Humanitext Reader

柏拉图 · 理想国 §8.545-8.546

理想国的衰落与几何学数字

第 114 段,共 153 段 · 希腊语

内容简介

苏格拉底和葛劳孔同意考察从贵族政治向四种较差政制的转变。他们通过借用缪斯女神高亢的悲剧性叙述,展示了主宰国家盛衰解体的“几何学数字”(柏拉图之数)的神秘计算,以及守护者世代质量的退化过程。

§8.545διεληλύθαμεν.
“我们已经讨论完毕。
ἆρʼ οὖν τὸ μετὰ τοῦτο διιτέον τοὺς χείρους, τὸν φιλόνικόν τε καὶ φιλότιμον, κατὰ τὴν Λακωνικὴν ἑστῶτα πολιτείαν, καὶ ὀλιγαρχικὸν αὖ καὶ δημοκρατικὸν καὶ τὸν τυραννικόν, ἵνα τὸν ἀδικώτατον ἰδόντες ἀντιθῶμεν τῷ δικαιοτάτῳ καὶ ἡμῖν τελέα ἡ σκέψις ᾖ, πῶς ποτε ἡ ἄκρατος δικαιοσύνη πρὸς ἀδικίαν τὴν ἄκρατον ἔχει εὐδαιμονίας τε πέρι τοῦ ἔχοντος καὶ ἀθλιότητος, ἵνα ἢ Θρασυμάχῳ πειθόμενοι διώκωμεν ἀδικίαν ἢ τῷ νῦν προφαινομένῳ λόγῳ δικαιοσύνην;
那么,接下来我们是否应该讨论较差的人——也就是爱胜和爱荣誉的人,他们与拉栖代梦政制相对应,然后是寡头政治的人、民主政治的人和僭主政治的人——以便我们在看清最不正义的人之后,将其与最正义的人进行对比,从而使我们的考察能够完全明确:纯粹的正义对于纯粹的不正义,在拥有者的幸福与痛苦方面究竟处于何种关系? 这样我们或者听从色拉叙马霍斯而追求不正义,或者听从现在显现出来的论证而追求正义?
παντάπασι μὲν οὖν, ἔφη, οὕτω ποιητέον.
” “完全如此,”他说,“必须这样做。
ἆρʼ οὖν, ὥσπερ ἠρξάμεθα ἐν ταῖς πολιτείαις πρότερον σκοπεῖν τὰ ἤθη ἢ ἐν τοῖς ἰδιώταις, ὡς ἐναργέστερον ὄν, καὶ νῦν οὕτω πρῶτον μὲν τὴν φιλότιμον σκεπτέον πολιτείαν —ὄνομα γὰρ οὐκ ἔχω λεγόμενον ἄλλο· ἢ τιμοκρατίαν ἢ τιμαρχίαν αὐτὴν κλητέον—πρὸς δὲ ταύτην τὸν τοιοῦτον ἄνδρα σκεψόμεθα, ἔπειτα ὀλιγαρχίαν καὶ ἄνδρα ὀλιγαρχικόν, αὖθις δὲ εἰς δημοκρατίαν ἀποβλέψαντες θεασόμεθα ἄνδρα δημοκρατικόν, τὸ δὲ τέταρτον εἰς τυραννουμένην πόλιν ἐλθόντες καὶ ἰδόντες, πάλιν εἰς τυραννικὴν ψυχὴν βλέποντες, πειρασόμεθα περὶ ὧν προυθέμεθα ἱκανοὶ κριταὶ γενέσθαι;
” “那么,正如我们之前开始考察城邦中的道德性格先于个人一样(因为那样更清晰),现在我们是否也应同样,首先考察爱荣誉的政制——因为我没有其他通用的名字,所以必须称其为贤能政制或荣誉政制——而与此相对,我们将考察具有这种性格的人;接着是寡头政治和寡头政治的人;然后,再次转向民主政治并观察民主政治的人;第四,走向受僭主统治的城邦并看清它,然后再次观察僭主政治的灵魂,我们是否应这样努力对我们所提出的问题成为合格的裁判者?
κατὰ λόγον γέ τοι ἄν, ἔφη, οὕτω γίγνοιτο ἥ τε θέα καὶ ἡ κρίσις.
” “至少按照道理来说,”他说,“观察和裁判确实应该以这种方式进行。
φέρε τοίνυν, ἦν δʼ ἐγώ, πειρώμεθα λέγειν τίνα τρόπον τιμοκρατία γένοιτʼ ἂν ἐξ ἀριστοκρατίας.
” “那么,来吧,”我说,“让我们试着说一说,贤能政制是如何从贵族政治中产生的。
ἢ τόδε μὲν ἁπλοῦν, ὅτι πᾶσα πολιτεία μεταβάλλει ἐξ αὐτοῦ τοῦ ἔχοντος τὰς ἀρχάς, ὅταν ἐν αὐτῷ τούτῳ στάσις ἐγγένηται· ὁμονοοῦντος δέ, κἂν πάνυ ὀλίγον ᾖ, ἀδύνατον κινηθῆναι;
或者,这是否是显而易见的真理:即一切政制都是从掌握官职的那个集团本身内部开始发生变化的,也就是说,当在这个集团自身内部产生内讧时才会发生变化;但如果他们心意一致,即使人数极少,也是不可能动摇的?
ἔστι γὰρ οὕτω.
” “确实如此。
πῶς οὖν δή, εἶπον, ὦ Γλαύκων, ἡ πόλις ἡμῖν κινηθήσεται, καὶ πῇ στασιάσουσιν οἱ ἐπίκουροι καὶ οἱ ἄρχοντες πρὸς ἀλλήλους τε καὶ πρὸς ἑαυτούς;
” “那么,葛劳孔,”我说,“我们的城邦将如何动摇,辅助者和统治者们将如何相互对立以及在他们内部产生内讧?
ἢ βούλει, ὥσπερ Ὅμηρος, εὐχώμεθα ταῖς Μούσαις εἰπεῖν ἡμῖν "ὅπως δὴ" "πρῶτον" στάσις "ἔμπεσε" , καὶ φῶμεν αὐτὰς τραγικῶς ὡς πρὸς παῖδας ἡμᾶς παιζούσας καὶ ἐρεσχηλούσας, ὡς δὴ σπουδῇ λεγούσας, ὑψηλολογουμένας λέγειν;
