Humanitext Reader

柏拉图 · 理想国 §8.549-8.550

荣誉统治型人物的形成与向寡头政制的过渡

第 116 段,共 153 段 · 希腊语

内容简介

描写了与名誉支配体制相对应的个人的性格及其受母亲和周围环境影响而产生的过程,接着阐明了名誉支配政制向寡头政治转变的初步起因。

§8.549αὐθαδέστερόν τε δεῖ αὐτόν, ἦν δʼ ἐγώ, εἶναι καὶ ὑποαμουσότερον, φιλόμουσον δέ, καὶ φιλήκοον μέν, ῥητορικὸν δʼ οὐδαμῶς.
“他必须更加任性,”我说,“而且多少有些缺乏文雅教养,虽然他热爱文艺,也乐意倾听,但绝非一个雄辩家。
καὶ δούλοις μέν τις ἂν ἄγριος εἴη ὁ τοιοῦτος, οὐ καταφρονῶν δούλων, ὥσπερ ὁ ἱκανῶς πεπαιδευμένος, ἐλευθέροις δὲ ἥμερος, ἀρχόντων δὲ σφόδρα ὑπήκοος, φίλαρχος δὲ καὶ φιλότιμος, οὐκ ἀπὸ τοῦ λέγειν ἀξιῶν ἄρχειν οὐδʼ ἀπὸ τοιούτου οὐδενός, ἀλλʼ ἀπὸ ἔργων τῶν τε πολεμικῶν καὶ τῶν περὶ τὰ πολεμικά, φιλογυμναστής τέ τις ὢν καὶ φιλόθηρος.
这样的人对奴隶会很严厉,而不像受过充分教育的人那样鄙视奴隶,但对自由人很温和,对统治者极度顺从,他渴望权力和荣誉,他认为自己配得上统治,并非因为辩才或任何类似的东西,而是因为他在军事及与之相关的事务上的功绩,他同时也是一个热爱体育和狩猎的人。
ἔστι γάρ, ἔφη, τοῦτο τὸ ἦθος ἐκείνης τῆς πολιτείας.
”“确实,”他说,“这就是那个政制的性格。
οὐκοῦν καὶ χρημάτων, ἦν δʼ ἐγώ, ὁ τοιοῦτος νέος μὲν ὢν καταφρονοῖ ἄν, ὅσῳ δὲ πρεσβύτερος γίγνοιτο, μᾶλλον ἀεὶ ἀσπάζοιτο ἂν τῷ τε μετέχειν τῆς τοῦ φιλοχρημάτου φύσεως καὶ μὴ εἶναι εἰλικρινὴς πρὸς ἀρετὴν διὰ τὸ ἀπολειφθῆναι τοῦ ἀρίστου φύλακος;
”“因此,这样的人,”我说,“年轻时可能会鄙视金钱,但随着年龄增长,他会越来越欢迎它,因为他分享了爱钱的天性,并且由于失去了最好的守护者,他的美德不再纯正。
τίνος;
”“什么守护者?
ἦ δʼ ὃς ὁ Ἀδείμαντος.
”阿德曼托斯问。
λόγου, ἦν δʼ ἐγώ, μουσικῇ κεκραμένου·
“理性(逻各斯),”我说,“与文艺融合在一起的理性。
ὃς μόνος ἐγγενόμενος σωτὴρ ἀρετῆς διὰ βίου ἐνοικεῖ τῷ ἔχοντι.
唯有它在人的一生中临在,才能作为美德的救主存留在拥有它的人心中。
καλῶς, ἔφη, λέγεις.
”“你说得好,”他说。
καὶ ἔστι μέν γʼ, ἦν δʼ ἐγώ, τοιοῦτος ὁ τιμοκρατικὸς νεανίας, τῇ τοιαύτῃ πόλει ἐοικώς.
“而且,”我说,“这样的一名名誉支配型的青年,确实类似于这样的城邦。
πάνυ μὲν οὖν.
” “完全如此。
γίγνεται δέ γʼ, εἶπον, οὗτος ὧδέ πως· ἐνίοτε πατρὸς ἀγαθοῦ ὢν νέος ὑὸς ἐν πόλει οἰκοῦντος οὐκ εὖ πολιτευομένῃ, φεύγοντος τάς τε τιμὰς καὶ ἀρχὰς καὶ δίκας καὶ τὴν τοιαύτην πᾶσαν φιλοπραγμοσύνην καὶ ἐθέλοντος ἐλαττοῦσθαι ὥστε πράγματα μὴ ἔχειν— πῇ δή, ἔφη, γίγνεται;
”“而他,”我说,“大致是这样产生的:有时,在治理不善的城邦里,有一个好父亲的年轻儿子,这位父亲避开荣誉、官职、诉讼和所有这类多管闲事的活动,宁愿吃亏也不愿惹麻烦——”“那他是怎么产生的呢? ”他问。
