Humanitext Reader

柏拉图 · 理想国 §8.555-8.556

贫困阶层的壮大与向民主政体的转变

第 119 段,共 153 段 · 希腊语

内容简介

苏格拉底分析了寡头政体下对财富的狂热追求如何催生出一群贫困、债务缠身且被剥夺公民权的革命阶层,并解释了虚弱的富人与健壮的穷人之间的身体对抗如何最终引发向民主政体的转变。

§8.555καὶ μὴν ἀνταγωνιστής γε ἰδίᾳ ἐν πόλει ὁ φειδωλὸς φαῦλος ἤ τινος νίκης ἢ ἄλλης φιλοτιμίας τῶν καλῶν, χρήματά τε οὐκ ἐθέλων εὐδοξίας ἕνεκα καὶ τῶν τοιούτων ἀγώνων ἀναλίσκειν, δεδιὼς τὰς ἐπιθυμίας τὰς ἀναλωτικὰς ἐγείρειν καὶ συμπαρακαλεῖν ἐπὶ συμμαχίαν τε καὶ φιλονικίαν, ὀλίγοις τισὶν ἑαυτοῦ πολεμῶν ὀλιγαρχικῶς τὰ πολλὰ ἡττᾶται καὶ πλουτεῖ.
“此外,在私下里,那个省吃俭用的人在城邦中是一个差劲的竞争者,无论是为了某种胜利还是为了其他美好的名誉竞争;因为他不愿意为了名声和这类竞争而花费金钱,害怕唤醒那些挥霍的欲望并召唤它们作为同盟来争取胜利,他仅用自己一小部分资源以寡头式的方式进行战斗,结果大多落败,却发了财。
καὶ μάλα, ἔφη.
”“确实如此,”他说。
ἔτι οὖν, ἦν δʼ ἐγώ, ἀπιστοῦμεν μὴ κατὰ τὴν ὀλιγαρχουμένην πόλιν ὁμοιότητι τὸν φειδωλόν τε καὶ χρηματιστὴν τετάχθαι;
“那么,我们还会怀疑,”我说,“省吃俭用和赚钱的人是对应于寡头政制的城邦而安置的吗?
οὐδαμῶς, ἔφη.
”“绝不怀疑,”他说。
δημοκρατίαν δή, ὡς ἔοικε, μετὰ τοῦτο σκεπτέον, τίνα τε γίγνεται τρόπον, γενομένη τε ποῖόν τινα ἔχει, ἵνʼ αὖ τὸν τοῦ τοιούτου ἀνδρὸς τρόπον γνόντες παραστησώμεθʼ αὐτὸν εἰς κρίσιν.
“那么接下来,似乎必须考察民主政体,看它是如何产生的,产生后具有怎样的性质,以便我们依次了解了这种人的性格后,可以将他带出来接受审判。
ὁμοίως γοῦν ἄν, ἔφη, ἡμῖν αὐτοῖς πορευοίμεθα.
”“这样的话,”他说,“我们就能保持前后一致地前进。
οὐκοῦν, ἦν δʼ ἐγώ, μεταβάλλει μὲν τρόπον τινὰ τοιόνδε ἐξ ὀλιγαρχίας εἰς δημοκρατίαν, διʼ ἀπληστίαν τοῦ προκειμένου ἀγαθοῦ, τοῦ ὡς πλουσιώτατον δεῖν γίγνεσθαι;
”“那么,”我说,“它是不是以某种如下的方式从寡头政体转变为民主政体的? 也就是通过对既定善的贪得无厌,即必须变得尽可能富有?
πῶς δή;
”“如何转变呢?
ἅτε οἶμαι ἄρχοντες ἐν αὐτῇ οἱ ἄρχοντες διὰ τὸ πολλὰ κεκτῆσθαι, οὐκ ἐθέλουσιν εἴργειν νόμῳ τῶν νέων ὅσοι ἂν ἀκόλαστοι γίγνωνται, μὴ ἐξεῖναι αὐτοῖς ἀναλίσκειν τε καὶ ἀπολλύναι τὰ αὑτῶν, ἵνα ὠνούμενοι τὰ τῶν τοιούτων καὶ εἰσδανείζοντες ἔτι πλουσιώτεροι καὶ ἐντιμότεροι γίγνωνται.
” “我想,在那个城邦中,统治者们因为拥有大量财富而成为统治者,所以他们不愿意通过法律来限制年轻人中变得放纵的人,不准他们挥霍和毁灭自己的财产,以便通过收买这些人的财产并向他们贷款,使自己变得更加富有和更受尊重。
παντός γε μᾶλλον.
”“最确实不过了。
