Humanitext Reader

柏拉图 · 理想国 §7.538-7.539

过早学习辩证法的危险与年龄资格

第 111 段,共 153 段 · 希腊语

内容简介

苏格拉底用冒名顶替的收养子的比喻,解释了年轻人过早接触辩证法(论辩)的危险性,指出这会导致他们抛弃传统的道德信念,从而堕入目无法纪和阿谀谄媚的生活。他主张,辩证法应当只传授给三十岁以上、本性坚韧沉稳的人,并进行长期而专注的训练。

§7.538οἷον, ἦν δʼ ἐγώ, εἴ τις ὑποβολιμαῖος τραφείη ἐν πολλοῖς μὲν χρήμασι, πολλῷ δὲ καὶ μεγάλῳ γένει καὶ κόλαξι πολλοῖς, ἀνὴρ δὲ γενόμενος αἴσθοιτο ὅτι οὐ τούτων ἐστὶ τῶν φασκόντων γονέων, τοὺς δὲ τῷ ὄντι γεννήσαντας μὴ εὕροι, τοῦτον ἔχεις μαντεύσασθαι πῶς ἂν διατεθείη πρός τε τοὺς κόλακας καὶ πρὸς τοὺς ὑποβαλομένους ἐν ἐκείνῳ τε τῷ χρόνῳ ᾧ οὐκ ᾔδει τὰ περὶ τῆς ὑποβολῆς, καὶ ἐν ᾧ αὖ ᾔδει;
“例如,”我说,“如果有个人是个冒名顶替的拾子,在丰厚的财富、庞大显赫的家族以及众多谄媚者的围绕中长大。 等他成年后,他发现自己并不是这些自称是他父母的人的孩子,却又找不到真正生他的父母。 你能预测一下,在不知道自己是被收养的时期,和在知道之后的时期,他对那些谄媚者和收养他的人会持有什么样的态度吗?
ἢ βούλει ἐμοῦ μαντευομένου ἀκοῦσαι;
或者你希望听听我的预测?
βούλομαι, ἔφη.
” “我希望听听,”他说。
μαντεύομαι τοίνυν, εἶπον, μᾶλλον αὐτὸν τιμᾶν ἂν τὸν πατέρα καὶ τὴν μητέρα καὶ τοὺς ἄλλους οἰκείους δοκοῦντας ἢ τοὺς κολακεύοντας, καὶ ἧττον μὲν ἂν περιιδεῖν ἐνδεεῖς τινος, ἧττον δὲ παράνομόν τι δρᾶσαι ἢ εἰπεῖν εἰς αὐτούς, ἧττον δὲ ἀπειθεῖν τὰ μεγάλα ἐκείνοις ἢ τοῖς κόλαξιν, ἐν ᾧ χρόνῳ τὸ ἀληθὲς μὴ εἰδείη.
“那么我预测,”我说,“在不知道真相的时期,他会比对那些谄媚者更尊重他的父亲、母亲和那些看似是身内亲属的人,并且更不容易眼看着他们匮乏而不顾,更不容易对他们做出不法的事或说出不法的话,在重大事情上更不容易违背他们而听信谄媚者。
εἰκός, ἔφη.
” “这是合乎情理的,”他说。
αἰσθόμενον τοίνυν τὸ ὂν μαντεύομαι αὖ περὶ μὲν τούτους ἀνεῖναι ἂν τὸ τιμᾶν τε καὶ σπουδάζειν, περὶ δὲ τοὺς κόλακας ἐπιτεῖναι, καὶ πείθεσθαί τε αὐτοῖς διαφερόντως ἢ πρότερον καὶ ζῆν ἂν ἤδη κατʼ ἐκείνους, συνόντα αὐτοῖς ἀπαρακαλύπτως, πατρὸς δὲ ἐκείνου καὶ τῶν ἄλλων ποιουμένων οἰκείων, εἰ μὴ πάνυ εἴη φύσει ἐπιεικής, μέλειν τὸ μηδέν.
“但我预测,一旦他察觉到了真相,”我说,“相反地,他会减弱对假父母的尊重和关怀,而加强对谄媚者的巴结,比以前更加服从他们,并且开始按照谄媚者的方式生活,公开与他们交往,除非他天性极其善良,否则他将完全不再关心那位假父亲和其他假亲属。
πάντʼ, ἔφη, λέγεις οἷά περ ἂν γένοιτο.
” “你所说的一切,完全是会发生的情景,”他说。
ἀλλὰ πῇ πρὸς τοὺς ἁπτομένους τῶν λόγων αὕτη φέρει ἡ εἰκών;
“但是这个比喻如何适用于接触论辩的人呢?
