Humanitext Reader

柏拉图 · 理想国 §9.573-9.574

僭主式人物的形成及其被欲望驱使的生活

第 128 段,共 153 段 · 希腊语

内容简介

阐述了僭主式人物的诞生及其生活方式。其灵魂中被植入的狂野“爱欲”成为统治者,驱逐了一切节制,并驱使他通过强夺父母财产和犯罪来满足无休止的欲望。

§9.573ὅταν δʼ ἐλπίσωσιν οἱ δεινοὶ μάγοι τε καὶ τυραννοποιοὶ οὗτοι μὴ ἄλλως τὸν νέον καθέξειν, ἔρωτά τινα αὐτῷ μηχανωμένους ἐμποιῆσαι προστάτην τῶν ἀργῶν καὶ τὰ ἕτοιμα διανεμομένων ἐπιθυμιῶν, ὑπόπτερον καὶ μέγαν κηφῆνά τινα—ἢ τί ἄλλο οἴει εἶναι τὸν τῶν τοιούτων ἔρωτα;
“当这些可怕的魔术师和僭主制造者绝望于用其他方法管束这个青年时,他们便设法在好闲和瓜分现成财产的欲望之中,植入一个爱欲作为支配者,即某种长着翅膀的巨大雄蜂——或者你以为此类人的爱欲还会是别的什么吗?
— οὐδὲν ἔγωγε, ἦ δʼ ὅς, ἄλλʼ ἢ τοῦτο.
”“我以为,”他说,“绝不是别的,正是这个。
οὐκοῦν ὅταν δὴ περὶ αὐτὸν βομβοῦσαι αἱ ἄλλαι ἐπιθυμίαι, θυμιαμάτων τε γέμουσαι καὶ μύρων καὶ στεφάνων καὶ οἴνων καὶ τῶν ἐν ταῖς τοιαύταις συνουσίαις ἡδονῶν ἀνειμένων, ἐπὶ τὸ ἔσχατον αὔξουσαί τε καὶ τρέφουσαι πόθου κέντρον ἐμποιήσωσι τῷ κηφῆνι, τότε δὴ δορυφορεῖταί τε ὑπὸ μανίας καὶ οἰστρᾷ οὗτος ὁ προστάτης τῆς ψυχῆς, καὶ ἐάν τινας ἐν αὐτῷ δόξας ἢ ἐπιθυμίας λάβῃ ποιουμένας χρηστὰς καὶ ἔτι ἐπαισχυνομένας, ἀποκτείνει τε καὶ ἔξω ὠθεῖ παρʼ αὑτοῦ, ἕως ἂν καθήρῃ σωφροσύνης, μανίας δὲ πληρώσῃ ἐπακτοῦ.
”“因此,当其他欲望在他周围嗡嗡作响,充满了香料、香膏、花冠、美酒,以及此类聚会中放荡的快乐,并且它们将这些快乐增加并滋养到极点,在雄蜂心中植入渴望的毒刺时,那时,这个灵魂的支配者便由疯狂护卫着而狂躁起来;如果它在人心中发现任何被认为善良且尚知羞耻的信念或欲望,它就会把它们杀死并驱逐出去,直到将节制彻底扫除,并填满外来的疯狂。
παντελῶς, ἔφη, τυραννικοῦ ἀνδρὸς λέγεις γένεσιν.
”“你说得完全对,”他说,“这正是僭主式人物的诞生。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ τὸ πάλαι διὰ τὸ τοιοῦτον τύραννος ὁ Ἔρως λέγεται;
”“那么,”我说,“是否由于这个原因,爱欲自古以来就被称为僭主呢?
κινδυνεύει, ἔφη.
”“很有可能,”他说。
οὐκοῦν, ὦ φίλε, εἶπον, καὶ μεθυσθεὶς ἀνὴρ τυραννικόν τι φρόνημα ἴσχει;
“那么,我的朋友,”我说,“一个喝醉了酒的人,不也产生某种僭主般的心态吗?
ἴσχει γάρ.
”“确实如此。
καὶ μὴν ὅ γε μαινόμενος καὶ ὑποκεκινηκὼς οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ θεῶν ἐπιχειρεῖ τε καὶ ἐλπίζει δυνατὸς εἶναι ἄρχειν.
”“而且,一个疯狂且失常的人,不仅企图而且希冀能够统治人类,甚至统治神明。
καὶ μάλʼ, ἔφη.
”“确实如此,”他说。
τυραννικὸς δέ, ἦν δʼ ἐγώ, ὦ δαιμόνιε, ἀνὴρ ἀκριβῶς γίγνεται, ὅταν ἢ φύσει ἢ ἐπιτηδεύμασιν ἢ ἀμφοτέροις μεθυστικός τε καὶ ἐρωτικὸς καὶ μελαγχολικὸς γένηται.