ὅταν, ἦν δʼ ἐγώ, πρῶτον μὲν τῆς μητρὸς ἀκούῃ ἀχθομένης ὅτι οὐ τῶν ἀρχόντων αὐτῇ ὁ ἀνήρ ἐστιν, καὶ ἐλαττουμένης διὰ ταῦτα ἐν ταῖς ἄλλαις γυναιξίν, ἔπειτα ὁρώσης μὴ σφόδρα περὶ χρήματα σπουδάζοντα μηδὲ μαχόμενον καὶ λοιδορούμενον ἰδίᾳ τε ἐν δικαστηρίοις καὶ δημοσίᾳ, ἀλλὰ ῥᾳθύμως πάντα τὰ τοιαῦτα φέροντα, καὶ ἑαυτῷ μὲν τὸν νοῦν προσέχοντα ἀεὶ αἰσθάνηται, ἑαυτὴν δὲ μήτε πάνυ τιμῶντα μήτε ἀτιμάζοντα, ἐξ ἁπάντων τούτων ἀχθομένης τε καὶ λεγούσης ὡς ἄνανδρός τε αὐτῷ ὁ πατὴρ καὶ λίαν ἀνειμένος, καὶ ἄλλα δὴ ὅσα καὶ οἷα φιλοῦσιν αἱ γυναῖκες περὶ τῶν τοιούτων ὑμνεῖν.
“当他,”我说,“首先听到他母亲抱怨,说她丈夫不在统治者之列,她也因此在其他妇女中感到低人一等,接着又看到丈夫对金钱并不十分热心,无论是在法庭私下里还是在公共场合,他都不去争吵和辱骂,而是悠然自得地承受所有这些事情,并且她觉察到丈夫总是只专注于自己的内心,对自己既不十分敬重也不轻视。 由于所有这些,她感到恼怒,并说他的父亲没有男子气概、太松懈了,此外还有妇女们喜欢在这些事情上唠叨的其他各种话。
καὶ μάλʼ, ἔφη ὁ Ἀδείμαντος, πολλά τε καὶ ὅμοια ἑαυταῖς.
”“确实,”阿德曼托斯说,“很多,而且和她们自己一模一样。
§8.550οἶσθα οὖν, ἦν δʼ ἐγώ, ὅτι καὶ οἱ οἰκέται τῶν τοιούτων ἐνίοτε λάθρᾳ πρὸς τοὺς ὑεῖς τοιαῦτα λέγουσιν, οἱ δοκοῦντες εὖνοι εἶναι, καὶ ἐάν τινα ἴδωσιν ἢ ὀφείλοντα χρήματα, ᾧ μὴ ἐπεξέρχεται ὁ πατήρ, ἤ τι ἄλλο ἀδικοῦντα, διακελεύονται ὅπως, ἐπειδὰν ἀνὴρ γένηται, τιμωρήσεται πάντας τοὺς τοιούτους καὶ ἀνὴρ μᾶλλον ἔσται τοῦ πατρός.
” “那么,你是否知道,”我说,“即使是这些人的仆人,有时也会私下里对儿子说类似的话,那些看起来很忠诚的仆人。 如果他们看到有谁欠了钱而父亲不去追讨,或者做了别的什么坏事,他们就会怂恿这个儿子,等他长大成人后,必须惩罚所有这样的人,并且要比他的父亲更有男子气概。
καὶ ἐξιὼν ἕτερα τοιαῦτα ἀκούει καὶ ὁρᾷ, τοὺς μὲν τὰ αὑτῶν πράττοντας ἐν τῇ πόλει ἠλιθίους τε καλουμένους καὶ ἐν σμικρῷ λόγῳ ὄντας, τοὺς δὲ μὴ τὰ αὑτῶν τιμωμένους τε καὶ ἐπαινουμένους.
他出门时也会听到和看到其他类似的事情:城邦里那些安分守己的人被称作傻瓜,微不足道;而那些不务正业的人则受到敬重和赞扬。
τότε δὴ ὁ νέος πάντα τὰ τοιαῦτα ἀκούων τε καὶ ὁρῶν, καὶ αὖ τοὺς τοῦ πατρὸς λόγους ἀκούων τε καὶ ὁρῶν τὰ ἐπιτηδεύματα αὐτοῦ ἐγγύθεν παρὰ τὰ τῶν ἄλλων, ἑλκόμενος ὑπʼ ἀμφοτέρων τούτων, τοῦ μὲν πατρὸς αὐτοῦ τὸ λογιστικὸν ἐν τῇ ψυχῇ ἄρδοντός τε καὶ αὔξοντος, τῶν δὲ ἄλλων τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές, διὰ τὸ μὴ κακοῦ ἀνδρὸς εἶναι τὴν φύσιν, ὁμιλίαις δὲ ταῖς τῶν ἄλλων κακαῖς κεχρῆσθαι, εἰς τὸ μέσον ἑλκόμενος ὑπʼ ἀμφοτέρων τούτων ἦλθε, καὶ τὴν ἐν ἑαυτῷ ἀρχὴν παρέδωκε τῷ μέσῳ τε καὶ φιλονίκῳ καὶ θυμοειδεῖ, καὶ ἐγένετο ὑψηλόφρων τε καὶ φιλότιμος ἀνήρ.