τῇδε.
” “是这样的。
ἔστι που ἡμῖν δόγματα ἐκ παίδων περὶ δικαίων καὶ καλῶν, ἐν οἷς ἐκτεθράμμεθα ὥσπερ ὑπὸ γονεῦσι, πειθαρχοῦντές τε καὶ τιμῶντες αὐτά.
我们从小就有一些关于正义和美好事物的信念,我们在其中长大,就像在父母抚养下一样,服从并尊重它们。
ἔστι γάρ.
” “确实如此。
οὐκοῦν καὶ ἄλλα ἐναντία τούτων ἐπιτηδεύματα ἡδονὰς ἔχοντα, ἃ κολακεύει μὲν ἡμῶν τὴν ψυχὴν καὶ ἕλκει ἐφʼ αὑτά, πείθει δʼ οὒ τοὺς καὶ ὁπῃοῦν μετρίους· ἀλλʼ ἐκεῖνα τιμῶσι τὰ πάτρια καὶ ἐκείνοις πειθαρχοῦσιν.
” “那么,难道没有其他与这些相反的、带有享乐色彩的行为方式吗? 它们谄媚我们的灵魂并把灵魂引向自身,但它们无法说服那些哪怕只有一点节制的人;相反,那些人依然尊重父辈流传下来的信念并服从它们。
ἔστι ταῦτα.
” “是这样的。
τί οὖν;
” “那么结果会怎样呢?
ἦν δʼ ἐγώ·
”我说。
ὅταν τὸν οὕτως ἔχοντα ἐλθὸν ἐρώτημα ἔρηται·
“当一个处于这种状态的人遇到有人提出问题:‘什么是美?
τί ἐστι τὸ καλόν, καὶ ἀποκριναμένου ὃ τοῦ νομοθέτου ἤκουεν ἐξελέγχῃ ὁ λόγος, καὶ πολλάκις καὶ πολλαχῇ ἐλέγχων εἰς δόξαν καταβάλῃ ὡς τοῦτο οὐδὲν μᾶλλον καλὸν ἢ αἰσχρόν, καὶ περὶ δικαίου ὡσαύτως καὶ ἀγαθοῦ καὶ ἃ μάλιστα ἦγεν ἐν τιμῇ, μετὰ τοῦτο τί οἴει ποιήσειν αὐτὸν πρὸς αὐτὰ τιμῆς τε πέρι καὶ πειθαρχίας;
’当他按照立法者那里听到的答案回答,而论辩却将他驳倒,并且在多次、多方面的驳倒之后,使他陷入一种认为这东西不比丑恶更有美德的看法中。 对于正义、善良以及他最尊重的其他事物也是如此。 在这之后,你认为他对于这些事物的尊重和服从会变成怎样?
ἀνάγκη, ἔφη, μήτε τιμᾶν ἔτι ὁμοίως μήτε πείθεσθαι.
” “必然地,”他说,“他不会再像以前那样尊重和服从它们了。
§7.539ὅταν οὖν, ἦν δʼ ἐγώ, μήτε ταῦτα ἡγῆται τίμια καὶ οἰκεῖα ὥσπερ πρὸ τοῦ, τά τε ἀληθῆ μὴ εὑρίσκῃ, ἔστι πρὸς ὁποῖον βίον ἄλλον ἢ τὸν κολακεύοντα εἰκότως προσχωρήσεται;
” “那么,”我说,“当他既不再像以前那样认为这些信念是珍贵和亲近的,又找不到真正的真理时,除了谄媚他的那种生活方式之外,他还会理所当然地走向哪种生活呢?
οὐκ ἔστιν, ἔφη.
” “没有别的了,”他说。
παράνομος δὴ οἶμαι δόξει γεγονέναι ἐκ νομίμου.
“于是,我想,他就会被认为由遵守法律的人变成了违法的人。
ἀνάγκη.
” “必然如此。
οὐκοῦν, ἔφην, εἰκὸς τὸ πάθος τῶν οὕτω λόγων ἁπτομένων καί, ὃ ἄρτι ἔλεγον, πολλῆς συγγνώμης ἄξιον;
” “那么,”我说,“这样接触论辩的人所遭受的这种经历,不仅是必然的,而且就像我刚才说的,是非常值得宽恕的,不是吗?
καὶ ἐλέου γʼ, ἔφη.
” “也值得同情,”他说。
οὐκοῦν ἵνα μὴ γίγνηται ὁ ἔλεος οὗτος περὶ τοὺς τριακοντούτας σοι, εὐλαβουμένῳ παντὶ τρόπῳ τῶν λόγων ἁπτέον;
“那么,为了不让这种值得同情的情况发生在你的那些三十岁的人身上,他们在接触论辩时,难道不需要用尽一切方式来保持谨慎吗?
