§8.555καὶ μὴν ἀνταγωνιστής γε ἰδίᾳ ἐν πόλει ὁ φειδωλὸς φαῦλος ἤ τινος νίκης ἢ ἄλλης φιλοτιμίας τῶν καλῶν, χρήματά τε οὐκ ἐθέλων εὐδοξίας ἕνεκα καὶ τῶν τοιούτων ἀγώνων ἀναλίσκειν, δεδιὼς τὰς ἐπιθυμίας τὰς ἀναλωτικὰς ἐγείρειν καὶ συμπαρακαλεῖν ἐπὶ συμμαχίαν τε καὶ φιλονικίαν, ὀλίγοις τισὶν ἑαυτοῦ πολεμῶν ὀλιγαρχικῶς τὰ πολλὰ ἡττᾶται καὶ πλουτεῖ.
「さらに、あの倹約家は、私的な場においても、あるいは何らかの勝利やその他の美しい名誉をめぐる争いにおいて、国家の中では取るに足りない競争相手である。 名声やそのような競争のために金銭を消費することを望まず、浪費的な欲望を呼び起こし、それらを同盟や競争へと呼び集めることを恐れるあまり、自分自身のもののうちのごくわずかな部分だけで過頭政的なやり方で戦い、多くの場合敗北しつつ、富んでいくのである。
καὶ μάλα, ἔφη.
」「まさにその通りです」と彼は言った。
ἔτι οὖν, ἦν δʼ ἐγώ, ἀπιστοῦμεν μὴ κατὰ τὴν ὀλιγαρχουμένην πόλιν ὁμοιότητι τὸν φειδωλόν τε καὶ χρηματιστὴν τετάχθαι;
「ではまだ、我々は」と私は言った、「倹約家で金儲けに励む者が、過頭政的な国家に対応して、それに類似するものとして位置づけられていることを疑うだろうか。
οὐδαμῶς, ἔφη.
」「決してそのようなことはありません」と彼は言った。
δημοκρατίαν δή, ὡς ἔοικε, μετὰ τοῦτο σκεπτέον, τίνα τε γίγνεται τρόπον, γενομένη τε ποῖόν τινα ἔχει, ἵνʼ αὖ τὸν τοῦ τοιούτου ἀνδρὸς τρόπον γνόντες παραστησώμεθʼ αὐτὸν εἰς κρίσιν.
「それでは、どうやらその次には民主政を検討しなければならないようだ。 それがどのようにして生じ、生じた後はどのような性質を持つのかを。 それによって再び、そのような人間のあり方を知り、彼を判断のために引き出せるようにね。
ὁμοίως γοῦν ἄν, ἔφη, ἡμῖν αὐτοῖς πορευοίμεθα.
」「そうすれば、我々は自らの歩みに一貫して従うことになりますね」と彼は言った。
οὐκοῦν, ἦν δʼ ἐγώ, μεταβάλλει μὲν τρόπον τινὰ τοιόνδε ἐξ ὀλιγαρχίας εἰς δημοκρατίαν, διʼ ἀπληστίαν τοῦ προκειμένου ἀγαθοῦ, τοῦ ὡς πλουσιώτατον δεῖν γίγνεσθαι;
「では」と私は言った、「過頭政から民主政への移行は、ある意味で以下のような仕方で起こるのではないか。 提示された善、すなわち、できるだけ富裕にならねばならないということに対する強欲のゆえに。
πῶς δή;
」「どのようにですか。
ἅτε οἶμαι ἄρχοντες ἐν αὐτῇ οἱ ἄρχοντες διὰ τὸ πολλὰ κεκτῆσθαι, οὐκ ἐθέλουσιν εἴργειν νόμῳ τῶν νέων ὅσοι ἂν ἀκόλαστοι γίγνωνται, μὴ ἐξεῖναι αὐτοῖς ἀναλίσκειν τε καὶ ἀπολλύναι τὰ αὑτῶν, ἵνα ὠνούμενοι τὰ τῶν τοιούτων καὶ εἰσδανείζοντες ἔτι πλουσιώτεροι καὶ ἐντιμότεροι γίγνωνται.
」「思うに、その国家においては、支配者たちが多くのものを所有しているがゆえに支配者となっているのだから、若者たちのうちで放縦になる者を法によって禁じ、自分の持ち物を消費し破滅させることを許さないでおくということを望まないのだ。 それは、そのような若者たちの財産を買い取ったり、彼らに貸し付けたりすることで、自分たちがさらに富裕になり、より重んじられるようになるためである。
παντός γε μᾶλλον.
」「何よりもまさにその通りです。
οὐκοῦν δῆλον ἤδη τοῦτο ἐν πόλει, ὅτι πλοῦτον τιμᾶν καὶ σωφροσύνην ἅμα ἱκανῶς κτᾶσθαι ἐν τοῖς πολίταις ἀδύνατον, ἀλλʼ ἀνάγκη ἢ τοῦ ἑτέρου ἀμελεῖν ἢ τοῦ ἑτέρου;
」「では、国家において次のことはすでに明らかではないか。 富を尊ぶことと、同時に市民の間に節制を十分に獲得させることとは不可能であり、どちらか一方をないがしろにするか、他方をないがしろにするか、どちらかにならざるを得ないということは。
ἐπιεικῶς, ἔφη, δῆλον.
