§7.538οἷον, ἦν δʼ ἐγώ, εἴ τις ὑποβολιμαῖος τραφείη ἐν πολλοῖς μὲν χρήμασι, πολλῷ δὲ καὶ μεγάλῳ γένει καὶ κόλαξι πολλοῖς, ἀνὴρ δὲ γενόμενος αἴσθοιτο ὅτι οὐ τούτων ἐστὶ τῶν φασκόντων γονέων, τοὺς δὲ τῷ ὄντι γεννήσαντας μὴ εὕροι, τοῦτον ἔχεις μαντεύσασθαι πῶς ἂν διατεθείη πρός τε τοὺς κόλακας καὶ πρὸς τοὺς ὑποβαλομένους ἐν ἐκείνῳ τε τῷ χρόνῳ ᾧ οὐκ ᾔδει τὰ περὶ τῆς ὑποβολῆς, καὶ ἐν ᾧ αὖ ᾔδει;
「たとえば、」と私は言った、「ある人が、多くの富、多くの由緒ある大きな家柄、そして多くの追従者たちに囲まれて、拾い子として育てられたとしよう。 大人になってから、自分がこれらの、親だと自称する人たちの子ではないと気づいたが、本当の親をみつけることができないとする。 この者が、追従者たちに対しても、自分を拾い子として育てた者たちに対しても、拾い子であることを知らなかった時期と、逆にそれを知った時期とで、それぞれどのような態度をとるか、君は推測できるかね?
ἢ βούλει ἐμοῦ μαντευομένου ἀκοῦσαι;
それとも、私の推測を聞きたいかね?
βούλομαι, ἔφη.
」「聞きたいです」と彼は言った。
μαντεύομαι τοίνυν, εἶπον, μᾶλλον αὐτὸν τιμᾶν ἂν τὸν πατέρα καὶ τὴν μητέρα καὶ τοὺς ἄλλους οἰκείους δοκοῦντας ἢ τοὺς κολακεύοντας, καὶ ἧττον μὲν ἂν περιιδεῖν ἐνδεεῖς τινος, ἧττον δὲ παράνομόν τι δρᾶσαι ἢ εἰπεῖν εἰς αὐτούς, ἧττον δὲ ἀπειθεῖν τὰ μεγάλα ἐκείνοις ἢ τοῖς κόλαξιν, ἐν ᾧ χρόνῳ τὸ ἀληθὲς μὴ εἰδείη.
「それでは推測するが、」と私は言った、「真実を知らない時期には、彼は追従者たちよりも、むしろ父や母、その他の身内と思われる人々を重んじ、彼らが困窮しているのを見過ごすことも少なく、彼らに対して不法なことを行いたり言ったりすることも少なく、重大な事柄において追従者たちよりも彼らに背くことが少ないだろう。
εἰκός, ἔφη.
」「当然そうですね」と彼は言った。
αἰσθόμενον τοίνυν τὸ ὂν μαντεύομαι αὖ περὶ μὲν τούτους ἀνεῖναι ἂν τὸ τιμᾶν τε καὶ σπουδάζειν, περὶ δὲ τοὺς κόλακας ἐπιτεῖναι, καὶ πείθεσθαί τε αὐτοῖς διαφερόντως ἢ πρότερον καὶ ζῆν ἂν ἤδη κατʼ ἐκείνους, συνόντα αὐτοῖς ἀπαρακαλύπτως, πατρὸς δὲ ἐκείνου καὶ τῶν ἄλλων ποιουμένων οἰκείων, εἰ μὴ πάνυ εἴη φύσει ἐπιεικής, μέλειν τὸ μηδέν.
「しかし、事実を察知したときには、」と私は言った、「今度は、これら仮の親たちに対する敬意と気遣いを緩め、追従者たちへの敬意を強め、以前よりも著しく彼らに従うようになり、あからさまに彼らと交わって、彼らの流儀に従って生きるようになり、本性が極めて善良でない限り、あの仮の父親やその他の作られた身内たちのことは、まったく意に介さなくなると私は推測するのだ。
πάντʼ, ἔφη, λέγεις οἷά περ ἂν γένοιτο.
」「すべて、まさに起こりそうなことをおっしゃっています」と彼は言った。
ἀλλὰ πῇ πρὸς τοὺς ἁπτομένους τῶν λόγων αὕτη φέρει ἡ εἰκών;
「しかし、この比喩は、議論に手を染める者たちに、どのように当てはまるのですか?
τῇδε.
」「次のようにだ。
ἔστι που ἡμῖν δόγματα ἐκ παίδων περὶ δικαίων καὶ καλῶν, ἐν οἷς ἐκτεθράμμεθα ὥσπερ ὑπὸ γονεῦσι, πειθαρχοῦντές τε καὶ τιμῶντες αὐτά.