καὶ μάλʼ, ἦ δʼ ὅς.
” “非常需要,”他说。
ἆρʼ οὖν οὐ μία μὲν εὐλάβεια αὕτη συχνή, τὸ μὴ νέους ὄντας αὐτῶν γεύεσθαι;
“那么,这其中一个很重要的防范,不就是不要让他们在年轻的时候去尝论辩的滋味吗?
οἶμαι γάρ σε οὐ λεληθέναι ὅτι οἱ μειρακίσκοι, ὅταν τὸ πρῶτον λόγων γεύωνται, ὡς παιδιᾷ αὐτοῖς καταχρῶνται, ἀεὶ εἰς ἀντιλογίαν χρώμενοι, καὶ μιμούμενοι τοὺς ἐξελέγχοντας αὐτοὶ ἄλλους ἐλέγχουσι, χαίροντες ὥσπερ σκυλάκια τῷ ἕλκειν τε καὶ σπαράττειν τῷ λόγῳ τοὺς πλησίον ἀεί.
因为我想你不会没有注意到,年轻人第一次尝到论辩滋味的时候,会把它当作玩具来滥用,总是用它来抬杠,模仿那些驳倒他们的人去驳倒别人,像小狗一样乐于用论辩去拉扯和撕咬身边的人。
ὑπερφυῶς μὲν οὖν, ἔφη.
” “确实非常明显,”他说。
οὐκοῦν ὅταν δὴ πολλοὺς μὲν αὐτοὶ ἐλέγξωσιν, ὑπὸ πολλῶν δὲ ἐλεγχθῶσι, σφόδρα καὶ ταχὺ ἐμπίπτουσιν εἰς τὸ μηδὲν ἡγεῖσθαι ὧνπερ πρότερον·
“因此,当他们自己驳倒了许多人,又被许多人驳倒时,他们会非常强烈且迅速地陷入对以前所相信的一切都感到虚无的状态。
καὶ ἐκ τούτων δὴ αὐτοί τε καὶ τὸ ὅλον φιλοσοφίας πέρι εἰς τοὺς ἄλλους διαβέβληνται.
结果,他们自己和整个哲学,都在别人眼里蒙受了污蔑。
ἀληθέστατα, ἔφη.
” “最真实不过了,”他说。
ὁ δὲ δὴ πρεσβύτερος, ἦν δʼ ἐγώ, τῆς μὲν τοιαύτης μανίας οὐκ ἂν ἐθέλοι μετέχειν, τὸν δὲ διαλέγεσθαι ἐθέλοντα καὶ σκοπεῖν τἀληθὲς μᾶλλον μιμήσεται ἢ τὸν παιδιᾶς χάριν παίζοντα καὶ ἀντιλέγοντα, καὶ αὐτός τε μετριώτερος ἔσται καὶ τὸ ἐπιτήδευμα τιμιώτερον ἀντὶ ἀτιμοτέρου ποιήσει.
“但是,年长的人,”我说,“不会愿意参与这种疯狂,他宁可去模仿那些愿意讨论并探求真理的人,而不是那些为了游戏而玩耍反驳的人。 他自己会更加节制,并使这门学术变得更受尊重,而不是更加卑下。
ὀρθῶς, ἔφη.
” “对的,”他说。
οὐκοῦν καὶ τὰ προειρημένα τούτου ἐπʼ εὐλαβείᾳ πάντα προείρηται, τὸ τὰς φύσεις κοσμίους εἶναι καὶ στασίμους οἷς τις μεταδώσει τῶν λόγων, καὶ μὴ ὡς νῦν ὁ τυχὼν καὶ οὐδὲν προσήκων ἔρχεται ἐπʼ αὐτό;
“那么,以前所说的一切也都是为了这种防范而提前说的:即我们将论辩传授给的人,必须是本性规矩、坚韧沉稳的人,而不能像现在这样,随便什么不相干的人都来接触它。
πάνυ μὲν οὖν, ἔφη.
” “完全如此,”他说。
ἀρκεῖ δὴ ἐπὶ λόγων μεταλήψει μεῖναι ἐνδελεχῶς καὶ συντόνως μηδὲν ἄλλο πράττοντι, ἀλλʼ ἀντιστρόφως γυμναζομένῳ τοῖς περὶ τὸ σῶμα γυμνασίοις, ἔτη διπλάσια ἢ τότε;
“那么,在其他事情一概不做的状态下,坚持不懈、全神贯注地致力于学习论辩,作为与身体体育训练相对应的方式,所需的时间是那时的两倍,这是否足够了呢?
ἕξ, ἔφη, ἢ τέτταρα λέγεις;
” “你说的是六年,”他说,“还是四年? ”