」「十分に明らかです」と彼は言った。
παραμελοῦντες δὴ ἐν ταῖς ὀλιγαρχίαις καὶ ἐφιέντες ἀκολασταίνειν οὐκ ἀγεννεῖς ἐνίοτε ἀνθρώπους πένητας ἠνάγκασαν γενέσθαι.
「このように、過頭政のもとでは人々を無視し、放縦であることを許容することによって、時には生まれの卑しくない人々をも貧困へと追いやることになるのだ。
μάλα γε.
」「まさにその通りです。
κάθηνται δὴ οἶμαι οὗτοι ἐν τῇ πόλει κεκεντρωμένοι τε καὶ ἐξωπλισμένοι, οἱ μὲν ὀφείλοντες χρέα, οἱ δὲ ἄτιμοι γεγονότες, οἱ δὲ ἀμφότερα, μισοῦντές τε καὶ ἐπιβουλεύοντες τοῖς κτησαμένοις τὰ αὑτῶν καὶ τοῖς ἄλλοις, νεωτερισμοῦ ἐρῶντες.
」「思うに、これら没落した者たちは、針を持ち、武装して、国家の中に居座るのだ。 ある者は借金を背負い、ある者は市民権を失い、ある者はその両方であり、自分たちの財産を手に入れた者たちや他の人々を憎み、彼らに対して陰謀を企て、変革を熱望しつつ。
ἔστι ταῦτα.
」「その通りです。
§8.556οἱ δὲ δὴ χρηματισταὶ ἐγκύψαντες, οὐδὲ δοκοῦντες τούτους ὁρᾶν, τῶν λοιπῶν τὸν ἀεὶ ὑπείκοντα ἐνιέντες ἀργύριον τιτρώσκοντες, καὶ τοῦ πατρὸς ἐκγόνους τόκους πολλαπλασίους κομιζόμενοι, πολὺν τὸν κηφῆνα καὶ πτωχὸν ἐμποιοῦσι τῇ πόλει.
」「一方、金儲けに汲々とする者たちは、うつむき加減で、彼らのことなど見えもしないかのようなふりをし、残りの者たちのうちで、いつも誘いに乗ってくる者に金を貸し付けて傷つけ、元金の何倍もの利息を回収しながら、国家の中に多くの雄蜂と物乞いを生み出すのだ。
πῶς γάρ, ἔφη, οὐ πολύν;
」「どうして多くならないことがありましょう」と彼は言った。
καὶ οὔτε γʼ ἐκείνῃ, ἦν δʼ ἐγώ, τὸ τοιοῦτον κακὸν ἐκκαόμενον ἐθέλουσιν ἀποσβεννύναι, εἴργοντες τὰ αὑτοῦ ὅπῃ τις βούλεται τρέπειν, οὔτε τῇδε, ᾗ αὖ κατὰ ἕτερον νόμον τὰ τοιαῦτα λύεται.
「そして彼らは」と私は言った、「このような燃え上がる害悪を、一方で、自分の財産を誰であれ望むように処分することを禁じるという方法によって消し止めようともせず、他方で、別の法によってそのような問題が解決されるような方法によっても消し止めようとしない。
κατὰ δὴ τίνα;
」「では、どのような法によってですか。
ὃς μετʼ ἐκεῖνόν ἐστι δεύτερος καὶ ἀναγκάζων ἀρετῆς ἐπιμελεῖσθαι τοὺς πολίτας.
」「あの法律に次いで第二のもので、市民たちに徳を配慮することを強制するような法律だ。
ἐὰν γὰρ ἐπὶ τῷ αὑτοῦ κινδύνῳ τὰ πολλά τις τῶν ἑκουσίων συμβολαίων προστάττῃ συμβάλλειν, χρηματίζοιντο μὲν ἂν ἧττον ἀναιδῶς ἐν τῇ πόλει, ἐλάττω δʼ ἐν αὐτῇ φύοιτο τῶν τοιούτων κακῶν οἵων νυνδὴ εἴπομεν.
というのも、もし自発的な契約の多くを、貸し手の自己責任において結ぶように規定するなら、国家の中で彼らはそれほど厚かましく金儲けをすることはなくなり、今しがた我々が述べたような悪が国家の中に生じることも少なくなるだろうからだ。
καὶ πολύ γε, ἦ δʼ ὅς.
