Humanitext Reader

プラトン · 国家 §8.547-8.548

名誉支配政への移行とその支配者の特徴

115 / 153 箇所 · ギリシア語

要旨

支配階級の中に金属の混淆による内紛が生じることで、アリストクラティアから中間的な国制であるティモクラティア(名誉支配政)への移行が語られ、その支配者たちの戦士的で名誉を重んじつつも富を隠し貪る性格が描かれる。

§8.547ὁμοῦ δὲ μιγέντος σιδηροῦ ἀργυρῷ καὶ χαλκοῦ χρυσῷ ἀνομοιότης ἐγγενήσεται καὶ ἀνωμαλία ἀνάρμοστος, ἃ γενόμενα, οὗ ἂν ἐγγένηται, ἀεὶ τίκτει πόλεμον καὶ ἔχθραν. "ταύτης τοι γενεῆς" χρὴ φάναι εἶναι στάσιν, ὅπου ἂν γίγνηται ἀεί. καὶ ὀρθῶς γʼ, ἔφη, αὐτὰς ἀποκρίνεσθαι φήσομεν. καὶ γάρ, ἦν δʼ ἐγώ, ἀνάγκη μούσας γε οὔσας. τί οὖν, ἦ δʼ ὅς, τὸ μετὰ τοῦτο λέγουσιν αἱ Μοῦσαι; στάσεως, ἦν δʼ ἐγώ, γενομένης εἱλκέτην ἄρα ἑκατέρω τὼ γένει, τὸ μὲν σιδηροῦν καὶ χαλκοῦν ἐπὶ χρηματισμὸν καὶ γῆς κτῆσιν καὶ οἰκίας χρυσίου τε καὶ ἀργύρου, τὼ δʼ αὖ, τὸ χρυσοῦν τε καὶ ἀργυροῦν, ἅτε οὐ πενομένω ἀλλὰ φύσει ὄντε πλουσίω, τὰς ψυχὰς ἐπὶ τὴν ἀρετὴν καὶ τὴν ἀρχαίαν κατάστασιν ἠγέτην· βιαζομένων δὲ καὶ ἀντιτεινόντων ἀλλήλοις, εἰς μέσον ὡμολόγησαν γῆν μὲν καὶ οἰκίας κατανειμαμένους ἰδιώσασθαι, τοὺς δὲ πρὶν φυλαττομένους ὑπʼ αὐτῶν ὡς ἐλευθέρους φίλους τε καὶ τροφέας, δουλωσάμενοι τότε περιοίκους τε καὶ οἰκέτας ἔχοντες, αὐτοὶ πολέμου τε καὶ φυλακῆς αὐτῶν ἐπιμελεῖσθαι. δοκεῖ μοι, ἔφη, αὕτη ἡ μετάβασις ἐντεῦθεν γίγνεσθαι. οὐκοῦν, ἦν δʼ ἐγώ, ἐν μέσῳ τις ἂν εἴη ἀριστοκρατίας τε καὶ ὀλιγαρχίας αὕτη ἡ πολιτεία; πάνυ μὲν οὖν. μεταβήσεται μὲν δὴ οὕτω· μεταβᾶσα δὲ πῶς οἰκήσει; ἢ φανερὸν ὅτι τὰ μὲν μιμήσεται τὴν προτέραν πολιτείαν, τὰ δὲ τὴν ὀλιγαρχίαν, ἅτʼ ἐν μέσῳ οὖσα, τὸ δέ τι καὶ αὑτῆς ἕξει ἴδιον; οὕτως, ἔφη. οὐκοῦν τῷ μὲν τιμᾶν τοὺς ἄρχοντας καὶ γεωργιῶν ἀπέχεσθαι τὸ προπολεμοῦν αὐτῆς καὶ χειροτεχνιῶν καὶ τοῦ ἄλλου χρηματισμοῦ, συσσίτια δὲ κατεσκευάσθαι καὶ γυμναστικῆς τε καὶ τῆς τοῦ πολέμου ἀγωνίας ἐπιμελεῖσθαι, πᾶσι τοῖς τοιούτοις τὴν προτέραν μιμήσεται; ναί. τῷ δέ γε φοβεῖσθαι τοὺς σοφοὺς ἐπὶ τὰς ἀρχὰς ἄγειν, ἅτε οὐκέτι κεκτημένην ἁπλοῦς τε καὶ ἀτενεῖς τοὺς τοιούτους ἄνδρας ἀλλὰ μεικτούς, ἐπὶ δὲ θυμοειδεῖς τε καὶ ἁπλουστέρους ἀποκλίνειν, τοὺς πρὸς πόλεμον μᾶλλον πεφυκότας ἢ πρὸς εἰρήνην, καὶ τοὺς περὶ ταῦτα δόλους τε καὶ μηχανὰς ἐντίμως ἔχειν, καὶ πολεμοῦσα τὸν ἀεὶ χρόνον διάγειν, αὐτὴ ἑαυτῆς αὖ τὰ πολλὰ τῶν τοιούτων ἴδια ἕξει; §8.548ναί. ἐπιθυμηταὶ δέ γε, ἦν δʼ ἐγώ, χρημάτων οἱ τοιοῦτοι ἔσονται, ὥσπερ οἱ ἐν ταῖς ὀλιγαρχίαις, καὶ τιμῶντες ἀγρίως ὑπὸ σκότου χρυσόν τε καὶ ἄργυρον, ἅτε κεκτημένοι ταμιεῖα καὶ οἰκείους θησαυρούς, οἷ θέμενοι ἂν αὐτὰ κρύψειαν, καὶ αὖ περιβόλους οἰκήσεων, ἀτεχνῶς νεοττιὰς ἰδίας, ἐν αἷς ἀναλίσκοντες γυναιξί τε καὶ οἷς ἐθέλοιεν ἄλλοις πολλὰ ἂν δαπανῷντο. ἀληθέστατα, ἔφη. οὐκοῦν καὶ φειδωλοὶ χρημάτων, ἅτε τιμῶντες καὶ οὐ φανερῶς κτώμενοι, φιλαναλωταὶ δὲ ἀλλοτρίων διʼ ἐπιθυμίαν, καὶ λάθρᾳ τὰς ἡδονὰς καρπούμενοι, ὥσπερ παῖδες πατέρα τὸν νόμον ἀποδιδράσκοντες, οὐχ ὑπὸ πειθοῦς ἀλλʼ ὑπὸ βίας πεπαιδευμένοι διὰ τὸ τῆς ἀληθινῆς Μούσης τῆς μετὰ λόγων τε