§7.516εἰ δέ, ἦν δʼ ἐγώ, ἐντεῦθεν ἕλκοι τις αὐτὸν βίᾳ διὰ τραχείας τῆς ἀναβάσεως καὶ ἀνάντους, καὶ μὴ ἀνείη πρὶν ἐξελκύσειεν εἰς τὸ τοῦ ἡλίου φῶς, ἆρα οὐχὶ ὀδυνᾶσθαί τε ἂν καὶ ἀγανακτεῖν ἑλκόμενον, καὶ ἐπειδὴ πρὸς τὸ φῶς ἔλθοι, αὐγῆς ἂν ἔχοντα τὰ ὄμματα μεστὰ ὁρᾶν οὐδʼ ἂν ἓν δύνασθαι τῶν νῦν λεγομένων ἀληθῶν;
「そしてもし、」と私は言った、「誰かが彼をそこから、険しく上りの急な坂道を通って無理やり引きずり登り、太陽の光の中へ引きずり出すまでは放さないとしたら、彼は引きずられている間、痛みを感じ、腹を立てるのではないだろうか。 そして、光のところへ到達したときには、両目が眩い輝きで満たされて、今や真実であると言われているもののうち、ただの一つも見ることができなくなるのではないだろうか?
οὐ γὰρ ἄν, ἔφη, ἐξαίφνης γε.
」「確かにできないでしょう、少なくとも突然には」と彼は言った。
συνηθείας δὴ οἶμαι δέοιτʼ ἄν, εἰ μέλλοι τὰ ἄνω ὄψεσθαι.
「思うに、もし彼が上にあるものを見ようとするなら、慣れが必要だろう。
καὶ πρῶτον μὲν τὰς σκιὰς ἂν ῥᾷστα καθορῷ, καὶ μετὰ τοῦτο ἐν τοῖς ὕδασι τά τε τῶν ἀνθρώπων καὶ τὰ τῶν ἄλλων εἴδωλα, ὕστερον δὲ αὐτά·
そして最初に、彼は影を最も容易に見極めるだろう。 その後に、水に映る人間や他のものたちの似姿を、そして後には、それらの実物自体を。
ἐκ δὲ τούτων τὰ ἐν τῷ οὐρανῷ καὶ αὐτὸν τὸν οὐρανὸν νύκτωρ ἂν ῥᾷον θεάσαιτο, προσβλέπων τὸ τῶν ἄστρων τε καὶ σελήνης φῶς, ἢ μεθʼ ἡμέραν τὸν ἥλιόν τε καὶ τὸ τοῦ ἡλίου.
それから、天にあるものたちや天そのものを、夜の間に星や月の光を仰ぎ見ることによって、昼間に太陽や太陽の光を見るよりも、より容易に観照するだろう。
πῶς δʼ οὔ;
」「どうしてそうでないことがありましょう。
τελευταῖον δὴ οἶμαι τὸν ἥλιον, οὐκ ἐν ὕδασιν οὐδʼ ἐν ἀλλοτρίᾳ ἕδρᾳ φαντάσματα αὐτοῦ, ἀλλʼ αὐτὸν καθʼ αὑτὸν ἐν τῇ αὑτοῦ χώρᾳ δύναιτʼ ἂν κατιδεῖν καὶ θεάσασθαι οἷός ἐστιν.
」「そして最後に、思うに、水の中や他の場所にある太陽の幻影ではなく、太陽そのものをそれ自体として、それ自身の領域において、それがどのようなものであるかを見極め、観照することができるだろう。
ἀναγκαῖον, ἔφη.
」「必然的にそうです」と彼は言った。
καὶ μετὰ ταῦτʼ ἂν ἤδη συλλογίζοιτο περὶ αὐτοῦ ὅτι οὗτος ὁ τάς τε ὥρας παρέχων καὶ ἐνιαυτοὺς καὶ πάντα ἐπιτροπεύων τὰ ἐν τῷ ὁρωμένῳ τόπῳ, καὶ ἐκείνων ὧν σφεῖς ἑώρων τρόπον τινὰ πάντων αἴτιος.
