§8.549αὐθαδέστερόν τε δεῖ αὐτόν, ἦν δʼ ἐγώ, εἶναι καὶ ὑποαμουσότερον, φιλόμουσον δέ, καὶ φιλήκοον μέν, ῥητορικὸν δʼ οὐδαμῶς.
「彼は」と私は言った、「もっと強情で、またやや教養に欠けているに違いありません。 とはいえ、文芸を愛し、人の話を聞くのを好むものの、雄弁家では決してありません。
καὶ δούλοις μέν τις ἂν ἄγριος εἴη ὁ τοιοῦτος, οὐ καταφρονῶν δούλων, ὥσπερ ὁ ἱκανῶς πεπαιδευμένος, ἐλευθέροις δὲ ἥμερος, ἀρχόντων δὲ σφόδρα ὑπήκοος, φίλαρχος δὲ καὶ φιλότιμος, οὐκ ἀπὸ τοῦ λέγειν ἀξιῶν ἄρχειν οὐδʼ ἀπὸ τοιούτου οὐδενός, ἀλλʼ ἀπὸ ἔργων τῶν τε πολεμικῶν καὶ τῶν περὶ τὰ πολεμικά, φιλογυμναστής τέ τις ὢν καὶ φιλόθηρος.
また、そのような人間は、十分に教育を受けた人のように奴隷を見下すことはないものの、奴隷に対しては荒々しく、自由な人々に対しては温厚であり、支配者に対してはきわめて従順でしょう。 支配することと名誉を好み、弁舌によって支配するに値すると主張するのではなく、またそのようなこと一切からではなく、軍事的な事績や軍事に関わる事績からそれをもとめ、体育や狩猟を好む人間です。
ἔστι γάρ, ἔφη, τοῦτο τὸ ἦθος ἐκείνης τῆς πολιτείας.
」「まさにそれこそが、」と彼は言った、「あの政体の性格ですね。
οὐκοῦν καὶ χρημάτων, ἦν δʼ ἐγώ, ὁ τοιοῦτος νέος μὲν ὢν καταφρονοῖ ἄν, ὅσῳ δὲ πρεσβύτερος γίγνοιτο, μᾶλλον ἀεὶ ἀσπάζοιτο ἂν τῷ τε μετέχειν τῆς τοῦ φιλοχρημάτου φύσεως καὶ μὴ εἶναι εἰλικρινὴς πρὸς ἀρετὴν διὰ τὸ ἀπολειφθῆναι τοῦ ἀρίστου φύλακος;
」「それゆえ」と私は言った、「そのような人間は、若い頃は財産を軽蔑するでしょうが、年をとるにつれて、ますますそれを常に歓迎するようになるでしょう。 というのも、彼は財産を愛する性質を分け持っており、最善の守護者を欠いているために、徳に対して純粋ではないからです。
τίνος;
」「最善の守護者とは何ですか?
ἦ δʼ ὃς ὁ Ἀδείμαντος.
」とアデイマントスは尋ねた。
λόγου, ἦν δʼ ἐγώ, μουσικῇ κεκραμένου·
「理性(ロゴス)です」と私は言った、「文芸によって和らげられたそれです。
ὃς μόνος ἐγγενόμενος σωτὴρ ἀρετῆς διὰ βίου ἐνοικεῖ τῷ ἔχοντι.
これだけが心に生じることで、生涯を通じて、それを持つ者の内にあって徳の救い手となるのです。
καλῶς, ἔφη, λέγεις.
」「見事な言葉です」と彼は言った。
καὶ ἔστι μέν γʼ, ἦν δʼ ἐγώ, τοιοῦτος ὁ τιμοκρατικὸς νεανίας, τῇ τοιαύτῃ πόλει ἐοικώς.
「そして、この名誉支配的な若者は、」と私は言った、「まさにそのような国家に似た者なのです。
πάνυ μὲν οὖν.