καὶ φιλοσοφίας ἠμεληκέναι καὶ πρεσβυτέρως γυμναστικὴν μουσικῆς τετιμηκέναι. παντάπασιν, ἔφη, λέγεις μεμειγμένην πολιτείαν ἐκ κακοῦ τε καὶ ἀγαθοῦ. μέμεικται γάρ, ἦν δʼ ἐγώ· διαφανέστατον δʼ ἐν αὐτῇ ἐστὶν ἕν τι μόνον ὑπὸ τοῦ θυμοειδοῦς κρατοῦντος, φιλονικίαι καὶ φιλοτιμίαι. σφόδρα γε, ἦ δʼ ὅς. οὐκοῦν, ἦν δʼ ἐγώ, αὕτη μὲν ἡ πολιτεία οὕτω γεγονυῖα καὶ τοιαύτη ἄν τις εἴη, ὡς λόγῳ σχῆμα πολιτείας ὑπογράψαντα μὴ ἀκριβῶς ἀπεργάσασθαι διὰ τὸ ἐξαρκεῖν μὲν ἰδεῖν καὶ ἐκ τῆς ὑπογραφῆς τόν τε δικαιότατον καὶ τὸν ἀδικώτατον, ἀμήχανον δὲ μήκει ἔργον εἶναι πάσας μὲν πολιτείας, πάντα δὲ ἤθη μηδὲν παραλιπόντα διελθεῖν. καὶ ὀρθῶς, ἔφη. τίς οὖν ὁ κατὰ ταύτην τὴν πολιτείαν ἀνήρ; πῶς τε γενόμενος ποῖός τέ τις ὤν; οἶμαι μέν, ἔφη ὁ Ἀδείμαντος, ἐγγύς τι αὐτὸν Γλαύκωνος τουτουὶ τείνειν ἕνεκά γε φιλονικίας. ἴσως, ἦν δʼ ἐγώ, τοῦτό γε· ἀλλά μοι δοκεῖ τάδε οὐ κατὰ τοῦτον πεφυκέναι. τὰ ποῖα;
鉄が銀と混じり、銅が金と混じり合うとき、不均一と調和を欠いた不均衡が生じるだろう。これらが生じると、それが生じたところにはどこでも、常に戦争と敵対関係が生まれる。「この血統から」内紛は常に生じるのだ、それがどこで生じようとも、と言わねばならない。「そして、彼女たちは正しく答えていると私たちは言うでしょう」と彼は言った。「実際、ミューズたちである以上、当然のことだ」と私は言った。「それでは」と彼は言った、「この後にミューズたちは何を語るのですか?」「内紛が生じたとき」と私は言った、「二つの種族はそれぞれ反対の方向へと引っ張り合った。鉄と銅の種族は、金儲けや土地・家屋・金銀の所有へと引っ張り、他方、金と銀の種族は、貧しくなく生まれつき富んでいるので、その魂を徳と古き秩序へと導いた。しかし、彼らが互いに争い、抵抗し合ううちに、妥協が成立した。土地と家屋を分配して私有化し、以前は自由な友人であり扶養者として自分たちによって守られていた人々を、そのときには奴隷化して周辺住民や召使いとし、自分たち自身は戦争と彼らの監視を担当することに合意したのだ。」「その移行はそこから生じるように私には思われます」と彼は言った。「では」と私は言った、「この国制は、貴族政と寡頭政の中間にあるようなものではないだろうか?」「まったくその通りです。」「では、そのように移行するとして、移行した後は、どのように運営されるだろうか?あるいは、それが中間にある以上、ある点では以前の国制を模倣し、別の点では寡頭政を模倣し、またある点では独自の性格を持つことになるのは明らかではないだろうか?」「その通りです」と彼は言った。「では、支配者たちを敬うこと、その戦闘階級が農業や手工業、その他の金儲けから遠ざかること、共同食事を組織すること、体育や戦争の訓練に専念すること、これらすべての点において、以前の国制を模倣するのではないだろうか?」「はい。」「他方で、知者たちを支配の座につけることを恐れること(なぜなら、もはや単純で一途な人々を持たず、混ざり合った人々しか持たないからだ)、むしろ気概に富み、より単純な人々、すなわち平和よりも戦争に適した生まれつきの者たちへと傾くこと、そして戦争に関する策略や計略を重んじること、そして常に戦争をして過ごすこと、こうした多くの点において、この国制は独自の性質を持つことになるのではないだろうか?」「はい。」「引続き」と私は言った、「このような人々は、寡頭政の人々のように金銭を渇望するようになり、闇の中で狂気のように金や銀を崇めるだろう。彼らは私的な貯蔵庫や宝物庫を所有して、そこにそれらを隠し、また家々の囲い、まさに自分たちだけの私的な巣を持って、その中で妻たちや彼らが望む他の人々のために多くの金を費やして浪費するだろうからだ。」「まったくその通りです」と彼は言った。「したがって、彼らは自分の金銭に対しては吝嗇になるだろう。それを崇めながらも、公然とは手に入れないからだ。しかし、欲望のために他人の金を浪費することを好み、法律から逃れる子供が父親から逃れるように、密かに快楽を享受するだろう。説得によってではなく強制によって教育されたからであり、それは言論と哲学を伴う真のミューズを軽視し、文芸よりも体育を重んじたからだ。」「まったく、悪と善が混ざり合った国制について語っておられますね」と彼は言った。「実際、混ざり合っているのだ」と私は言った。「しかし、その中で気概の部分が支配しているために、ただ一つのことだけが最も際立っている。それは勝利への愛と名誉への愛だ。」「まさにその通りです」と彼は言った。「では」と私は言った、「この国制はこのようにして生じ、そのようなものとなるだろう。言論において国制の輪郭を描いただけで、精密に完成させなかったのは、その輪郭からだけでも最も正義にかなった人と最も不正な人を見極めるには十分である一方で、すべての国制とすべての性格を一つも漏らさずに論じることは、あまりにも長くなりすぎて不可能な仕事だからだ。」「その通りです」と彼は言った。「では、この国制に対応する人間は誰でしょうか?彼はどのようにして生まれ、どのような人物なのでしょうか?」「私の考えでは」とアデイマントスが言った、「少なくとも勝利への愛という点では、彼はここにいるグラウコンにかなり近いと思います。」「おそらく」と私は言った、「その点に関してはそうだろう。しかし、次の点においては、彼の生まれつきの性質はグラウコンとは異なっているように私には思われる。」「どのような点ですか?」