或者,你是否希望像霍美罗斯那样,向缪斯女神们祈祷,让她们告诉我们‘内讧是如何首先降临于他们的’,并且让我们说她们是用悲剧的方式,像逗小孩子一样跟我们开玩笑和打趣,但又仿佛在大真面目地、用高亢的语调在说话?
πῶς;
” “怎么说呢?
§8.546ὧδέ πως. χαλεπὸν μὲν κινηθῆναι πόλιν οὕτω συστᾶσαν·
” “大概是这样:‘像这样建立起来的城邦,要动摇它是困难的。
ἀλλʼ ἐπεὶ γενομένῳ παντὶ φθορά ἐστιν, οὐδʼ ἡ τοιαύτη σύστασις τὸν ἅπαντα μενεῖ χρόνον, ἀλλὰ λυθήσεται.
但是,既然凡是生成的都有灭亡,这样建立的政制也不会永远存在,而是会解体。
λύσις δὲ ἥδε· οὐ μόνον φυτοῖς ἐγγείοις, ἀλλὰ καὶ ἐν ἐπιγείοις ζῴοις φορὰ καὶ ἀφορία ψυχῆς τε καὶ σωμάτων γίγνονται, ὅταν περιτροπαὶ ἑκάστοις κύκλων περιφορὰς συνάπτωσι, βραχυβίοις μὲν βραχυπόρους, ἐναντίοις δὲ ἐναντίας.
其解体方式如下:不仅地上生长的植物,而且地上的动物,其灵魂和身体也都会经历丰产期和不育期,这是由于各个圆周的运转将它们的公转连接起来,给短命的带来短的周期,给长命的带来相反的周期。
γένους δὲ ὑμετέρου εὐγονίας τε καὶ ἀφορίας, καίπερ ὄντες σοφοί, οὓς ἡγεμόνας πόλεως ἐπαιδεύσασθε, οὐδὲν μᾶλλον λογισμῷ μετʼ αἰσθήσεως τεύξονται, ἀλλὰ πάρεισιν αὐτοὺς καὶ γεννήσουσι παῖδάς ποτε οὐ δέον.
而关于你们种族的优生与不育,你们所培养的作为城邦领导者的那些人,虽然是智者,却也无法通过伴随感觉的推理来测定它,它会漏过他们,他们会在不当的时刻生育孩子。
ἔστι δὲ θείῳ μὲν γεννητῷ περίοδος ἣν ἀριθμὸς περιλαμβάνει τέλειος, ἀνθρωπείῳ δὲ ἐν ᾧ πρώτῳ αὐξήσεις δυνάμεναί τε καὶ δυναστευόμεναι, τρεῖς ἀποστάσεις, τέτταρας δὲ ὅρους λαβοῦσαι ὁμοιούντων τε καὶ ἀνομοιούντων καὶ αὐξόντων καὶ φθινόντων, πάντα προσήγορα καὶ ῥητὰ πρὸς ἄλληλα ἀπέφηναν·
对于神性的生命,有一个完美的数字包容其周期;但对于人类的生命,在第一个数字中,当主能的和服能的增长,在取得三个间距和四个界限(使相似与不相似、增长与衰减的事物相结合)之后,使一切事物相互对应且可表达(成比例)。
ὧν ἐπίτριτος πυθμὴν πεμπάδι συζυγεὶς δύο ἁρμονίας παρέχεται τρὶς αὐξηθείς, τὴν μὲν ἴσην ἰσάκις, ἑκατὸν τοσαυτάκις, τὴν δὲ ἰσομήκη μὲν τῇ, προμήκη δέ, ἑκατὸν μὲν ἀριθμῶν ἀπὸ διαμέτρων ῥητῶν πεμπάδος, δεομένων ἑνὸς ἑκάστων, ἀρρήτων δὲ δυοῖν, ἑκατὸν δὲ κύβων τριάδος.
在这些数字中,一个三分之四的基数与五结合,经过三次相乘,提供了两种和谐:一种是自乘数乘以一百,另一种长度与此相等但为长方形——一方面是由五的有理对角线(各减一)所得的一百个数字,或者是无理对角线(各减二)所得的,另一方面是三的立方的百倍。
σύμπας δὲ οὗτος ἀριθμὸς γεωμετρικός, τοιούτου κύριος, ἀμεινόνων τε καὶ χειρόνων γενέσεων, ἃς ὅταν ἀγνοήσαντες ὑμῖν οἱ φύλακες συνοικίζωσιν νύμφας νυμφίοις παρὰ καιρόν, οὐκ εὐφυεῖς οὐδʼ εὐτυχεῖς παῖδες ἔσονται·
这整个数字是几何学的数字,它主宰着这样的事情,即更优的和更差的生育。 当你们的守护者对此无知,而在不当的时刻为你们撮合新娘与新郎时,所生的孩子既不会优秀,也不会幸运。
ὧν καταστήσουσι μὲν τοὺς ἀρίστους οἱ πρότεροι, ὅμως δὲ ὄντες ἀνάξιοι, εἰς τὰς τῶν πατέρων αὖ δυνάμεις ἐλθόντες, ἡμῶν πρῶτον ἄρξονται ἀμελεῖν φύλακες ὄντες, παρʼ ἔλαττον τοῦ δέοντος ἡγησάμενοι τὰ μουσικῆς, δεύτερον δὲ τὰ γυμναστικῆς, ὅθεν ἀμουσότεροι γενήσονται ὑμῖν οἱ νέοι.
前任者们虽会任命他们中最优秀的人(为继承者),但他们既然不配,在接掌父亲们的权力时,他们作为守护者,首先会开始忽视我们,将文雅之事看得低于应有的分量,其次是体育之事,由此你们的年轻人将变得更加缺乏文雅。
ἐκ δὲ τούτων ἄρχοντες οὐ πάνυ φυλακικοὶ καταστήσονται πρὸς τὸ δοκιμάζειν τὰ Ἡσιόδου τε καὶ τὰ παρʼ ὑμῖν γένη, χρυσοῦν τε καὶ ἀργυροῦν καὶ χαλκοῦν καὶ σιδηροῦν·
而从这些人中,将产生出完全不具备守护者特质的统治者,在检验赫西俄德的种族以及你们那里的种族 ——即金、银、铜、铁种族时。 ’”