」「全くその通りです。
γίγνεται δέ γʼ, εἶπον, οὗτος ὧδέ πως·
」「では」と私は言った、「この男は次のようにして生まれます。
ἐνίοτε πατρὸς ἀγαθοῦ ὢν νέος ὑὸς ἐν πόλει οἰκοῦντος οὐκ εὖ πολιτευομένῃ, φεύγοντος τάς τε τιμὰς καὶ ἀρχὰς καὶ δίκας καὶ τὴν τοιαύτην πᾶσαν φιλοπραγμοσύνην καὶ ἐθέλοντος ἐλαττοῦσθαι ὥστε πράγματα μὴ ἔχειν— πῇ δή, ἔφη, γίγνεται;
時として、よく治められていない国家に住み、名誉や官職や裁判、あるいはそのような一切の厄介な活動を避け、面倒なことに巻き込まれないために不利益を被ることもいとわない良き父親の、若い息子がいるとします――」「では、どのようにして生まれるのですか? 」と彼は言った。
ὅταν, ἦν δʼ ἐγώ, πρῶτον μὲν τῆς μητρὸς ἀκούῃ ἀχθομένης ὅτι οὐ τῶν ἀρχόντων αὐτῇ ὁ ἀνήρ ἐστιν, καὶ ἐλαττουμένης διὰ ταῦτα ἐν ταῖς ἄλλαις γυναιξίν, ἔπειτα ὁρώσης μὴ σφόδρα περὶ χρήματα σπουδάζοντα μηδὲ μαχόμενον καὶ λοιδορούμενον ἰδίᾳ τε ἐν δικαστηρίοις καὶ δημοσίᾳ, ἀλλὰ ῥᾳθύμως πάντα τὰ τοιαῦτα φέροντα, καὶ ἑαυτῷ μὲν τὸν νοῦν προσέχοντα ἀεὶ αἰσθάνηται, ἑαυτὴν δὲ μήτε πάνυ τιμῶντα μήτε ἀτιμάζοντα, ἐξ ἁπάντων τούτων ἀχθομένης τε καὶ λεγούσης ὡς ἄνανδρός τε αὐτῷ ὁ πατὴρ καὶ λίαν ἀνειμένος, καὶ ἄλλα δὴ ὅσα καὶ οἷα φιλοῦσιν αἱ γυναῖκες περὶ τῶν τοιούτων ὑμνεῖν.
「それは、」と私は言った、「まず第一に、自分の夫が支配者層の一員ではないこと、そのために他の女たちの間で自分が不利益を被っていることを不満に思う母親の嘆きを聞く時です。 さらに、夫が財産をそれほど熱心に追い求めず、法廷でも私的にも、また公的にも、争ったり罵り合ったりせず、そうした一切をのん気に受け流し、常に自分自身にのみ心を配っていて、自分のことはそれほど重んじもしなければ軽んじもしないのを、妻が目の当たりにし、これらすべてに腹を立てて、夫は意気地なしで、あまりにだらしないと言い、また、女たちがそのような男たちについて語りぐさにするような、その他多くの同様のことを言う時です。
καὶ μάλʼ, ἔφη ὁ Ἀδείμαντος, πολλά τε καὶ ὅμοια ἑαυταῖς.
」「本当に、」とアデイマントスは言った、「多くの、そして彼女ら自身によく似た話をね。
§8.550οἶσθα οὖν, ἦν δʼ ἐγώ, ὅτι καὶ οἱ οἰκέται τῶν τοιούτων ἐνίοτε λάθρᾳ πρὸς τοὺς ὑεῖς τοιαῦτα λέγουσιν, οἱ δοκοῦντες εὖνοι εἶναι, καὶ ἐάν τινα ἴδωσιν ἢ ὀφείλοντα χρήματα, ᾧ μὴ ἐπεξέρχεται ὁ πατήρ, ἤ τι ἄλλο ἀδικοῦντα, διακελεύονται ὅπως, ἐπειδὰν ἀνὴρ γένηται, τιμωρήσεται πάντας τοὺς τοιούτους καὶ ἀνὴρ μᾶλλον ἔσται τοῦ πατρός.