「そしてこの後に、彼はすでに太陽について、これこそが季節や歳月をもたらし、目に見える領域におけるすべてのものを管理し、かつて彼らが(洞窟で)見ていたすべてのものの、ある意味で原因であると推論するだろう。
δῆλον, ἔφη, ὅτι ἐπὶ ταῦτα ἂν μετʼ ἐκεῖνα ἔλθοι.
」「明らかです」と彼は言った、「彼はそれらの後に、この結論に達するでしょう。
τί οὖν;
」「ではどうだろう。
ἀναμιμνῃσκόμενον αὐτὸν τῆς πρώτης οἰκήσεως καὶ τῆς ἐκεῖ σοφίας καὶ τῶν τότε συνδεσμωτῶν οὐκ ἂν οἴει αὑτὸν μὲν εὐδαιμονίζειν τῆς μεταβολῆς, τοὺς δὲ ἐλεεῖν;
彼が最初の住処や、そこでの知恵、そして当時の囚人仲間を思い出すとき、自分自身についてはその変化を幸いとし、彼らについては憐れむと思わないかね?
καὶ μάλα.
」「大いにそう思うでしょう。
τιμαὶ δὲ καὶ ἔπαινοι εἴ τινες αὐτοῖς ἦσαν τότε παρʼ ἀλλήλων καὶ γέρα τῷ ὀξύτατα καθορῶντι τὰ παριόντα, καὶ μνημονεύοντι μάλιστα ὅσα τε πρότερα αὐτῶν καὶ ὕστερα εἰώθει καὶ ἅμα πορεύεσθαι, καὶ ἐκ τούτων δὴ δυνατώτατα ἀπομαντευομένῳ τὸ μέλλον ἥξειν, δοκεῖς ἂν αὐτὸν ἐπιθυμητικῶς αὐτῶν ἔχειν καὶ ζηλοῦν τοὺς παρʼ ἐκείνοις τιμωμένους τε καὶ ἐνδυναστεύοντας, ἢ τὸ τοῦ Ὁμήρου ἂν πεπονθέναι καὶ σφόδρα βούλεσθαι
"ἐπάρουρον ἐόντα θητευέμεν ἄλλῳ ἀνδρὶ παρʼ ἀκλήρῳ"
καὶ ὁτιοῦν ἂν πεπονθέναι μᾶλλον ἢ ʼκεῖνά τε δοξάζειν καὶ ἐκείνως ζῆν;
」「では、もし当時、彼らの間で互いに与えられていた名誉や賞賛、あるいは、通り過ぎるものを最も鋭く見極め、それらのうちどれが先に、どれが後に、あるいはどれが同時に通るのが常であったかを最もよく記憶し、これらから将来やってくるものを最も強力に予言する者への褒賞があったとしたら、彼はそれらを熱望し、彼らの間で敬われ、権勢を振るっている人々を羨むと思うかね? それとも、ホメロスの言うような状態になって、『土地を持たない貧しい男のもとで、小作人として仕えたい』と切に望み、あの(洞窟での)ように意見を持ち、あの(洞窟での)ように生きるよりは、他のどんなことでも進んで耐え忍ぶと思うかね? 」「その通りです」と彼は言った。
οὕτως, ἔφη, ἔγωγε οἶμαι, πᾶν μᾶλλον πεπονθέναι ἂν δέξασθαι ἢ ζῆν ἐκείνως.
「私自身も、あのように生きるよりは、他のどんなことでも甘んじて受け入れると思います。
καὶ τόδε δὴ ἐννόησον, ἦν δʼ ἐγώ.
」「では、このことも考えてみなさい」と私は言った。
εἰ πάλιν ὁ τοιοῦτος καταβὰς εἰς τὸν αὐτὸν θᾶκον καθίζοιτο, ἆρʼ οὐ σκότους ἂν ἀνάπλεως σχοίη τοὺς ὀφθαλμούς, ἐξαίφνης ἥκων ἐκ τοῦ ἡλίου;
「もしそのような人が再び下って行って、同じ座席に座るとしたら、太陽のもとから突然戻ってきたために、彼の目は暗闇で満たされるのではないだろうか?
καὶ μάλα γʼ, ἔφη.
」「まさにその通りです」と彼は言った。