词汇与语法注释

  1. 538aτοῦτον ἔχεις μαντεύσασθαι πῶς ἂν διατεθείη — 动词 `ἔχεις` 后接不定式 `μαντεύσασθαι` 表示“你能够预测吗”。在间接疑问句中,`πῶς ἂν διατεθείη` 采用潜在希求语气(potential optative),表示假设性的态度或倾向(“他会如何对待”)。
  2. 538cπατρὸς δὲ ἐκείνου καὶ τῶν ἄλλων ποιουμένων οἰκείων... μέλειν τὸ μηδέν — 无人称动词 `μέλει` 的不定式形式 `μέλειν` 作为由 `μαντεύομαι`(538b)引导的“对格加不定式”结构的一部分。表示关切对象的 `πατρὸς` 和 `τῶν ἄλλων ... οἰκείων` 处于属格(由 `μέλει` 支配),而主体则被省略。`τὸ μηδέν` 作副词性对格,表示“完全不”。
  3. 538dὅταν τὸν οὕτως ἔχοντα ἐλθὸν ἐρώτημα ἔρηται — 中性单数主格分词 `ἐλθὸν` 修饰主语 `ἐρώτημα`(问题),意为“当一个问题到来并提问时”。`τὸν οὕτως ἔχοντα`(处于这种状态的人)是动词 `ἔρηται`(提问)的直接宾语(对格)。
  4. 539dτὸ τὰς φύσεις κοσμίους εἶναι... — 冠词 `τὸ` 将整个不定式短语 `τὰς φύσεις κοσμίους εἶναι καὶ στασίμους`(本性规矩且坚韧沉稳)名词化,作为同位语具体说明主语 `τὰ προειρημένα`(先前所说的事)的内容。

引用这一段

柏拉图, 理想国 §7.538-7.539. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:7.538-7.539

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。