§8.545διεληλύθαμεν.
「私たちは論じ終えた。
ἆρʼ οὖν τὸ μετὰ τοῦτο διιτέον τοὺς χείρους, τὸν φιλόνικόν τε καὶ φιλότιμον, κατὰ τὴν Λακωνικὴν ἑστῶτα πολιτείαν, καὶ ὀλιγαρχικὸν αὖ καὶ δημοκρατικὸν καὶ τὸν τυραννικόν, ἵνα τὸν ἀδικώτατον ἰδόντες ἀντιθῶμεν τῷ δικαιοτάτῳ καὶ ἡμῖν τελέα ἡ σκέψις ᾖ, πῶς ποτε ἡ ἄκρατος δικαιοσύνη πρὸς ἀδικίαν τὴν ἄκρατον ἔχει εὐδαιμονίας τε πέρι τοῦ ἔχοντος καὶ ἀθλιότητος, ἵνα ἢ Θρασυμάχῳ πειθόμενοι διώκωμεν ἀδικίαν ἢ τῷ νῦν προφαινομένῳ λόγῳ δικαιοσύνην;
それでは、この次に、より劣った人々、すなわち勝利を愛し名誉を愛する者(ラコニア国制に対応して立っている者)、そしてさらに寡頭政的、民主政的、僭主政的な人を検討していくべきだろうか。 それは、最も不正な人を見て最も正しい人と対比させ、それによって、純粋な正義が純粋な不正に対して、それを持つ者の幸福と悲惨に関してどのような関係にあるかを完全に検討するためであり、それによって私たちがトラシュマコスに従って不正を追求するべきか、あるいは今や現れつつある議論に従って正義を追求するべきかを決めるためだろうか?
παντάπασι μὲν οὖν, ἔφη, οὕτω ποιητέον.
」「まったくその通り、そのようにしなければなりません」と彼は言った。
ἆρʼ οὖν, ὥσπερ ἠρξάμεθα ἐν ταῖς πολιτείαις πρότερον σκοπεῖν τὰ ἤθη ἢ ἐν τοῖς ἰδιώταις, ὡς ἐναργέστερον ὄν, καὶ νῦν οὕτω πρῶτον μὲν τὴν φιλότιμον σκεπτέον πολιτείαν —ὄνομα γὰρ οὐκ ἔχω λεγόμενον ἄλλο·
「それならば、私たちが以前、個人におけるよりも国制において先に性格を検討し始めたように(その方がより鮮明だからであるが)、今もそのようにして、まず第一に名誉を愛する国制を検討すべきだろうか。
ἢ τιμοκρατίαν ἢ τιμαρχίαν αὐτὴν κλητέον—πρὸς δὲ ταύτην τὸν τοιοῦτον ἄνδρα σκεψόμεθα, ἔπειτα ὀλιγαρχίαν καὶ ἄνδρα ὀλιγαρχικόν, αὖθις δὲ εἰς δημοκρατίαν ἀποβλέψαντες θεασόμεθα ἄνδρα δημοκρατικόν, τὸ δὲ τέταρτον εἰς τυραννουμένην πόλιν ἐλθόντες καὶ ἰδόντες, πάλιν εἰς τυραννικὴν ψυχὴν βλέποντες, πειρασόμεθα περὶ ὧν προυθέμεθα ἱκανοὶ κριταὶ γενέσθαι;
――これには一般に言われている他の名前がないので、ティモクラティアまたはティマルキアと呼ぶべきであるが――。 そして、これに対比してそのような人間を検討し、その次に寡頭政と寡頭政的人間を、さらに再び民主政に目を向けて民主政的人間を観察し、第四に僭主政に支配されている国家に行ってそれを見たうえで、再び僭主政的な魂へと目を向け、私たちが提示した課題について十分な判断者となるよう努めるべきだろうか?
κατὰ λόγον γέ τοι ἄν, ἔφη, οὕτω γίγνοιτο ἥ τε θέα καὶ ἡ κρίσις.
」「そうすれば、観察も判断も理にかなった形で行われることになるでしょう」と彼は言った。
φέρε τοίνυν, ἦν δʼ ἐγώ, πειρώμεθα λέγειν τίνα τρόπον τιμοκρατία γένοιτʼ ἂν ἐξ ἀριστοκρατίας.