词汇与语法注释

  1. 545aδιιτέον τοὺς χείρους — 动形容词 `διιτέον`(源自动词 `διέρχομαι`)以无人称形式使用,并直接支配宾格宾语 `τοὺς χείρους`(“较差的人”)。
  2. 545dὁμονοοῦντος δέ — 由连词 `δέ` 引导的属格绝对构型。其逻辑主语被省略,但指代前文的 `αὐτοῦ τοῦ ἔχοντος τὰς ἀρχάς`(“掌握官职的那个集团本身”)。
  3. 546aγένους δὲ ὑμετέρου εὐγονίας τε καὶ ἀφορίας — 属格 `εὐγονίας τε καὶ ἀφορίας` 作为后文动词 `τεύξονται`(源自 `τυγχάνω`,“测定、达到”)所支配的宾语。`γένους ὑμετέρου`(“你们种族的”)则是修饰这些名词的另一个属格。
  4. 546bἀνθρωπείῳ δὲ ἐν ᾧ πρώτῳ — 在关系从句 `ἐν ᾧ πρώτῳ` 中,`αὐξήσεις` 是主语,而主动词则是 `ἀπέφηναν`(546c)。这是被称为“柏拉图之数”的晦涩数学陈述的起点。语法上,关系代词 `ᾧ` 的先行词或是指前文的 `ἀνθρωπείῳ [γεννητῷ]`,或者需要补出暗含的 `ἀριθμῷ`(“数字”)。
  5. 546dἡμῶν πρῶτον ἄρξονται ἀμελεῖν — 属格 `ἡμῶν`(“我们”)直接指代缪斯女神们自身。由于苏格拉底在 545d 提议祈求缪斯女神们发言,从 546a 开始的叙述便被设定为她们以悲剧性、拟人化的口吻进行的直接陈述;因此,“忽视我们”意味着忽视由她们所掌管的诗乐文艺。

引用这一段

柏拉图, 理想国 §8.545-8.546. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:8.545-8.546

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。