」「実に大きく減るでしょう」と彼は言った。
νῦν δέ γʼ, ἔφην ἐγώ, διὰ πάντα τὰ τοιαῦτα τοὺς μὲν δὴ ἀρχομένους οὕτω διατιθέασιν ἐν τῇ πόλει οἱ ἄρχοντες·
「だが現実には」と私は言った、「これらすべてのことのために、支配者たちは支配される者たちを国家の中でこのような状態に置いている。
σφᾶς δὲ αὐτοὺς καὶ τοὺς αὑτῶν—ἆρʼ οὐ τρυφῶντας μὲν τοὺς νέους καὶ ἀπόνους καὶ πρὸς τὰ τοῦ σώματος καὶ πρὸς τὰ τῆς ψυχῆς, μαλακοὺς δὲ καρτερεῖν πρὸς ἡδονάς τε καὶ λύπας καὶ ἀργούς;
一方、彼ら自身と彼らの身内の者たちについては――彼らの若者たちを、贅沢で、身体に関しても魂に関しても労苦を嫌い、快楽や苦痛に対して耐え抜くには軟弱で、怠惰なものにしているのではないか。
τί μήν;
」「当然そうなります。
αὑτοὺς δὲ πλὴν χρηματισμοῦ τῶν ἄλλων ἠμεληκότας, καὶ οὐδὲν πλείω ἐπιμέλειαν πεποιημένους ἀρετῆς ἢ τοὺς πένητας;
」「そして彼ら自身は、金儲けを除いては他のすべてのことを怠り、貧しい人々と同じくらいにしか徳に対する配慮をしていないのではないか。
οὐ γὰρ οὖν.
」「全くその通りです。
οὕτω δὴ παρεσκευασμένοι ὅταν παραβάλλωσιν ἀλλήλοις οἵ τε ἄρχοντες καὶ οἱ ἀρχόμενοι ἢ ἐν ὁδῶν πορείαις ἢ ἐν ἄλλαις τισὶ κοινωνίαις, ἢ κατὰ θεωρίας ἢ κατὰ στρατείας, ἢ σύμπλοι γιγνόμενοι ἢ συστρατιῶται, ἢ καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις ἀλλήλους θεώμενοι μηδαμῇ ταύτῃ καταφρονῶνται οἱ πένητες ὑπὸ τῶν πλουσίων, ἀλλὰ πολλάκις ἰσχνὸς ἀνὴρ πένης, ἡλιωμένος, παραταχθεὶς ἐν μάχῃ πλουσίῳ ἐσκιατροφηκότι, πολλὰς ἔχοντι σάρκας ἀλλοτρίας, ἴδῃ ἄσθματός τε καὶ ἀπορίας μεστόν, ἆρʼ οἴει αὐτὸν οὐχ ἡγεῖσθαι κακίᾳ τῇ σφετέρᾳ πλουτεῖν τοὺς τοιούτους, καὶ ἄλλον ἄλλῳ παραγγέλλειν, ὅταν ἰδίᾳ συγγίγνωνται, ὅτι
ἇνδρες ἡμέτεροι· εἰσὶ γὰρ οὐδέν;
」「このように準備された状態で、支配する者たちと支配される者たちが、旅路においてであれ、他の何らかの共同の場においてであれ、祭典への使節として、あるいは軍事遠征において、あるいは同じ船に乗り合わせたり、同じ兵士となったりして、あるいはまさにそれらの危険そのものの中で互いを見つめ合うとき、貧しい人々は富んだ人々からいささかも軽蔑されることはないのではないか。 むしろ、日焼けした痩せた貧しい男が、日陰で育てられ、他人の労働によって余分な贅肉をたくわえた富んだ男と戦場で並んで配置されたとき、その富んだ男が息を切らし、困惑しきっているのを見るならば。 君は、その貧しい男が、そのような富者たちが裕福であるのは、自分たちの不甲斐なさのせいだと考えず、また私的な集まりの際、互いに『あの男たちは我々のものだ。 何者でもないのだから』と伝え合わないと思うかね。
εὖ οἶδα μὲν οὖν, ἔφη, ἔγωγε, ὅτι οὕτω ποιοῦσιν.
」「まさにそのように彼らがすることを、私はよく知っています」と彼は言った。
οὐκοῦν ὥσπερ σῶμα νοσῶδες μικρᾶς ῥοπῆς ἔξωθεν δεῖται προσλαβέσθαι πρὸς τὸ κάμνειν, ἐνίοτε δὲ καὶ ἄνευ τῶν ἔξω στασιάζει αὐτὸ αὑτῷ, οὕτω δὴ καὶ ἡ κατὰ ταὐτὰ ἐκείνῳ διακειμένη πόλις ἀπὸ σμικρᾶς προφάσεως, ἔξωθεν ἐπαγομένων ἢ τῶν ἑτέρων ἐξ ὀλιγαρχουμένης πόλεως συμμαχίαν ἢ τῶν ἑτέρων ἐκ δημοκρατουμένης, νοσεῖ τε καὶ αὐτὴ αὑτῇ μάχεται, ἐνίοτε δὲ καὶ ἄνευ τῶν ἔξω στασιάζει;
「では、病気にかかりやすい身体が、病に倒れるために外部からのほんの少しのきっかけを必要とし、時には外部のものがなくても、それ自体で内部闘争を起こすように、あの身体と同じ状態にある国家もまた、外部から一方が過頭政の国家から、他方が民主政の国家から同盟軍を引き入れるという、ごくわずかな口実によって、病に陥り、自らと戦うことになり、時には外部のものがなくても内紛を起こすのではないか。 」