这时,这个年轻人听着、看着所有这些事情,另一方面也听着父亲的教诲,近距离观察父亲的行为并与其他人的行为进行对比,在两者的拉扯之下——父亲浇灌并培育他灵魂中的理性部分,而其他人则培育他的欲望和气概部分。 由于他的本性并不坏,只是结交了坏同伴,所以在两者的拉扯下他走到了中间,将自己内心的统治权交给了中间的、爱胜的和具有气概的部分,从而变成了一个高傲、爱荣誉的人。
κομιδῇ μοι, ἔφη, δοκεῖς τὴν τούτου γένεσιν διεληλυθέναι.
”“在我看来,”他说,“你确实完全讲清楚了他的产生过程。
ἔχομεν ἄρα, ἦν δʼ ἐγώ, τήν τε δευτέραν πολιτείαν καὶ τὸν δεύτερον ἄνδρα.
” “那么,我们有了,”我说,“第二种政制和第二种人。
ἔχομεν, ἔφη.
”“有了,”他说。
οὐκοῦν μετὰ τοῦτο, τὸ τοῦ Αἰσχύλου, λέγωμεν, "ἄλλον ἄλλῃ πρὸς πόλει τεταγμένον" , μᾶλλον δὲ κατὰ τὴν ὑπόθεσιν προτέραν τὴν πόλιν;
“那么,在这之后,我们是应该像埃斯库罗斯所说的那样,谈论 ‘配属在另一个城邦的另一个男人’,还是根据我们的假设,先谈论城邦?
πάνυ μὲν οὖν, ἔφη.
”“当然,”他说,“先谈论城邦。
εἴη δέ γʼ ἄν, ὡς ἐγᾦμαι, ὀλιγαρχία ἡ μετὰ τὴν τοιαύτην πολιτείαν.
”“那么,我想,在这样一种政制之后出现的将是寡头政治。
λέγεις δέ, ἦ δʼ ὅς, τὴν ποίαν κατάστασιν ὀλιγαρχίαν;
”“那么,”他说,“你所谓的寡头政治是指什么样的体制?
τὴν ἀπὸ τιμημάτων, ἦν δʼ ἐγώ, πολιτείαν, ἐν ᾗ οἱ μὲν πλούσιοι ἄρχουσιν, πένητι δὲ οὐ μέτεστιν ἀρχῆς.
”“以财产估价为基础的政制,”我说,“在其中,富人实行统治,而穷人没有统治的份。
μανθάνω, ἦ δʼ ὅς.
”“懂了,”他说。
οὐκοῦν ὡς μεταβαίνει πρῶτον ἐκ τῆς τιμαρχίας εἰς τὴν ὀλιγαρχίαν, ῥητέον;
“那我们是不是应该先说它是如何从名誉政制转变为寡头政治的?
ναί.
”“是的。
καὶ μήν, ἦν δʼ ἐγώ, καὶ τυφλῷ γε δῆλον ὡς μεταβαίνει.
”“而且,即使对一个瞎子来说,这种转变也是很明显的。
πῶς;
”“怎么转变?
τὸ ταμιεῖον, ἦν δʼ ἐγώ, ἐκεῖνο ἑκάστῳ χρυσίου πληρούμενον ἀπόλλυσι τὴν τοιαύτην πολιτείαν.
”“那个,”我说,“装满每个人黄金的金库摧毁了这种政制。
πρῶτον μὲν γὰρ δαπάνας αὑτοῖς ἐξευρίσκουσιν, καὶ τοὺς νόμους ἐπὶ τοῦτο παράγουσιν, ἀπειθοῦντες αὐτοί τε καὶ γυναῖκες αὐτῶν.
因为他们首先为自己寻找花钱的途径,为此歪曲法律,他们自己和他们的妻子都不服从法律。
εἰκός, ἔφη.
”“可能。
ἔπειτά γε οἶμαι ἄλλος ἄλλον ὁρῶν καὶ εἰς ζῆλον ἰὼν τὸ πλῆθος τοιοῦτον αὑτῶν ἀπηργάσαντο.
” “然后,我想,他们互相看着,产生嫉妒,使他们的大多数人变得像那样。
εἰκός.
”“可能。
τοὐντεῦθεν τοίνυν, εἶπον, προϊόντες εἰς τὸ πρόσθεν τοῦ χρηματίζεσθαι, ὅσῳ ἂν τοῦτο τιμιώτερον ἡγῶνται, τοσούτῳ ἀρετὴν ἀτιμοτέραν.
”“由此,”我说,“他们进一步追求赚钱,越是认为这尊贵,美德就越被看作卑贱。
ἢ οὐχ οὕτω πλούτου ἀρετὴ διέστηκεν, ὥσπερ ἐν πλάστιγγι ζυγοῦ κειμένου ἑκατέρου, ἀεὶ τοὐναντίον ῥέποντε;
难道财富和美德不就是这样对立的吗,就像天平的两端,总是朝相反的方向倾斜?
καὶ μάλʼ, ἔφη.
”“确实如此,”他说。