「それでは、」と私は言った、「アリストクラティアからティモクラティアがどのようにして生じるかを語ることに努めよう。
ἢ τόδε μὲν ἁπλοῦν, ὅτι πᾶσα πολιτεία μεταβάλλει ἐξ αὐτοῦ τοῦ ἔχοντος τὰς ἀρχάς, ὅταν ἐν αὐτῷ τούτῳ στάσις ἐγγένηται· ὁμονοοῦντος δέ, κἂν πάνυ ὀλίγον ᾖ, ἀδύνατον κινηθῆναι;
あるいは、これは単純な真理だろうか、すなわち、すべての国制は支配権を握っているまさにその人々の間から変化するのであって、この人々自身の中に内紛が生じるときに変化し、彼らが一致協力しているならば、たとえ極めて少数であっても動かされることは不可能である、ということは?
ἔστι γὰρ οὕτω.
」「確かにその通りです。
πῶς οὖν δή, εἶπον, ὦ Γλαύκων, ἡ πόλις ἡμῖν κινηθήσεται, καὶ πῇ στασιάσουσιν οἱ ἐπίκουροι καὶ οἱ ἄρχοντες πρὸς ἀλλήλους τε καὶ πρὸς ἑαυτούς;
」「では、グラウコンよ、私たちの国家はどのように動揺し、いかにして補助者たちと支配者たちが、互いに対して、また自分たちの内部で内紛を起こすのだろうか?
ἢ βούλει, ὥσπερ Ὅμηρος, εὐχώμεθα ταῖς Μούσαις εἰπεῖν ἡμῖν
"ὅπως δὴ"
"πρῶτον"
στάσις
"ἔμπεσε"
, καὶ φῶμεν αὐτὰς τραγικῶς ὡς πρὸς παῖδας ἡμᾶς παιζούσας καὶ ἐρεσχηλούσας, ὡς δὴ σπουδῇ λεγούσας, ὑψηλολογουμένας λέγειν;
あるいは、ホメロスのように、ムーサたちに『いかにして最初に内紛が降りかかったか』を語ってくれるよう祈り、彼女たちが悲劇的に、まるで子供に対するかのように私たちをからかい、おどけながら、しかしあたかも大真面目に語っているかのように高遠な口調で語っているのだとしようか?
πῶς;
」「どのようにですか?
§8.546ὧδέ πως.
」「およそ次のような形でだ。
χαλεπὸν μὲν κινηθῆναι πόλιν οὕτω συστᾶσαν·
『このようにして組織された国家が動揺することは困難である。
ἀλλʼ ἐπεὶ γενομένῳ παντὶ φθορά ἐστιν, οὐδʼ ἡ τοιαύτη σύστασις τὸν ἅπαντα μενεῖ χρόνον, ἀλλὰ λυθήσεται.
しかし、生まれたすべてのものには滅びがあるのだから、このような組織もまた永遠にとどまることはなく、崩壊するであろう。
λύσις δὲ ἥδε·
その崩壊は次のようなものである。
οὐ μόνον φυτοῖς ἐγγείοις, ἀλλὰ καὶ ἐν ἐπιγείοις ζῴοις φορὰ καὶ ἀφορία ψυχῆς τε καὶ σωμάτων γίγνονται, ὅταν περιτροπαὶ ἑκάστοις κύκλων περιφορὰς συνάπτωσι, βραχυβίοις μὲν βραχυπόρους, ἐναντίοις δὲ ἐναντίας.
地中にある植物だけでなく、地上にいる動物にとっても、魂と肉体の豊穣と不妊が生じる。 それは、それぞれの周期が円軌道の回転を結びつけるときであり、短命なものには短い軌道を、その逆のものには逆の軌道をもたらす。
γένους δὲ ὑμετέρου εὐγονίας τε καὶ ἀφορίας, καίπερ ὄντες σοφοί, οὓς ἡγεμόνας πόλεως ἐπαιδεύσασθε, οὐδὲν μᾶλλον λογισμῷ μετʼ αἰσθήσεως τεύξονται, ἀλλὰ πάρεισιν αὐτοὺς καὶ γεννήσουσι παῖδάς ποτε οὐ δέον.
