Humanitext Reader

柏拉图 · 理想国 §7.516

走向光明与直接观照太阳的过程

第 99 段,共 153 段 · 希腊语

内容简介

本节描述了获释者逐渐适应光线并最终直接观照太阳本身的过程,以及他宁愿忍受世间苦难也不愿回到洞穴中的幻影生活的态度。

§7.516εἰ δέ, ἦν δʼ ἐγώ, ἐντεῦθεν ἕλκοι τις αὐτὸν βίᾳ διὰ τραχείας τῆς ἀναβάσεως καὶ ἀνάντους, καὶ μὴ ἀνείη πρὶν ἐξελκύσειεν εἰς τὸ τοῦ ἡλίου φῶς, ἆρα οὐχὶ ὀδυνᾶσθαί τε ἂν καὶ ἀγανακτεῖν ἑλκόμενον, καὶ ἐπειδὴ πρὸς τὸ φῶς ἔλθοι, αὐγῆς ἂν ἔχοντα τὰ ὄμματα μεστὰ ὁρᾶν οὐδʼ ἂν ἓν δύνασθαι τῶν νῦν λεγομένων ἀληθῶν;
“而且,”我说,“如果有人用强力把他就从那里拖过崎岖不平的陡坡,不拉到太阳光下就不放手,他在被拖行时难道不会感到痛苦和恼怒吗? 而当他来到光亮处,眼睛里塞满了炫目的光辉,难道不会连一件我们现在所说是真实的东西也看不见吗?
οὐ γὰρ ἄν, ἔφη, ἐξαίφνης γε.
” “确实不能,”他说,“至少无法突然看见。
συνηθείας δὴ οἶμαι δέοιτʼ ἄν, εἰ μέλλοι τὰ ἄνω ὄψεσθαι.
” “我想,如果他要看清上面的事物,就需要适应。
καὶ πρῶτον μὲν τὰς σκιὰς ἂν ῥᾷστα καθορῷ, καὶ μετὰ τοῦτο ἐν τοῖς ὕδασι τά τε τῶν ἀνθρώπων καὶ τὰ τῶν ἄλλων εἴδωλα, ὕστερον δὲ αὐτά· ἐκ δὲ τούτων τὰ ἐν τῷ οὐρανῷ καὶ αὐτὸν τὸν οὐρανὸν νύκτωρ ἂν ῥᾷον θεάσαιτο, προσβλέπων τὸ τῶν ἄστρων τε καὶ σελήνης φῶς, ἢ μεθʼ ἡμέραν τὸν ἥλιόν τε καὶ τὸ τοῦ ἡλίου.
首先,他最容易看清的是影子,在此之后是水中的人影和其他事物的倒影,再往后则是这些事物本身;从这些事物开始,在夜间仰望星辰与月亮的光芒,会比在白昼观看太阳及太阳的光芒更容易观照天上的事物以及天宇本身。
πῶς δʼ οὔ;
” “怎么会不呢?
τελευταῖον δὴ οἶμαι τὸν ἥλιον, οὐκ ἐν ὕδασιν οὐδʼ ἐν ἀλλοτρίᾳ ἕδρᾳ φαντάσματα αὐτοῦ, ἀλλʼ αὐτὸν καθʼ αὑτὸν ἐν τῇ αὑτοῦ χώρᾳ δύναιτʼ ἂν κατιδεῖν καὶ θεάσασθαι οἷός ἐστιν.
” “最后,我想,他将能够看清并观照太阳本身,不是水中的太阳,也不是在其他奇异之所的幻像,而是太阳自己本身在它自己的领域,并看清它是什么样子的。
ἀναγκαῖον, ἔφη.
” “这是必然的,”他说。
καὶ μετὰ ταῦτʼ ἂν ἤδη συλλογίζοιτο περὶ αὐτοῦ ὅτι οὗτος ὁ τάς τε ὥρας παρέχων καὶ ἐνιαυτοὺς καὶ πάντα ἐπιτροπεύων τὰ ἐν τῷ ὁρωμένῳ τόπῳ, καὶ ἐκείνων ὧν σφεῖς ἑώρων τρόπον τινὰ πάντων αἴτιος.
“在此之后,他就会对太阳做出推论,认为正是它带来了季节和岁岁年年,并管理着可见领域中的一切,且在某种程度上,它也是他们过去所见的一切事物的因由。
δῆλον, ἔφη, ὅτι ἐπὶ ταῦτα ἂν μετʼ ἐκεῖνα ἔλθοι.
” “显然,”他说,“在那些经历之后,他会得出这个结论。