词汇与语法注释

  1. 549bδιὰ τὸ ἀπολειφθῆναι τοῦ ἀρίστου φύλακος — 由 διὰ τό + 被动不定词(ἀπολειφθῆναι)构成的表示原因的副词短语。动词 ἀπολείπω 的被动语态在此处接属格 τοῦ ἀρίστου φύλακος 作其补足语,意为“因失去/被抛弃于最好的守护者”。
  2. 549cἐνίοτε πατρὸς ἀγαθοῦ ὢν νέος ὑὸς ἐν πόλει οἰκοῦντος οὐκ εὖ πολιτευομένῃ — 此句包含分词的嵌套结构:属格名词短语 πατρὸς ἀγαθοῦ(“一位好父亲的”)修饰主语 νέος ὑός(“年轻儿子”)。该父亲由属格分词 οἰκοῦντος(“居住”)修饰,其居住地为 ἐν πόλει(“在城邦中”),而该城邦又由与格分词 οὐκ εὖ πολιτευομένῃ(“治理不善的”)修饰。
  3. 550bτοῦ μὲν πατρὸς αὐτοῦ τὸ λογιστικὸν ἐν τῇ ψυχῇ ἄρδοντός τε καὶ αὔξοντος — 短语 τοῦ μὲν πατρὸς ... ἄρδοντός τε καὶ αὔξοντος 是属格独立结构。与之相对应,在接下来的 τῶν δὲ ἄλλων 之后省略了相应的分词(如 ἄρδοντων καὶ αὐξόντων)。利用 μὲν ... δέ 的对比,将父亲对理性部分的培育与其他人对欲望和气概部分的培育并列对比。

引用这一段

柏拉图, 理想国 §8.549-8.550. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:8.549-8.550

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。