語釈・文法注

  1. 547aταύτης τοι γενεῆς — ホメロスの『イリアス』(6.211など)からの有名な表現 "ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι" (この血統と血筋の者であると私は自負する)のパロディ的引用。属格の `ταύτης ... γενεῆς` は起源、または所属・帰属を示し、「内紛はまさにこの血統(世代)に由来する、あるいは属するものである」という意味を形成する。
  2. 547bεἱλκέτην — 動詞 `ἕλκω` の直説法未完了過去・両数(デュアル)3人称形。主語は `ἑκατέρω τὼ γένει`(二つの種族。すなわち「鉄と青銅の種族」と「金と銀の種族」)であり、この二つのグループが互いに反対方向へ引っ張り合ったことを、両数形を用いることで鮮明に示している。後続の `ἠγέτην`(`ἄγω` の両数3人称)も同様の対応構造を持つ。
  3. 547bβιαζομένων δὲ καὶ ἀντιτεινόντων — 主語が明示されない属格絶対(分詞構文)。意味上の主語は、直前に登場した二つのグループ(`ἑκατέρω τὼ γένει`)である。「彼らが互いに争い、抵抗し合っているうちに」と解釈され、内紛による対立状態から妥協へと至る過渡期的な背景を示している。
  4. 548bπρεσβυτέρως — 比較級副詞。ここでは「より古く」ではなく、「より優先して」「より重んじて」の意で用いられている。比較の基準となる `μουσικῆς`(文芸・音楽)が属格で置かれており、`γυμναστικήν`(体育)を文芸よりも優先して重んじたことを表す。

この箇所を引用する

プラトン, 国家 §8.547-8.548. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:8.547-8.548

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。