τί οὖν; ἀναμιμνῃσκόμενον αὐτὸν τῆς πρώτης οἰκήσεως καὶ τῆς ἐκεῖ σοφίας καὶ τῶν τότε συνδεσμωτῶν οὐκ ἂν οἴει αὑτὸν μὲν εὐδαιμονίζειν τῆς μεταβολῆς, τοὺς δὲ ἐλεεῖν;
” “那么,当他回想起自己最初的住处、那里的智慧以及当时的同囚们,你不认为他会为自己的转变而感到庆幸,并怜悯他们吗?
καὶ μάλα.
” “非常如此。
τιμαὶ δὲ καὶ ἔπαινοι εἴ τινες αὐτοῖς ἦσαν τότε παρʼ ἀλλήλων καὶ γέρα τῷ ὀξύτατα καθορῶντι τὰ παριόντα, καὶ μνημονεύοντι μάλιστα ὅσα τε πρότερα αὐτῶν καὶ ὕστερα εἰώθει καὶ ἅμα πορεύεσθαι, καὶ ἐκ τούτων δὴ δυνατώτατα ἀπομαντευομένῳ τὸ μέλλον ἥξειν, δοκεῖς ἂν αὐτὸν ἐπιθυμητικῶς αὐτῶν ἔχειν καὶ ζηλοῦν τοὺς παρʼ ἐκείνοις τιμωμένους τε καὶ ἐνδυναστεύοντας, ἢ τὸ τοῦ Ὁμήρου ἂν πεπονθέναι καὶ σφόδρα βούλεσθαι "ἐπάρουρον ἐόντα θητευέμεν ἄλλῳ ἀνδρὶ παρʼ ἀκλήρῳ" καὶ ὁτιοῦν ἂν πεπονθέναι μᾶλλον ἢ ʼκεῖνά τε δοξάζειν καὶ ἐκείνως ζῆν;
” “如果在当时,他们之间彼此授予名誉和赞美,并对那些最敏锐地看清经过的事物、最牢固地记住它们之中哪些在先、哪些在后以及哪些同时通过,并能以此最有力地预言未来的人给予奖赏,你认为他会渴望这些,并嫉妒那些在他们中间受到尊崇和掌权的人吗? 还是他会像荷马所描述的那样,强烈地渴望‘在土地不多的他人手下当一个农奴’,并且宁愿遭受任何苦难,也不愿像那样抱持偏见并那样生活?
οὕτως, ἔφη, ἔγωγε οἶμαι, πᾶν μᾶλλον πεπονθέναι ἂν δέξασθαι ἢ ζῆν ἐκείνως.
” “我想正是如此,”他说,“他会宁愿遭受一切,也不愿那样生活。
καὶ τόδε δὴ ἐννόησον, ἦν δʼ ἐγώ.
” “那么再想想这一点,”我说。
εἰ πάλιν ὁ τοιοῦτος καταβὰς εἰς τὸν αὐτὸν θᾶκον καθίζοιτο, ἆρʼ οὐ σκότους ἂν ἀνάπλεως σχοίη τοὺς ὀφθαλμούς, ἐξαίφνης ἥκων ἐκ τοῦ ἡλίου;
“如果这样的人再次下去,坐在同一个位置上,由于突然从太阳底下回来,他的双眼难道不会充斥着黑暗吗?
καὶ μάλα γʼ, ἔφη.
” “确实如此,”他说。

词汇与语法注释

  1. 516aτῶν νῦν λεγομένων ἀληθῶν — 属格短语“现在所说是真实的东西”在此作为部分属格,修饰前面的否定对格 `οὐδʼ ἂν ἓν`(“连一个……也不”)。
  2. 516cαὐτοῦ — 此代词 `αὐτοῦ`(“它”)在上下文里是指代前一句(516b)末尾附近提到的阳性名词 `τὸν ἥλιον`(“太阳”)。
  3. 516dτὸ τοῦ Ὁμήρου ἂν πεπονθέναι — 完成时不定式 `πεπονθέναι`(源自 πάσχω,“遭受、经历”)作为对格加不定式(AcI)结构的一部分,受前文 `δοκεῖς ἄν` 支配,指经历荷马《奥德赛》第11卷第489-490行所描绘的境遇。引文中的 `ἐπάρουρον ἐόντα θητευέμεν` 包含史诗/伊奥尼亚方言的不定式 `θητευέμεν`(“当雇工”),其对格分词 `ἐόντα` 与其逻辑主语相一致。

引用这一段

柏拉图, 理想国 §7.516. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:7.516

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。