私たちは子供のころから、正しいことや美しいことについて、親のもとで育てられるように、それらに従い重んじながら育てられてきた、いくつかの信念を持っているね。
ἔστι γάρ.
」「持っています。
οὐκοῦν καὶ ἄλλα ἐναντία τούτων ἐπιτηδεύματα ἡδονὰς ἔχοντα, ἃ κολακεύει μὲν ἡμῶν τὴν ψυχὴν καὶ ἕλκει ἐφʼ αὑτά, πείθει δʼ οὒ τοὺς καὶ ὁπῃοῦν μετρίους· ἀλλʼ ἐκεῖνα τιμῶσι τὰ πάτρια καὶ ἐκείνοις πειθαρχοῦσιν.
」「それでは、これらとは反対の、快楽を伴う他の生き方もあり、それらは私たちの魂におもねり、自らへと引き寄せようとするが、少しでも節度のある人々を説得することはできず、彼らは父祖伝来のあの信念を重んじ、それらに従っているね。
ἔστι ταῦτα.
」「そのとおりです。
τί οὖν; ἦν δʼ ἐγώ·
」「ではどうなるか、」と私は言った。
ὅταν τὸν οὕτως ἔχοντα ἐλθὸν ἐρώτημα ἔρηται·
「このような状態にある人に、ある問いがやってきて『美しいものとは何か?
τί ἐστι τὸ καλόν, καὶ ἀποκριναμένου ὃ τοῦ νομοθέτου ἤκουεν ἐξελέγχῃ ὁ λόγος, καὶ πολλάκις καὶ πολλαχῇ ἐλέγχων εἰς δόξαν καταβάλῃ ὡς τοῦτο οὐδὲν μᾶλλον καλὸν ἢ αἰσχρόν, καὶ περὶ δικαίου ὡσαύτως καὶ ἀγαθοῦ καὶ ἃ μάλιστα ἦγεν ἐν τιμῇ, μετὰ τοῦτο τί οἴει ποιήσειν αὐτὸν πρὸς αὐτὰ τιμῆς τε πέρι καὶ πειθαρχίας;
』と尋ね、彼が立法者の言うとおりに答えたところ、議論がそれを論破し、何度も、また様々な方法で論破して、これを美しいとも醜いとも言えないような意見にまで貶めてしまい、正しいことや、善いこと、その他彼が最も重んじていたものについても同様のことが起きたとき、この後、彼はそれらのものに対する敬意や服従について、どうすると思うかね?
ἀνάγκη, ἔφη, μήτε τιμᾶν ἔτι ὁμοίως μήτε πείθεσθαι.
」「必然的に、」と彼は言った、「もはや以前のようには重んじることも、従うこともしなくなるでしょう。
§7.539ὅταν οὖν, ἦν δʼ ἐγώ, μήτε ταῦτα ἡγῆται τίμια καὶ οἰκεῖα ὥσπερ πρὸ τοῦ, τά τε ἀληθῆ μὴ εὑρίσκῃ, ἔστι πρὸς ὁποῖον βίον ἄλλον ἢ τὸν κολακεύοντα εἰκότως προσχωρήσεται;
」「そこで、」と私は言った、「彼がこれらのものを以前のようには尊くも、自分に身近なものとも思わなくなり、かつ真理を見出せないとき、彼が当然のように赴くのは、おもねるような生き方以外のどんな生き方だろうか?
οὐκ ἔστιν, ἔφη.
」「他にありません」と彼は言った。
παράνομος δὴ οἶμαι δόξει γεγονέναι ἐκ νομίμου.
「こうして、彼は法に従う者から不法な者へと変化したように思われるだろうね。
ἀνάγκη.
」「必然的にそうです。
οὐκοῦν, ἔφην, εἰκὸς τὸ πάθος τῶν οὕτω λόγων ἁπτομένων καί, ὃ ἄρτι ἔλεγον, πολλῆς συγγνώμης ἄξιον;
」「それでは、」と私は言った、「このように議論に手を染める者たちの経験は当然のことであり、先ほど言ったように、大いに同情に値するのではないかね?
καὶ ἐλέου γʼ, ἔφη.
」「憐れみにも値します」と彼は言った。
οὐκοῦν ἵνα μὴ γίγνηται ὁ ἔλεος οὗτος περὶ τοὺς τριακοντούτας σοι, εὐλαβουμένῳ παντὶ τρόπῳ τῶν λόγων ἁπτέον;
「では、君の言うあの30歳の者たちにこのような憐れむべき事態が起きないようにするために、細心の注意を払って議論に手を染めさせなければならないのではないか?
καὶ μάλʼ, ἦ δʼ ὅς.