“那么,”我说,“神奇的朋友,当一个人无论由于天性还是习惯,或者两者兼有,而变得嗜酒、多欲、且忧郁狂躁时,他就确切地成为了僭主式的人。
παντελῶς μὲν οὖν.
”“完全是这样。
γίγνεται μέν, ὡς ἔοικεν, οὕτω καὶ τοιοῦτος ἁνήρ·
”“显然,这样的人是以这种方式产生的。
ζῇ δὲ δὴ πῶς;
但他是怎么生活的呢?
τὸ τῶν παιζόντων, ἔφη, τοῦτο σὺ καὶ ἐμοὶ ἐρεῖς.
” “就像做游戏的人说的那样,”他说,“这回该由你来告诉我了。
λέγω δή, ἔφην.
”“那我就说了,”我说。
οἶμαι γὰρ τὸ μετὰ τοῦτο ἑορταὶ γίγνονται παρʼ αὐτοῖς καὶ κῶμοι καὶ θάλειαι καὶ ἑταῖραι καὶ τὰ τοιαῦτα πάντα, ὧν ἂν Ἔρως τύραννος ἔνδον οἰκῶν διακυβερνᾷ τὰ τῆς ψυχῆς ἅπαντα.
“因为我想,在这之后,他们中间会有节日、狂欢、宴饮、情妇以及所有此类事情,而住在其内心的篡夺者爱欲,则掌舵着灵魂的一切。
ἀνάγκη, ἔφη.
”“必然如此,”他说。
ἆρʼ οὖν οὐ πολλαὶ καὶ δειναὶ παραβλαστάνουσιν ἐπιθυμίαι ἡμέρας τε καὶ νυκτὸς ἑκάστης, πολλῶν δεόμεναι;
“那么,难道不会有许多可怕的欲望,在每天白昼和黑夜里在旁滋生,索求许多东西吗?
πολλαὶ μέντοι.
”“确实很多。
ταχὺ ἄρα ἀναλίσκονται ἐάν τινες ὦσι πρόσοδοι.
”“那么,如果有任何收入,也很快就会被挥霍殆尽。
πῶς δʼ οὔ;
”“怎么会不呢?
καὶ μετὰ τοῦτο δὴ δανεισμοὶ καὶ τῆς οὐσίας παραιρέσεις.
” “而在这之后,当然就是借债和家产的剥夺。
τί μήν;
”“可不是嘛!
§9.574ὅταν δὲ δὴ πάντʼ ἐπιλείπῃ, ἆρα οὐκ ἀνάγκη μὲν τὰς ἐπιθυμίας βοᾶν πυκνάς τε καὶ σφοδρὰς ἐννενεοττευμένας, τοὺς δʼ ὥσπερ ὑπὸ κέντρων ἐλαυνομένους τῶν τε ἄλλων ἐπιθυμιῶν καὶ διαφερόντως ὑπʼ αὐτοῦ τοῦ Ἔρωτος, πάσαις ταῖς ἄλλαις ὥσπερ δορυφόροις ἡγουμένου, οἰστρᾶν καὶ σκοπεῖν τίς τι ἔχει, ὃν δυνατὸν ἀφελέσθαι ἀπατήσαντα ἢ βιασάμενον;
” “而当所有的资源都枯竭时,难道那些在巢中新孵化出的、频繁而强烈的欲望不会大声呼喊,而人们在其他欲望、尤其是率领着所有其他欲望作为护卫的爱欲本身的驱使下,像被芒刺刺中一样狂乱,并到处搜寻谁有什么东西,可以被欺骗或强力夺取吗?
σφόδρα γʼ, ἔφη.
”“非常如此,”他说。
ἀναγκαῖον δὴ πανταχόθεν φέρειν, ἢ μεγάλαις ὠδῖσί τε καὶ ὀδύναις συνέχεσθαι.
“因此,从四面八方掠夺就是不可避免的,否则就要承受巨大的痛苦和折磨。
ἀναγκαῖον.
”“确实无可避免。
ἆρʼ οὖν, ὥσπερ αἱ ἐν αὐτῷ ἡδοναὶ ἐπιγιγνόμεναι τῶν ἀρχαίων πλέον εἶχον καὶ τὰ ἐκείνων ἀφῃροῦντο, οὕτω καὶ αὐτὸς ἀξιώσει νεώτερος ὢν πατρός τε καὶ μητρὸς πλέον ἔχειν, καὶ ἀφαιρεῖσθαι, ἐὰν τὸ αὑτοῦ μέρος ἀναλώσῃ, ἀπονειμάμενος τῶν πατρῴων;
”“那么,正如在他体内后来产生的快乐战胜了旧有的快乐并剥夺了属于它们的东西一样,他自己作为一个晚辈,不也同样会要求占有比父母更多的东西,而且,如果他已经挥霍光了自己的那份,他就会通过划走父亲的产业来夺取它们吗?