」「では、知っているでしょう」と私は言った、「そのような家々の使用人たちも、親切を装って、時として息子たちに陰で同様のことを言うのを。 そして、相手が借金をしているのに父親が取り立てを行わない場合や、他の不正を行っているのを見かけると、自分が大人になったら、そうした者たちすべてに復讐をし、父親よりも立派な男になるようにと促すのです。
καὶ ἐξιὼν ἕτερα τοιαῦτα ἀκούει καὶ ὁρᾷ, τοὺς μὲν τὰ αὑτῶν πράττοντας ἐν τῇ πόλει ἠλιθίους τε καλουμένους καὶ ἐν σμικρῷ λόγῳ ὄντας, τοὺς δὲ μὴ τὰ αὑτῶν τιμωμένους τε καὶ ἐπαινουμένους.
また、外に出れば、彼は同様の別の話を聞き、また目にします。 国家において、自分のことだけをしている人々が愚か者と呼ばれ、軽んじられている一方で、自分のこと以外に手を出している人々が重んじられ、称賛されているのを。
τότε δὴ ὁ νέος πάντα τὰ τοιαῦτα ἀκούων τε καὶ ὁρῶν, καὶ αὖ τοὺς τοῦ πατρὸς λόγους ἀκούων τε καὶ ὁρῶν τὰ ἐπιτηδεύματα αὐτοῦ ἐγγύθεν παρὰ τὰ τῶν ἄλλων, ἑλκόμενος ὑπʼ ἀμφοτέρων τούτων, τοῦ μὲν πατρὸς αὐτοῦ τὸ λογιστικὸν ἐν τῇ ψυχῇ ἄρδοντός τε καὶ αὔξοντος, τῶν δὲ ἄλλων τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές, διὰ τὸ μὴ κακοῦ ἀνδρὸς εἶναι τὴν φύσιν, ὁμιλίαις δὲ ταῖς τῶν ἄλλων κακαῖς κεχρῆσθαι, εἰς τὸ μέσον ἑλκόμενος ὑπʼ ἀμφοτέρων τούτων ἦλθε, καὶ τὴν ἐν ἑαυτῷ ἀρχὴν παρέδωκε τῷ μέσῳ τε καὶ φιλονίκῳ καὶ θυμοειδεῖ, καὶ ἐγένετο ὑψηλόφρων τε καὶ φιλότιμος ἀνήρ.
その時、この若者は、これらすべての言葉を聞き、また目にし、一方で父親の言葉を聞き、父親の生き方を他の人々のそれと間近で比較して目にします。 これら両方に引きずられ、父親が彼の魂の中の理性的な部分を潤し育てる一方で、他の人々が欲望的な部分や気概の部分を育てるのです。 彼の生まれつきの性質は悪人ではないものの、他人の悪い交わりに馴染んでしまったために、これら両方に引きずられた結果、その中間へと至り、自分の中の支配権を、中間的な、すなわち勝負を好み気概に満ちた部分に引き渡し、尊大で名誉を重んじる男になったのです。
κομιδῇ μοι, ἔφη, δοκεῖς τὴν τούτου γένεσιν διεληλυθέναι.
」「まったく、」と彼は言った、「彼の誕生の経緯を見事に描ききったと思います。
ἔχομεν ἄρα, ἦν δʼ ἐγώ, τήν τε δευτέραν πολιτείαν καὶ τὸν δεύτερον ἄνδρα.
」「こうして、」と私は言った、「第二の政体と、第二の人間が得られました。
ἔχομεν, ἔφη.
」「得られましたね」と彼は言った。
οὐκοῦν μετὰ τοῦτο, τὸ τοῦ Αἰσχύλου, λέγωμεν,
"ἄλλον ἄλλῃ πρὸς πόλει τεταγμένον"
, μᾶλλον δὲ κατὰ τὴν ὑπόθεσιν προτέραν τὴν πόλιν;
「それでは、このあとに、アイスキュロスの言う、『もう一人の男が、別の都市に対して配備された』を語るべきでしょうか、それとも、我々の前提に従って、まず国家を語るべきでしょうか?