」「全くそのとおりです」と彼は言った。
ἆρʼ οὖν οὐ μία μὲν εὐλάβεια αὕτη συχνή, τὸ μὴ νέους ὄντας αὐτῶν γεύεσθαι;
「それなら、非常に大きな注意点の一つは、彼らが若いうちに議論を味わわせないことではないか?
οἶμαι γάρ σε οὐ λεληθέναι ὅτι οἱ μειρακίσκοι, ὅταν τὸ πρῶτον λόγων γεύωνται, ὡς παιδιᾷ αὐτοῖς καταχρῶνται, ἀεὶ εἰς ἀντιλογίαν χρώμενοι, καὶ μιμούμενοι τοὺς ἐξελέγχοντας αὐτοὶ ἄλλους ἐλέγχουσι, χαίροντες ὥσπερ σκυλάκια τῷ ἕλκειν τε καὶ σπαράττειν τῷ λόγῳ τοὺς πλησίον ἀεί.
というのも、若い若者たちが初めて議論を味わうとき、それをまるで遊びのように悪用し、常に反論のためにそれを用い、自分たちを論破する者たちを模倣して自らも他人を論破し、子犬のように議論で身近な人々を常に引っ張り、引き裂くことを喜ぶということを、君も気づいていると思うからだ。
ὑπερφυῶς μὲν οὖν, ἔφη.
」「この上なくよく分かります」と彼は言った。
οὐκοῦν ὅταν δὴ πολλοὺς μὲν αὐτοὶ ἐλέγξωσιν, ὑπὸ πολλῶν δὲ ἐλεγχθῶσι, σφόδρα καὶ ταχὺ ἐμπίπτουσιν εἰς τὸ μηδὲν ἡγεῖσθαι ὧνπερ πρότερον·
「そして、彼ら自身が多くの人々を論破し、また多くの人々から論破されるとき、彼らは急速に、以前信じていたことを何も信じなくなるという状態に陥る。
καὶ ἐκ τούτων δὴ αὐτοί τε καὶ τὸ ὅλον φιλοσοφίας πέρι εἰς τοὺς ἄλλους διαβέβληνται.
そしてこのことから、彼ら自身も、また哲学全体も、他の人々に対して悪評を被ることになるのだ。
ἀληθέστατα, ἔφη.
」「極めて真実です」と彼は言った。
ὁ δὲ δὴ πρεσβύτερος, ἦν δʼ ἐγώ, τῆς μὲν τοιαύτης μανίας οὐκ ἂν ἐθέλοι μετέχειν, τὸν δὲ διαλέγεσθαι ἐθέλοντα καὶ σκοπεῖν τἀληθὲς μᾶλλον μιμήσεται ἢ τὸν παιδιᾶς χάριν παίζοντα καὶ ἀντιλέγοντα, καὶ αὐτός τε μετριώτερος ἔσται καὶ τὸ ἐπιτήδευμα τιμιώτερον ἀντὶ ἀτιμοτέρου ποιήσει.
「しかし、もっと年長者であれば、」と私は言った、「そのような狂気に関わることを望まず、むしろ真理を問いかけ吟味することを望む者を模倣するだろう。 遊び半分に面白がって反論する者ではなくね。 そして彼自身もより節度ある者となり、その営みを貶めるのではなく、より価値あるものにするだろう。
ὀρθῶς, ἔφη.
」「そのとおりです」と彼は言った。
οὐκοῦν καὶ τὰ προειρημένα τούτου ἐπʼ εὐλαβείᾳ πάντα προείρηται, τὸ τὰς φύσεις κοσμίους εἶναι καὶ στασίμους οἷς τις μεταδώσει τῶν λόγων, καὶ μὴ ὡς νῦν ὁ τυχὼν καὶ οὐδὲν προσήκων ἔρχεται ἐπʼ αὐτό;
「それでは、これまでに述べられたすべてのことも、この用心のためにあらかじめ語られたのだ。 すなわち、議論を分かち与える相手は秩序正しく堅実な本性の持ち主でなければならず、現在のようになりゆきで、何の適性もない者が議論に向かうようであってはならないということだ。
πάνυ μὲν οὖν, ἔφη.
」「まったくそのとおりです」と彼は言った。
ἀρκεῖ δὴ ἐπὶ λόγων μεταλήψει μεῖναι ἐνδελεχῶς καὶ συντόνως μηδὲν ἄλλο πράττοντι, ἀλλʼ ἀντιστρόφως γυμναζομένῳ τοῖς περὶ τὸ σῶμα γυμνασίοις, ἔτη διπλάσια ἢ τότε;
「では、身体の体育訓練に対応するように、他のことは何もせず、議論の習得に専念し、根気強く熱心に取り組む期間は、当時の倍の長さで十分だろうか?
ἕξ, ἔφη, ἢ τέτταρα λέγεις;
」「6年、あるいは4年とおっしゃるのですか? 」と彼は言った。