ἀλλὰ τί μήν; ἔφη.
”“当然如此,”他说。
ἂν δὲ δὴ αὐτῷ μὴ ἐπιτρέπωσιν, ἆρʼ οὐ τὸ μὲν πρῶτον ἐπιχειροῖ ἂν κλέπτειν καὶ ἀπατᾶν τοὺς γονέας;
“但如果他们不应允他,他不是起初会企图偷窃和欺骗父母吗?
πάντως.
”“必定如此。
ὁπότε δὲ μὴ δύναιτο, ἁρπάζοι ἂν καὶ βιάζοιτο μετὰ τοῦτο;
”“而当他无法做到时,在此之后他难道不会去抢夺和强逼吗?
οἶμαι, ἔφη.
”“我想是的,”他说。
ἀντεχομένων δὴ καὶ μαχομένων, ὦ θαυμάσιε, γέροντός τε καὶ γραός, ἆρʼ εὐλαβηθείη ἂν καὶ φείσαιτο μή τι δρᾶσαι τῶν τυραννικῶν;
“神奇的朋友,当老迈的父亲和母亲抵抗并战斗时,他难道会心存敬畏,而克制自己不对他们做出僭主式的行径吗?
οὐ πάνυ, ἦ δʼ ὅς, ἔγωγε θαρρῶ περὶ τῶν γονέων τοῦ τοιούτου.
”“对于这种人的父母,”他说,“我可一点也不乐观。
ἀλλʼ, ὦ Ἀδείμαντε, πρὸς Διός, ἕνεκα νεωστὶ φίλης καὶ οὐκ ἀναγκαίας ἑταίρας γεγονυίας τὴν πάλαι φίλην καὶ ἀναγκαίαν μητέρα, ἢ ἕνεκα ὡραίου νεωστὶ φίλου γεγονότος οὐκ ἀναγκαίου τὸν ἄωρόν τε καὶ ἀναγκαῖον πρεσβύτην πατέρα καὶ τῶν φίλων ἀρχαιότατον δοκεῖ ἄν σοι ὁ τοιοῦτος πληγαῖς τε δοῦναι καὶ καταδουλώσασθαι ἂν αὐτοὺς ὑπʼ ἐκείνοις, εἰ εἰς τὴν αὐτὴν οἰκίαν ἀγάγοιτο;
”“但是,阿德曼托斯,凭着宙斯起誓,”我说,“为了一个新近相识的、非必需的妓女情人,他难道会去殴打长期深爱的、必需的母亲吗? 或者为了一个新近相识的、非必需的英俊青年,殴打他那风烛残年、必需的、且是最古老朋友的父亲,如果把他们带到同一个屋檐下,还会让他们做那些新情人的奴隶吗?
ναὶ μὰ Δία, ἦ δʼ ὅς.
”“凭着宙斯发誓,确实如此,”他说。
σφόδρα γε μακάριον, ἦν δʼ ἐγώ, ἔοικεν εἶναι τὸ τυραννικὸν ὑὸν τεκεῖν.
“看来,生下一个僭主式的儿子,”我说,“还真是极大的福气啊。
πάνυ γʼ, ἔφη.
”“确实如此,”他说。
τί δʼ, ὅταν δὴ τὰ πατρὸς καὶ μητρὸς ἐπιλείπῃ τὸν τοιοῦτον, πολὺ δὲ ἤδη συνειλεγμένον ἐν αὐτῷ ᾖ τὸ τῶν ἡδονῶν σμῆνος, οὐ πρῶτον μὲν οἰκίας τινὸς ἐφάψεται τοίχου ἤ τινος ὀψὲ νύκτωρ ἰόντος τοῦ ἱματίου, μετὰ δὲ ταῦτα ἱερόν τι νεωκορήσει;
“而当父母的财产在这样的人身上耗尽,而一大群快乐已经在他的内心聚集时,他难道不会先是穿墙凿户、或是夜深时抢夺行人的衣服,继而洗劫神庙吗?
καὶ ἐν τούτοις δὴ πᾶσιν, ἃς πάλαι εἶχεν δόξας ἐκ παιδὸς περὶ καλῶν τε καὶ αἰσχρῶν, τὰς δικαίας ποιουμένας, αἱ νεωστὶ ἐκ δουλείας λελυμέναι, δορυφοροῦσαι τὸν ἔρωτα, κρατήσουσι μετʼ ἐκείνου, αἳ πρότερον μὲν ὄναρ ἐλύοντο ἐν ὕπνῳ, ὅτε ἦν αὐτὸς ἔτι ὑπὸ νόμοις τε καὶ πατρὶ δημοκρατούμενος ἐν ἑαυτῷ·
在所有这些行径中,他从小对于美丑所抱持的、被认为是公正的古老信念,都将被那些新近从奴役中释放出来、拥卫着爱欲的欲望与那爱欲一同击碎——而这些欲望,以前只是在他还处于法律和父亲的管辖下、并在自己内心实行民主政体时,才在睡眠中以梦境的方式被释放出来。 ”