しかし、あなたがたの種族の優れた出生と不妊に関して、あなたがたが国家の指導者として教育した者たちは、賢者であるにもかかわらず、感覚を伴う理性によってそれを言い当てることはできず、それを見過ごして、生まれるべきではない時に子供たちを作ってしまうだろう。
ἔστι δὲ θείῳ μὲν γεννητῷ περίοδος ἣν ἀριθμὸς περιλαμβάνει τέλειος, ἀνθρωπείῳ δὲ ἐν ᾧ πρώτῳ αὐξήσεις δυνάμεναί τε καὶ δυναστευόμεναι, τρεῖς ἀποστάσεις, τέτταρας δὲ ὅρους λαβοῦσαι ὁμοιούντων τε καὶ ἀνομοιούντων καὶ αὐξόντων καὶ φθινόντων, πάντα προσήγορα καὶ ῥητὰ πρὸς ἄλληλα ἀπέφηναν·
神的な被造物にとっては、完全な数が包含する周期があるが、人間的なものにとっては、自乗と立方の増加が、3つの間隔と4つの限界を受け取って、相似するものと相似せざるもの、増加するものと減少するものを、すべて互いに通約可能で語りうるものとして示す、最初の数において(その周期がある)。
ὧν ἐπίτριτος πυθμὴν πεμπάδι συζυγεὶς δύο ἁρμονίας παρέχεται τρὶς αὐξηθείς, τὴν μὲν ἴσην ἰσάκις, ἑκατὸν τοσαυτάκις, τὴν δὲ ἰσομήκη μὲν τῇ, προμήκη δέ, ἑκατὸν μὲν ἀριθμῶν ἀπὸ διαμέτρων ῥητῶν πεμπάδος, δεομένων ἑνὸς ἑκάστων, ἀρρήτων δὲ δυοῖν, ἑκατὸν δὲ κύβων τριάδος.
それらのうち、4対3の比の底が、5と結合し、3回増大されると、2つの調和を提供する。 一つは等しいものを等しい回数掛けたもので、それを100倍したもの。 もう一つは、一方の側はこれと等しいが、他方の側は長方形であり、それは5の有理的な対角線から得られる数(それぞれ1を引いたもの)の100個、あるいは無理的な対角線の場合は2を引いたものの100個と、3の立方の100個からなる。
σύμπας δὲ οὗτος ἀριθμὸς γεωμετρικός, τοιούτου κύριος, ἀμεινόνων τε καὶ χειρόνων γενέσεων, ἃς ὅταν ἀγνοήσαντες ὑμῖν οἱ φύλακες συνοικίζωσιν νύμφας νυμφίοις παρὰ καιρόν, οὐκ εὐφυεῖς οὐδʼ εὐτυχεῖς παῖδες ἔσονται·
この数全体は幾何学的な数であり、これ(優れた出生と劣った出生)を決定するものである。 これを守護者たちが知らずに、あなたがたのために花嫁と花婿を不適切な時期に結婚させるとき、優秀でもなく幸運でもない子供たちが生まれるだろう。
ὧν καταστήσουσι μὲν τοὺς ἀρίστους οἱ πρότεροι, ὅμως δὲ ὄντες ἀνάξιοι, εἰς τὰς τῶν πατέρων αὖ δυνάμεις ἐλθόντες, ἡμῶν πρῶτον ἄρξονται ἀμελεῖν φύλακες ὄντες, παρʼ ἔλαττον τοῦ δέοντος ἡγησάμενοι τὰ μουσικῆς, δεύτερον δὲ τὰ γυμναστικῆς, ὅθεν ἀμουσότεροι γενήσονται ὑμῖν οἱ νέοι.
彼らのうち最も優れた者を前任者たちは任命するだろうが、それでも彼らは値しない者であるため、彼らが今度は父親たちの権力を引き継いだとき、守護者でありながら、まず私たちのことを軽視し始めるだろう。 彼らは文芸を必要なものより低く評価し、第二に体育を低く評価する。 その結果、あなたがたの若者たちはより文芸を解さない者となるだろう。
ἐκ δὲ τούτων ἄρχοντες οὐ πάνυ φυλακικοὶ καταστήσονται πρὸς τὸ δοκιμάζειν τὰ Ἡσιόδου τε καὶ τὰ παρʼ ὑμῖν γένη, χρυσοῦν τε καὶ ἀργυροῦν καὶ χαλκοῦν καὶ σιδηροῦν·
そして、これらの者たちから、ヘシオドスの世代や、あなたがたのところにある世代、すなわち金、銀、青銅、鉄の世代を吟味するにあたって、全く守護者としての適性のない支配者たちが現れるだろう。 』」