πάνυ μὲν οὖν, ἔφη.
」「もちろん、」と彼は言った、「まず国家です。
εἴη δέ γʼ ἄν, ὡς ἐγᾦμαι, ὀλιγαρχία ἡ μετὰ τὴν τοιαύτην πολιτείαν.
」「とすれば、私の思うに、そのような政体の後に来るのは過頭政でしょう。
λέγεις δέ, ἦ δʼ ὅς, τὴν ποίαν κατάστασιν ὀλιγαρχίαν;
」「過頭政とは、」と彼は言った、「どのような体制のことを言っているのですか?
τὴν ἀπὸ τιμημάτων, ἦν δʼ ἐγώ, πολιτείαν, ἐν ᾗ οἱ μὲν πλούσιοι ἄρχουσιν, πένητι δὲ οὐ μέτεστιν ἀρχῆς.
」「財産査定に基づく政体です」と私は言った、「そこでは富裕な者たちが支配し、貧しい者には支配の分前がありません。
μανθάνω, ἦ δʼ ὅς.
」「分かりました」と彼は言った。
οὐκοῦν ὡς μεταβαίνει πρῶτον ἐκ τῆς τιμαρχίας εἰς τὴν ὀλιγαρχίαν, ῥητέον;
「では、どのようにして最初に名誉支配制から過頭政へと移行するのかを語るべきですね?
ναί.
」「はい。
καὶ μήν, ἦν δʼ ἐγώ, καὶ τυφλῷ γε δῆλον ὡς μεταβαίνει.
」「しかし、どのように移行するかは、盲人にも明らかでしょう。
πῶς;
」「どのようにですか?
τὸ ταμιεῖον, ἦν δʼ ἐγώ, ἐκεῖνο ἑκάστῳ χρυσίου πληρούμενον ἀπόλλυσι τὴν τοιαύτην πολιτείαν.
」「各人が所有する、金で満たされたあの金庫が、そのような政体を破滅に導くのです。
πρῶτον μὲν γὰρ δαπάνας αὑτοῖς ἐξευρίσκουσιν, καὶ τοὺς νόμους ἐπὶ τοῦτο παράγουσιν, ἀπειθοῦντες αὐτοί τε καὶ γυναῖκες αὐτῶν.
なぜなら、彼らはまず自分たちのために贅沢な出費の方法を考案し、そのために法律を歪め、本人たちもその妻たちも法律に従わなくなるからです。
εἰκός, ἔφη.
」「ありそうなことです」と彼は言った。
ἔπειτά γε οἶμαι ἄλλος ἄλλον ὁρῶν καὶ εἰς ζῆλον ἰὼν τὸ πλῆθος τοιοῦτον αὑτῶν ἀπηργάσαντο.
「それから、私の思うに、互いに他人の様子を見て、対抗意識を抱くようになり、大衆を自分たちと同じような者に仕立て上げるのです。
εἰκός.
」「ありそうです。
τοὐντεῦθεν τοίνυν, εἶπον, προϊόντες εἰς τὸ πρόσθεν τοῦ χρηματίζεσθαι, ὅσῳ ἂν τοῦτο τιμιώτερον ἡγῶνται, τοσούτῳ ἀρετὴν ἀτιμοτέραν.
」「そこから、」と私は言った、「彼らはさらに金儲けへと突き進み、これをより尊いものと見なせば見なすほど、それだけ徳を軽んじるようになるのです。
ἢ οὐχ οὕτω πλούτου ἀρετὴ διέστηκεν, ὥσπερ ἐν πλάστιγγι ζυγοῦ κειμένου ἑκατέρου, ἀεὶ τοὐναντίον ῥέποντε;
あるいは、富と徳の関係は、天秤の皿のそれぞれに載せられていて、常に一方が上がれば他方が下がるように、正反対に傾くものではないでしょうか?
καὶ μάλʼ, ἔφη.
」「まさにその通りです」と彼は言った。