οὐκ ἀναγκαίου τὸν ἄωρόν τε καὶ ἀναγκαῖον πρεσβύτην πατέρα καὶ τῶν φίλων ἀρχαιότατον δοκεῖ ἄν σοι ὁ τοιοῦτος πληγαῖς τε δοῦναι καὶ καταδουλώσασθαι ἂν αὐτοὺς ὑπʼ ἐκείνοις, εἰ εἰς τὴν αὐτὴν οἰκίαν ἀγάγοιτο;
『しかし、アデイマントスよ、ゼウスにかけて聞くが、最近愛人となった、必要不可欠でもない女のために、古くからの愛すべき、必要不可欠な母親を、あるいは、最近愛人となった、必要不可欠でもない美しい若者のために、盛りを過ぎた、必要不可欠な、そしてすべての友の中で最も古い老父を、殴りつけ、もし彼らを同じ家に連れて行くなら、彼らをその新しい愛人たちに従属させて奴隷にする、などということが君には考えられるかね?
ναὶ μὰ Δία, ἦ δʼ ὅς.
』『ゼウスにかけて、まさしくそうです』と彼は言った。
σφόδρα γε μακάριον, ἦν δʼ ἐγώ, ἔοικεν εἶναι τὸ τυραννικὸν ὑὸν τεκεῖν.
『「僭主的な息子を産むというのは、実にもって極めて祝福されたことのようだね」と私は言った。
πάνυ γʼ, ἔφη.
』『全くその通りです』と彼は言った。
τί δʼ, ὅταν δὴ τὰ πατρὸς καὶ μητρὸς ἐπιλείπῃ τὸν τοιοῦτον, πολὺ δὲ ἤδη συνειλεγμένον ἐν αὐτῷ ᾖ τὸ τῶν ἡδονῶν σμῆνος, οὐ πρῶτον μὲν οἰκίας τινὸς ἐφάψεται τοίχου ἤ τινος ὀψὲ νύκτωρ ἰόντος τοῦ ἱματίου, μετὰ δὲ ταῦτα ἱερόν τι νεωκορήσει;
『では、父母の財産がこの男から尽きて、すでに多くの快楽の群れが彼の内に集まっているとき、彼はまず、どこかの家の壁を壊して押し入るか、あるいは夜遅くに通りかかる者の上着を剥ぎ取り、その次には神殿を掠奪するのではないか?
καὶ ἐν τούτοις δὴ πᾶσιν, ἃς πάλαι εἶχεν δόξας ἐκ παιδὸς περὶ καλῶν τε καὶ αἰσχρῶν, τὰς δικαίας ποιουμένας, αἱ νεωστὶ ἐκ δουλείας λελυμέναι, δορυφοροῦσαι τὸν ἔρωτα, κρατήσουσι μετʼ ἐκείνου, αἳ πρότερον μὲν ὄναρ ἐλύοντο ἐν ὕπνῳ, ὅτε ἦν αὐτὸς ἔτι ὑπὸ νόμοις τε καὶ πατρὶ δημοκρατούμενος ἐν ἑαυτῷ·
そして、これらすべての行為において、彼が子供の頃から美と醜について持っていた、正しいとされていた古くからの意見は、最近奴隷状態から解放され、エロースを護衛する諸欲望によって、そのエロースとともに打ち負かされてしまうだろう。 これらの欲望は、彼自身がまだ法律と父親のもとにあり、自分の中で民主的に支配されていたときには、かつては睡眠中の夢のなかだけで解放されていたものだったのだが。 』」