οὐκοῦν δῆλον ἤδη τοῦτο ἐν πόλει, ὅτι πλοῦτον τιμᾶν καὶ σωφροσύνην ἅμα ἱκανῶς κτᾶσθαι ἐν τοῖς πολίταις ἀδύνατον, ἀλλʼ ἀνάγκη ἢ τοῦ ἑτέρου ἀμελεῖν ἢ τοῦ ἑτέρου;
”“那么,在城邦中这不是很明显了吗? 即尊崇财富与同时在公民中获得足够的节制是不可能并存的,必然是顾此失彼,或者忽视这一方,或者忽视那一方?
ἐπιεικῶς, ἔφη, δῆλον.
”“相当明显,”他说。
παραμελοῦντες δὴ ἐν ταῖς ὀλιγαρχίαις καὶ ἐφιέντες ἀκολασταίνειν οὐκ ἀγεννεῖς ἐνίοτε ἀνθρώπους πένητας ἠνάγκασαν γενέσθαι.
“通过在寡头政体中忽视这一点,并听任出身不凡的人有时变得放纵,他们迫使一些本非卑劣之辈的人变得贫困。
μάλα γε.
”“非常确实。
κάθηνται δὴ οἶμαι οὗτοι ἐν τῇ πόλει κεκεντρωμένοι τε καὶ ἐξωπλισμένοι, οἱ μὲν ὀφείλοντες χρέα, οἱ δὲ ἄτιμοι γεγονότες, οἱ δὲ ἀμφότερα, μισοῦντές τε καὶ ἐπιβουλεύοντες τοῖς κτησαμένοις τὰ αὑτῶν καὶ τοῖς ἄλλοις, νεωτερισμοῦ ἐρῶντες.
”“我想,这些人手里拿着毒针并武装起来,坐在城邦里,有的欠债,有的被剥夺了公民权,有的两者兼有,他们憎恨并图谋对付那些夺取了他们财产的人以及其他人,渴望进行变革。
ἔστι ταῦτα.
”“确实如此。
§8.556οἱ δὲ δὴ χρηματισταὶ ἐγκύψαντες, οὐδὲ δοκοῦντες τούτους ὁρᾶν, τῶν λοιπῶν τὸν ἀεὶ ὑπείκοντα ἐνιέντες ἀργύριον τιτρώσκοντες, καὶ τοῦ πατρὸς ἐκγόνους τόκους πολλαπλασίους κομιζόμενοι, πολὺν τὸν κηφῆνα καὶ πτωχὸν ἐμποιοῦσι τῇ πόλει.
” “而那些金钱崇拜者们则低着头,装作看不见这些人,只要剩下的那些人中有人屈服,就用贷款去伤害他,并收回比本金高出许多倍的子孙利息,从而在城邦中制造出大量的雄蜂和乞丐。
πῶς γάρ, ἔφη, οὐ πολύν;
”“怎么会不制造出很多呢? ”他说。
καὶ οὔτε γʼ ἐκείνῃ, ἦν δʼ ἐγώ, τὸ τοιοῦτον κακὸν ἐκκαόμενον ἐθέλουσιν ἀποσβεννύναι, εἴργοντες τὰ αὑτοῦ ὅπῃ τις βούλεται τρέπειν, οὔτε τῇδε, ᾗ αὖ κατὰ ἕτερον νόμον τὰ τοιαῦτα λύεται.
“而且,”我说,“他们既不愿意用这一种方法——即限制人们随意处置自己的财产,来扑灭这种燃烧着的恶魔;也不愿意用那一种方法——即通过另一条法律来解决这些问题。
κατὰ δὴ τίνα;
”“那么,是通过什么样的法律呢?
ὃς μετʼ ἐκεῖνόν ἐστι δεύτερος καὶ ἀναγκάζων ἀρετῆς ἐπιμελεῖσθαι τοὺς πολίτας.
”“那是一条仅次于前者的第二条法律,强制公民关注美德。
ἐὰν γὰρ ἐπὶ τῷ αὑτοῦ κινδύνῳ τὰ πολλά τις τῶν ἑκουσίων συμβολαίων προστάττῃ συμβάλλειν, χρηματίζοιντο μὲν ἂν ἧττον ἀναιδῶς ἐν τῇ πόλει, ἐλάττω δʼ ἐν αὐτῇ φύοιτο τῶν τοιούτων κακῶν οἵων νυνδὴ εἴπομεν.
因为如果有人规定,大多数自愿合同必须由贷款人自己承担风险,那么他们在城邦中赚钱时就不会那么无耻,城邦中产生的我们刚才所说的那些恶魔也会减少。
καὶ πολύ γε, ἦ δʼ ὅς.
”“而且会减少很多,”他说。
νῦν δέ γʼ, ἔφην ἐγώ, διὰ πάντα τὰ τοιαῦτα τοὺς μὲν δὴ ἀρχομένους οὕτω διατιθέασιν ἐν τῇ πόλει οἱ ἄρχοντες· σφᾶς δὲ αὐτοὺς καὶ τοὺς αὑτῶν—ἆρʼ οὐ τρυφῶντας μὲν τοὺς νέους καὶ ἀπόνους καὶ πρὸς τὰ τοῦ σώματος καὶ πρὸς τὰ τῆς ψυχῆς, μαλακοὺς δὲ καρτερεῖν πρὸς ἡδονάς τε καὶ λύπας καὶ ἀργούς;