词汇与语法注释

  1. 573aἔρωτά τινα αὐτῷ μηχανωμένους ἐμποιῆσαι προστάτην τῶν ἀργῶν — “μηχανωμένους”是修饰主句主语“οἱ δεινοὶ μάγοι...”的主格分词,“ἐμποιῆσαι”用作宾语不定式。“ἔρωτά τινα”是“ἐμποιῆσαι”的直接宾语,“προστάτην”是宾格宾语补足语。“τῶν ἀργῶν... ἐπιθυμιῶν”是修饰“προστάτην”的属格。
  2. 573bἕως ἂν καθήρῃ σωφροσύνης, μανίας δὲ πληρώσῃ ἐπακτοῦ — “ἕως ἂν”引导一个带有虚拟语气的时态从句,表示“直到”。“καθήρῃ”(καθαίρω的第三人称单数不定过去时虚拟语气)带有一个表示分离的属格“σωφροσύνης”(“清除节制”)。“πληρώσῃ”则带有一个表示充满的属格“μανίας... ἐπακτοῦ”(“填满外来的疯狂”)。在上下文中的主语是爱欲(Eros)。
  3. 573dτὸ τῶν παιζόντων — “τὸ τῶν παιζόντων”是一个用作副词的惯用宾格表达,相当于“正如做游戏的人所说”。中性冠词“τὸ”使属格短语名词化。
  4. 574aἀπονειμάμενος τῶν πατρῴων — 中动分词“ἀπονειμάμενος”表示为自己分配或取得一份,其后接部分属格“τῶν πατρῴων”(“从父亲的产业中”)。

引用这一段

柏拉图, 理想国 §9.573-9.574. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:9.573-9.574

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。