“但现在,”我说,“由于所有这些事情,统治者们在城邦中把被统治者置于这样的境地;而至于他们自己和他们的人——他们难道不使自己的年轻人变得奢侈和无所事事,无论是对于身体还是对于灵魂,在抵抗快乐和痛苦时变得软弱,并且懒惰吗?
τί μήν;
”“当然如此。
αὑτοὺς δὲ πλὴν χρηματισμοῦ τῶν ἄλλων ἠμεληκότας, καὶ οὐδὲν πλείω ἐπιμέλειαν πεποιημένους ἀρετῆς ἢ τοὺς πένητας;
”“而他们自己,除了赚钱之外忽视其他一切,对美德的关注并不比贫穷的人多?
οὐ γὰρ οὖν.
”“确实如此。
οὕτω δὴ παρεσκευασμένοι ὅταν παραβάλλωσιν ἀλλήλοις οἵ τε ἄρχοντες καὶ οἱ ἀρχόμενοι ἢ ἐν ὁδῶν πορείαις ἢ ἐν ἄλλαις τισὶ κοινωνίαις, ἢ κατὰ θεωρίας ἢ κατὰ στρατείας, ἢ σύμπλοι γιγνόμενοι ἢ συστρατιῶται, ἢ καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις ἀλλήλους θεώμενοι μηδαμῇ ταύτῃ καταφρονῶνται οἱ πένητες ὑπὸ τῶν πλουσίων, ἀλλὰ πολλάκις ἰσχνὸς ἀνὴρ πένης, ἡλιωμένος, παραταχθεὶς ἐν μάχῃ πλουσίῳ ἐσκιατροφηκότι, πολλὰς ἔχοντι σάρκας ἀλλοτρίας, ἴδῃ ἄσθματός τε καὶ ἀπορίας μεστόν, ἆρʼ οἴει αὐτὸν οὐχ ἡγεῖσθαι κακίᾳ τῇ σφετέρᾳ πλουτεῖν τοὺς τοιούτους, καὶ ἄλλον ἄλλῳ παραγγέλλειν, ὅταν ἰδίᾳ συγγίγνωνται, ὅτι ἇνδρες ἡμέτεροι· εἰσὶ γὰρ οὐδέν;
”“那么,当统治者和被统治者在这样准备好的状态下相遇时,无论是在旅途中还是在其他一些交往中,是在节日使团中还是在军事行动中,是作为同舟共济者还是作为战友,或者在那些危险本身中互相观察时,贫穷的人绝不会在这方面被富人瞧不起。 相反,一个晒得黑黑的、精干的穷人,在战场上被排在一个在阴凉处长大、身上长满了他人的赘肉的富人身边,看到他气喘吁吁、手足无措。 你难道认为他不会觉得,这样的人之所以富有是因为他们自己的懦弱,并且在私下相聚时,他们会互相传递消息说:‘我们的人根本不算什么’吗?
εὖ οἶδα μὲν οὖν, ἔφη, ἔγωγε, ὅτι οὕτω ποιοῦσιν.
”“我确实很清楚,”他说,“他们就是这么做的。
οὐκοῦν ὥσπερ σῶμα νοσῶδες μικρᾶς ῥοπῆς ἔξωθεν δεῖται προσλαβέσθαι πρὸς τὸ κάμνειν, ἐνίοτε δὲ καὶ ἄνευ τῶν ἔξω στασιάζει αὐτὸ αὑτῷ, οὕτω δὴ καὶ ἡ κατὰ ταὐτὰ ἐκείνῳ διακειμένη πόλις ἀπὸ σμικρᾶς προφάσεως, ἔξωθεν ἐπαγομένων ἢ τῶν ἑτέρων ἐξ ὀλιγαρχουμένης πόλεως συμμαχίαν ἢ τῶν ἑτέρων ἐκ δημοκρατουμένης, νοσεῖ τε καὶ αὐτὴ αὑτῇ μάχεται, ἐνίοτε δὲ καὶ ἄνευ τῶν ἔξω στασιάζει;
”“那么,正如一个病态的身体只需要外来的微小冲击就会陷入疾病,有时甚至在没有外来因素的情况下也会发生内部冲突一样,那个处于相同状态的城邦,也会因为微小的借口——当一方从寡头城邦引来同盟,或者另一方从民主城邦引来同盟时——陷入疾病并发生内讧,有时甚至在没有外来因素的情况下也会发生内乱吗? ”

词汇与语法注释

  1. 555aἀνταγωνιστής — 名词 `ἀνταγωνιστής`(竞争者)与形容词 `φαῦλος`(微不足道的、差劲的)结合,构成谓语“是一个差劲的竞争者”。接下来的属格短语 `ἤ τινος νίκης...`(为了某种胜利……)修饰 `ἀνταγωνιστής`,表示竞争的对象或领域。
  2. 555cἅτε ... ἄρχοντες — 针对主语 `οἱ ἄρχοντες`(统治者们),由 `ἅτε` 引导的原因分词结构(此处省略了系动词分词 `ὄντες`,名词 `ἄρχοντες` 作表语)表示“正因为他们是统治者”。这解释了他们为了自身利益而不愿通过法律限制年轻人放纵的主观原因。
  3. 556aοὔτε γʼ ἐκείνῃ ... οὔτε τῇδε — 阴性与格形式 `ἐκείνῃ` 和 `τῇδε` 作为副词性使用,省略了名词 `ὁδῷ`(道路、方法),意为“既不通过那条途径……也不通过这条途径”。前者指限制财产处置权(`εἴργοντες...`),后者指通过另一条法律(即契约自担风险)来解决问题。
  4. 556dκακίᾳ τῇ σφετέρᾳ — 反身所有形容词 `σφέτερος` 的解析。由于该句的主语是穷人,此处应解释为“由于他们自己(穷人)的懦弱/不争气”。这表明穷人意识到富人之所以富有,并非因为富人有德,而是因为穷人自身的妥协与胆怯,体现了革命的萌芽。

引用这一段

柏拉图, 理想国 §8.555-8.556. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:8.555-8.556

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。